7. Διὰ τί γλεῦκος ἣκιστα μεθύσκει
[655e]
[3.7.1] τοῦ νέου οἴνου Ἀθήνησι μὲν ἑνδεκάτῃ μηνὸς κατάρχονται, Πιθοίγια[865] τὴν ἡμέραν καλοῦντες· καὶ πάλαι γʼ ὡς ἔοικεν εὔχοντο, τοῦ οἴνου πρὶν ἢ πιεῖν ἀποσπένδοντες, ἀβλαβῆ καὶ σωτήριον αὐτοῖς τοῦ φαρμάκου τὴν χρῆσιν γενέσθαι. παρʼ ἡμῖν δʼ ὁ μὲν μὴν καλεῖται Προστατήριος, ἕκτῃ δʼ ἱσταμένου νομίζεται θύσαντας ἀγαθῷ Δαίμονι γεύεσθαι τοῦ οἴνου μετὰ ζέφυρον· οὗτος γὰρ μάλιστα τῶν ἀνέμων ἐξίστησι καὶ κινεῖ τὸν οἶνον, καὶ ὁ τοῦτον [655f] διαφυγὼν ἤδη δοκεῖ παραμένειν βέβαιος[866]. ἔθυσεν οὖν ὁ πατὴρ ὥσπερ εἰώθει τὴν θυσίαν, καὶ μετὰ τὸ δεῖπνον[867], ἐπαινουμένου[868] τοῦ οἴνου, τοῖς φιλοσοφοῦσι μειρακίοις μεθʼ ἡμῶν προύβαλε ζητεῖν λόγον, ὡς[869] τὸ γλεῦκος ἣκιστα μεθύσκει. τοῖς μὲν οὖν πολλοῖς παράδοξον ἐφάνη καὶ ἄπιστον· ὁ δʼ Ἁγίας ἔφη τὸ γλυκὺ πανταχοῦ προσίστασθαι καὶ πλήσμιον εἶναι· διὸ καὶ γλεύκους[870] οὐκ ἄν τινα πιεῖν ῥᾳδίως; ὅσον εἰς μέθην ἱκανόν ἐστιν· ἀπαγορεύειν γὰρ ἀηδίᾳ τὴν ὄρεξιν ἄχρι τοῦ μὴ διψῆν προελθοῦσαν[871]. ὅτι δὲ τοῦ γλυκέος διαφέρει τὸ ἡδὺ καὶ τὸν ποιητὴν ἐπιστάμενον λέγειν [656a] “τυρῷ καὶ μέλιτι γλυκερῷ καὶ ἡδέι οἴνῳ·”[872] τὸν γὰρ οἶνον ἐν ἀρχῇ μὲν εἶναι γλυκύν, γίγνεσθαι δʼ ἡδὺν ὅταν εἰς τὸ αὐστηρὸν τῇ πέψει μεταβάλῃ παλαιούμενος.
[3.7.2] Ἀρισταίνετος δʼ ὁ Νικαεὺς ἔν τισιν ἐνίοις[873] γράμμασιν ἀνεγνωκὼς ἔφη μνημονεύειν, ὅτι γλεῦκος μιχθὲν[874] οἴνῳ παύει μέθην· τῶν δʼ ἰατρῶν τινας λέγει[875] τοὺς πλέον πιόντας κελεύειν ἐμεῖν[876], εἶθʼ, ὅταν μέλλωσι καθεύδειν, ἄρτον εἰς μέλι καταβάψαντας ἐμφαγεῖν ἔδοσαν[877]. εἴ τι οὖν αἱ γλυκύτητες ἀμβλύνουσι τὸν[878] ἄκρατον, εἰκότως ὁ νέος οἶνος οὐ μεθύσκει, πρὶν ἂν ἡ γλυκύτης μεταβάλῃ.
[3.7.3] σφόδρʼ οὖν ἀπεδεξάμεθα τὴν εὑρησιλογίαν [656b] τῶν νεανίσκων, ὅτι τοῖς ἐμποδὼν οὐκ ἐπιπεσόντες ἰδίων εὐπόρησαν[879] ἐπιχειρημάτων. ἐπεὶ τά γε πρόχειρα καὶ ῥᾴδια λαβεῖν ἥ τε[880] βαρύτης ἐστὶ τοῦ γλεύκους, ὡς Ἀριστοτέλης[881] φησίν, ἡ διακόπτουσα τὴν κοιλίαν, καὶ τὸ πολὺ συμμἐνειν[882] πνευματῶδες καὶ ὑδατῶδες· ὧν τὸ μὲν εὐθὺς ἐκπίπτει βιαζόμενον, τὸ δὲ πέφυκε τὸ ὑδατῶδες[883] ἀμβλύτερον ποιεῖν τὸν οἶνον· παλαίωσις δʼ ἐπίτασιν ποιεῖ[884], ἐκκρινομένου τοῦ ὑδατώδους· καὶ γίγνεται μέτρῳ μὲν ἐλάττων ὁ οἶνος δυνάμει δὲ σφοδρότερος. [656c]