6. Περὶ καιροῦ συνουσίας
[3.6.1] νεανίσκοι τινὲς οὐ πάλαι τοῖς παλαιοῖς λόγοις προσπεφοιτηκότες ἐσπάραττον τὸν Ἐπίκουρον[785], ὡς οὐ καλὸν οὐδʼ ἀναγκαῖον ἐμβεβληκότα λόγον περὶ καιροῦ συνουσίας εἰς τὸ Συμπόσιον μιμνήσκεσθαι γὰρ ἀφροδισίων ἄνδρα πρεσβύτερον ἐν δείπνῳ μειρακίων παρόντων καὶ διαπορεῖν, πότερον [653c] μετὰ δεῖπνον ἢ πρὸ δείπνου χρηστέον, ἐσχάτης ἀκολασίας εἶναι, πρὸς ταῦθʼ οἱ μὲν τὸν Ξενοφῶντα παρέλαβον ὡς ἀπάγοντα τοὺς συμπότας μετὰ δεῖπνον οὐχὶ πεζοὺς ἀλλʼ[786] ἐφʼ ἵππων ἐπὶ συνουσίας[787] πρὸς τὰς γυναῖκας. Ζώπυρος δʼ ὁ ἰατρός, εὖ μάλα τοῖς Ἐπικούρου[788] λόγοις ἐνωμιληκώς, οὐκ ἔφη προσέχοντας αὐτοὺς ἀνεγνωκέναι τὸ Ἐπικούρου Συμπόσιον· οὐ γὰρ ὥσπερ ἐξ ἀρχῆς τινος καὶ καταστάσεως τοῦτο πρόβλημα ποιησάμενον εἶτα λόγους ἐπʼ [653d] αὐτῷ περαίνειν, ἀλλὰ τοὺς νέους ἀνιστάντα μετὰ δεῖπνον εἰς περίπατον ἐπὶ σωφρονισμῷ διαλέγεσθαι καὶ ἀνακρούειν[789] ἀπὸ τῶν ἐπιθυμιῶν, ὡς ἀεὶ μὲν ἐπισφαλοῦς εἰς βλάβην τοῦ πράγματος ὄντος, κάκιστα[790] δὲ τοὺς παρὰ[791] πότον καὶ ἐδωδὴν χρωμένους αὐτῷ διατιθέντος. “εἰ δὲ δὴ καὶ προηγουμένως” εἶπεν “ἐζητεῖτο περὶ τούτου, πότερον οὐδʼ ὅλως ἐσκέφθαι καλῶς εἶχε τὸν φιλόσοφον περὶ συνουσίας καιροῦ καὶ ὥρας, ἢ βέλτιον μὲν ἐν καιρῷ καὶ μετὰ λογισμοῦ τὰ τοιαῦτα πράττειν, τὸν δὲ καιρὸν ἄλλως [653e] μὲν ἐπισκοπεῖν οὐκ ἄτοπον[792] ἐν[793] δὲ συμποσίῳ καὶ περὶ τράπεζαν αἰσχρόν; ἐμοὶ γὰρ δοκεῖ τοὐναντίον ἄν τις ἐγκαλέσαι φιλοσόφῳ, μεθʼ ἡμέραν ἐν τῇ διατριβῇ πολλῶν καὶ παντοδαπῶν ἀνθρώπων παρόντων περὶ τούτου διαλεγομένῳ· κύλικος δὲ προκειμένης ἐν συνήθεσι καὶ φίλοις, ἔνθα καὶ τὸ παραλέξαι[794] μῦθον ἀμβλὺν[795] ὄντα καὶ ψυχρὸν ἐν οἴνῳ[796] συμφέρει, πῶς αἰσχρὸν εἰπεῖν τι καὶ ἀκοῦσαι εἰς συνουσίας χρῆσιν ὠφελίμως λεγόμενον; ὡς ἔγωγε, νὴ τὸν κύνα, καὶ τοὺς[797] Ζήνωνος ἂν ἐβουλόμην” ἔφη “διαμηρισμοὺς[798] ἐν συμποσίῳ τινὶ καὶ παιδιᾷ μᾶλλον ἢ σπουδῆς [653f] τοσαύτης ἐχομένῳ συγγράμματι, τῇ Πολιτείᾳ, κατατετάχθαι.”
[3.6.2] πρὸς τοῦτο πληγέντες οἱ νεανίσκοι σιωπῇ κατέκειντο· τῶν δʼ ἄλλων τὸν Ζώπυρον ἀξιούντων τοὺς περὶ τούτου λόγους Ἐπικούρου[799] διελθεῖν, ἔφη τῶν μὲν κατὰ μέρος οὐκ[800] ἀκριβῶς μνημονεύειν, οἴεσθαι δὲ τὸν ἄνδρα τὰς ἐκ τῆς συνουσίας πληγὰς δεδιέναι διὰ τὸν τῶν σωμάτων παλμὸν εἰς ταραχὴν καὶ σάλον ἐν τῷ τοιούτῳ βαδιζόντων. καθόλου μὲν γὰρ ἐξ ἕδρας τὰ σώματα μεθιστάναι πλήκτην ὄντα καὶ κινητικὸν ταραχῆς τὸν ἄκρατον· ἂν δʼ οὕτως ἔχοντα τὸν ὄγκον ἡμῶν γαλήνη μὴ[801] παραλάβῃ καὶ ὕπνος, ἀλλʼ ἕτεραι διὰ τῶν ἀφροδισίων κινήσεις, ἐκθλιβομένων καὶ μοχλευομένων[802] τῶν μάλιστα [654a] συνδεῖν καὶ κολλᾶν τὸ σῶμα πεφυκότων, κίνδυνός ἐστιν ἀνέδραστον[803] γίγνεσθαι τὸν ὄγκον[804], ὥσπερ[805] ἐκ θεμελίων γιγνόμενον[806]· οὐδὲ γὰρ εὖ ῥεῖν[807] τηνικαῦτα τὴν γονήν, σφηνώσεως διὰ τὴν πλησμονὴν οὔσης, ἀλλὰ βίᾳ καὶ συμπεφυρμένην[808] ἀποσπᾶσθαι· διὸ χρῆναί φησιν ὁ ἀνήρ, ὅταν ἡσυχία γένηται περὶ τὸ σῶμα καὶ λωφήσωσιν αἱ τῆς τροφῆς ἀναδόσεις καὶ τὰ ῥεύματα[809] διεξιούσης καὶ φευγούσης[810], τὰ τοιαῦτα πράττειν, πρὶν[811] ἑτέρας αὖ πάλιν τροφῆς ἐνδεὲς γενέσθαι τὸ σῶμα· συμβάλλοιτο δʼ ἄν τις[812]· τῷ Ἐπικούρῳ καὶ τὸν ἰατρικὸν[813] λόγον. ὁ[814] γὰρ μεθʼ ἡμέραν καιρός, ἤδη τῆς πέψεως κρίσιν ἐχούσης, ἀσφαλέστερός[815] ἐστιν· [654b] ἡ δὲ μετὰ τὸ δεῖπνον ὁρμὴ πρὸς τὴν συνουσίαν οὐκ ἀκίνδυνος· ἄδηλον γὰρ εἰ, τῆς τροφῆς μὴ κρατηθείσης, ἀπεψία δέξαιτο τὸν ἐκ τῆς συνουσίας ἄραδον[816] καὶ παλμόν, ὥστε διττὴν τὴν βλάβην γενέσθαι.
[3.6.3] ὑπολαβὼν δʼ Ὀλύμπιχος “ἐμοὶ μέν” ἔφη “τὸ τοῦ Πυθαγορικοῦ Κλεινίου λίαν ἀρέσκει· λέγεται γὰρ ἐρωτηθείς, ὁπηνίκα δεῖ μάλιστα γυναικὶ προσιέναι[817]· “ὅταν” φάναι “μάλιστα τυγχάνῃς βλαβῆναι βουλόμενος.” καὶ γὰρ ὃ Ζώπυρος εἴρηκε νῦν, ἔχει τινὰ λόγον· καὶ τὸν ἕτερον καιρὸν ἄλλας ἀκαιρίας ἔχοντα πρὸς τὸ πρᾶγμα καὶ δυσχερείας ὁρῶ. καθάπερ οὖν Θαλῆς ὁ σοφὸς ὑπὸ τῆς μητρὸς ἐνοχλούμενος [654c] γῆμαι κελευούσης, ὑπεξέφυγε πῶς καὶ[818] παρήγαγε λέγων[819] πρὸς ταύτην[820] ἐν ἀρχῇ μὲν “οὔπω καιρὸς ὦ μῆτερ;” ὕστερον δʼ “οὐκέτι καιρὸς ὦ μῆτερ” οὕτως ἄρα καὶ πρὸς ἀφροδίσια κράτιστον ἔσται[821] ἔχειν ἕκαστον, ὥστε κατακλινόμενον λέγειν “οὔπω καιρός” ἀνιστάμενον δʼ “οὐκέτι καιρός.””
[3.6.4] “Ἀθλητικὰ ταῦτʼ” εἶπεν ὁ Σώκλαρος “ὦ Ὀλύμπιχε, παντάπασιν ἔτι τῆς κοτταβίσεως ὄζοντα καὶ τῶν κρεοφαγιῶν[822] ἐκείνων, οὐκ ἐν δέοντι. νέοι τε γὰρ πάρεισι γεγαμηκότες, ὑφʼ ὧν δεῖ “φιλοτήσια[823] ἔργα” τελεῖσθαι· καὶ ἡμᾶς οὔπω παντάπασιν ἡ Ἀφροδίτη πέφευγεν, ἀλλὰ καὶ προσευχόμεθα δήπουθεν [654d] αὐτῇ λέγοντες ἐν τοῖς τῶν θεῶν ὕμνοις
ἀνάβαλλʼ ἄνω τὸ γῆρας,
ὦ καλὰ Ἀφροδίτα.
σκοπῶμεν οὖν, εἰ δοκεῖ, πότερον ἐμμελῶς καὶ προσηκόντως ὁ Ἐπίκουρος[824] ἢ παρὰ πᾶν δίκαιον ἀφαιρεῖ τὴν Ἀφροδίτην τῆς νυκτός· καίτοι[825] κράτιστον αὐτῇ θεῶν[826] μετεῖναί φησιν ἐρωτικὸς ἀνὴρ Μένανδρος. συνετέθη[827] γὰρ οἶμαι καλῶς παρακάλυμμα τῆς ἡδονῆς τὸ σκότος προθεμένους ταῦτα πράσσειν, καὶ μὴ διὰ φωτὸς ἐντυγχάνοντας ἐξελαύνειν[828] τῶν ὀμμάτων τὸ αἰδούμενον[829] καὶ τῷ ἀκολάστῳ [654e] θάρσος ἐμποιεῖν καὶ μνήμας ἐναργεῖς, αἷς τὸ[830] ἐνδιατρίβειν αὖθις ἐκριπίζει[831] τὰς[832] ἐπιθυμίας. “ὄψις γὰρ ἡμῖν ὀξυτάτη τῶν διὰ τοῦ σώματος ἔρχεται” κατὰ τὸν Πλάτωνα[833]“παθημάτων,” καὶ σφόδρα[834] ταῖς ἐγγὺς φαντασίαις τὴν[835] ψυχὴν ἐγείρουσα[836] πρὸς τὰ εἴδωλα τῆς ἡδονῆς, καινὴν ἀεὶ ποιεῖ[837] καὶ πρόσφατον ἐπιθυμίαν. ἡ δὲ νὺξ τὰ πλεῖστα καὶ μανιωδέστατα τῶν ἔργων ἀφαιροῦσα παράγει καὶ κατευνάζει τὴν φύσιν, οὐκ ἐξοκέλλουσʼ[838] ὑπὸ τῆς ὄψεως εἰς ὕβριν. ἄνευ δὲ τούτων, τίνʼ ἔχει λόγον ἀπὸ δείπνου μὲν ἥκοντα γεγανωμένον, ἂν οὕτω τύχῃ, στέφανον κομίζοντα καὶ[839] μύρῳ κεχριμένον, ἀποστραφέντα καὶ [654f] συγκαλυψάμενον[840] καθεύδειν· ἡμέρας δὲ καὶ διὰ μέσου τῶν πράξεων ἐκ τῆς γυναικωνίτιδος τὴν γυναῖκα μεταπέμπεσθαι πρός τι τοιοῦτον ἢ πρωὶ δίκην ἀλεκτρυόνος συμπλέκεσθαι; τὴν γὰρ ἑσπέραν, ὦ ἑταῖρε, τῶν πόνων ἀνάπαυσιν[841] τὸν δʼ ὄρθρον ἀρχήν· καὶ τὴν μὲν ὁ Λύσιος ἐπισκοπεῖ Διόνυσος μετὰ τῆς Τερψιχόρης καὶ Θαλείας[842], ὁ δὲ πρὸς τὴν ἐργάνην Ἀθηνᾶν καὶ τὸν ἀγοραῖον Ἑρμῆν ἐπανίστησι. διὸ τὴν μὲν ᾠδαὶ κατέχουσι καὶ χορεῖαι καὶ ὑμέναιος “κῶμοί τʼ[843] εἰλαπίναι τε καὶ ἠχήεις θρόος αὐλῶν·” τὸν δὲ κτύποι ῥαιστήρων καὶ τρισμοὶ[844] πριόνων καὶ [655a] τελωνικῶν ἐπορθρισμοὶ κεκραγμῶν καὶ κηρύγματα καλουμένων ἐπὶ δίκας ἢ θεραπείας τινῶν βασιλέων ἢ ἀρχόντων· ἐν ᾧ καιρῷ φροῦδα τὰ τῆς ἡδονῆς,
λήγει δὲ Κύπρις θαλίαι[845] τε νέων,
οὐδέ τι[846], θύρσος φύλλα Βακχείου[847]·
συντείνουσι γὰρ αἱ φροντίδες. ἔπειτα δὲ καὶ ὁ ποιητὴς τῶν ἡρώων οὔτε γαμετῇ τινα μεθʼ ἡμέραν οὔτε παλλακίδι συγκατέκλινε, πλὴν ἢ τὸν Πάριν δραπετεύσαντα ποιήσας καταδυόμενον εἰς τοὺς κόλπους τῆς γυναικός[848], ὡς οὐκ ἀνδρὸς ἀλλὰ μοιχοῦ λυσσῶντος οὖσαν τὴν μεθημερινὴν ἀκρασίαν. καὶ μὴν οὐδὲ τὸ σῶμα βλάπτοιτʼ ἂν ὑπὸ τῆς συνουσίας μᾶλλον, ὡς Ἐπίκουρος[849] οἴεται, μετὰ τὸ δεῖπνον, ἄν [655b] γε μὴ μεθύων τις ἢ ῥηγνύμενος ὑπὸ πλησμονῆς ἅπτηται καὶ[850] βεβαρημένος· ἀμέλει γὰρ οὕτως ἐπισφαλὲς τὸ πρᾶγμα καὶ βλαβερόν. ἂν δʼ ἱκανῶς ἔχων τις αὑτοῦ καὶ μετρίως διακεχυμένος, τοῦ τε σώματος αὐτοῦ[851] μαλακοῦ γεγονότος καὶ τῆς ψυχῆς παρεστώσης[852], διὰ χρόνου ποιῆται τὴν ἔντευξιν, οὔτε ταραχὴν ἀπεργάζεται μεγάλην διὰ τὸν ὄγκον οὔτʼ ἄλλο τι ὧν ἐπήγαγεν ἢ[853] ψῦξις ἢ μετάθεσις ἐξ ἕδρας ἀτόμων, φησιν Ἐπίκουρος· ἀλλὰ τῇ φύσει τὸ οἰκεῖον[854] ἀποδούς, ἑαυτὸν δέ πως ἀπογαληνίσας[855] ἀναπληρώσει, νέας ἐπιρροῆς τοῖς κενώμασι γιγνομένης. ἐκεῖνο δὲ [655c] μᾶλλον ἄξιον εὐλαβείας, τὸ σύνεγγυς ὄντα τῶν πράξεων ἀφροδισίοις χρῆσθαι, μήποτʼ[856] ἄρα μετέωρον τὸ σῶμα καὶ κεκλονημένον αἵ τε τῆς ψυχῆς φροντίδες αἵ τε περὶ τὰς χρείας πραγματεῖαι καὶ κόποι παραλαβόντες εὐθὺς ἐκτραχύνωσιν, οὐχ ἱκανὸν ἐν μέσῳ διάλειμμα τῆς φύσεως εἰς ἀνάπαυσιν λαβούσης. οὐ γὰρ πάντες, ὦ ἑταῖρε, τὴν Ἐπικούρου[857] σχολὴν καὶ ῥᾳστώνην ὑπὸ λόγου καὶ φιλοσοφίας ἄφθονον εἰς ἀεὶ παρεσκευασμένην ἔχουσι· πολλοὶ δʼ ἕκαστον ἀγῶνες ἐκδέχονται διʼ ἡμέρας, γυμνάσια [655d] δʼ ὡς ἔπος εἰπεῖν ἅπαντας· οἷς οὔτε καλὸν οὔτε συμφέρον οὕτω διακείμενον[858] τὸ σῶμα παρέχειν λυσσώσῃ συνουσίᾳ διακεχυμένον. τὸ δὲ μακάριον καὶ ἄφθαρτον ἔστω μὲν ὂν[859] οἷον αὐτῷ[860], μὴ φροντίζον[861] τῶν καθʼ ἡμᾶς· ἡμῖν δέ που νόμῳ πόλεως συνεπομένοις[862] ἐξευλαβητέον ἐστὶν εἰς θέρος ἐμβαλεῖν[863] καὶ κατάρχεσθαι θυσιῶν, ὀλίγον ἔμπροσθεν διαπεπραγμένοις τι τοιοῦτον. ὅθεν εὖ ἔχει τὸ τὴν νύκτα καὶ τὸν ὕπνον ἐν μέσῳ θεμένους καὶ ποιήσαντας ἱκανὸν διάλειμμα καὶ διάστημα καθαροὺς αὖθις ὥσπερ ἐξ ὑπαρχῆς καὶ “νέα[864] ἐφʼ ἡμέρῃ φρονέοντας” κατὰ Δημόκριτον ἀνίστασθαι.”