Pular para o conteúdo

Συμποσιακῶν προβλημάτων βιβλία

Plutarch · 6. Περὶ τῆς Ἀλεξάνδρου πολυποσίας

6. Περὶ τῆς Ἀλεξάνδρου πολυποσίας

[1.6.1] λόγος ἦν περὶ Ἀλεξάνδρου τοῦ βασιλέως, [623e] ὡς οὐ πολὺ πίνοντος ἀλλὰ πολὺν χρόνον ἐν τῷ πίνειν καὶ[200] διαλέγεσθαι τοῖς φίλοις ἕλκοντος. ἀπεδείκνυε δʼ αὐτοὺς φλυαροῦντας Φιλῖνος[201] ἐκ τῶν βασιλικῶν ἐφημερίδων, ἐν αἷς συνεχέστατα γέγραπται καὶ πλειστάκις ὅτι “τήνδε τὴν ἡμέραν ἐκ τοῦ πότου καθεύδων” ἔστι δʼ ὅτε “καὶ τὴν ἐφεξῆς·” διὸ καὶ πρὸς τὰς συνουσίας ἀργότερος ἦν ὀξὺς δὲ καὶ θυμοειδὴς ἅπερ ἐστὶ σωματικῆς θερμότητος. λέγεται δὲ καὶ τοῦ χρωτὸς ἣδιστον ἀποπνεῖν, ὥστε καταπιμπλάναι τοὺς χιτωνίσκους εὐωδίας ἀρωματιζούσης. [623f] ὃ δοκεῖ καὶ αὐτὸ θερμότητος εἶναι· διὸ καὶ τῆς οἰκουμένης οἱ ξηρότατοι καὶ θερμότατοι τόποι τὴν τε κασίαν καὶ τὸν λιβανωτὸν ἐκφέρουσι· πέψει γάρ τινι τῶν ὑγρῶν ὁ Θεόφραστός; φησιν ἐπιγίγνεσθαι τὴν εὐωδίαν, ὅταν ἐξαιρεθῇ τὸ βλαβερὸν ὑγρὸν[202] ὑπὸ θερμότητος. δοκεῖ δὲ καὶ[203] Καλλισθένης ἐν διαβολῇ[204] γενέσθαι πρὸς αὐτόν, ὡς δυσχεραίνων[205] δειπνεῖν διὰ τὸν πότον· ἐπεὶ καὶ κύλικα λεγομένην Ἀλεξάνδρου [624a] μεγάλην, ἐλθοῦσαν ἐπʼ αὐτὸν, ἀπεώσατο φήσας οὐκ ἐθέλειν Ἀλεξάνδρου πιὼν Ἀσκληπιοῦ δεῖσθαι. ταῦτα μὲν οὖν περὶ τῆς Ἀλεξάνδρου πολυποσίας.

[1.6.2] Μιθριδάτην δὲ τὸν πολεμήσαντα Ῥωμαίοις ἐν τοῖς ἀγῶσιν, οὓς ἐπετέλει, καὶ πολυφαγίας ἆθλα θεῖναι καὶ πολυποσίας φασί· νικῆσαι δʼ αὐτὸν ἀμφότερα, καὶ ὅλως πιεῖν πλεῖστον τῶν[206] καθʼ αὑτὸν ἀνθρώπων, διὸ καὶ Διόνυσον ἐπικληθῆναι. τοῦθʼ ἡμεῖς εἴπομεν ἕν τι τῶν εἰκῆ πεπιστευμένων εἶναι, τὸ περὶ τὴν αἰτίαν τῆς ἐπικλήσεως· νηπίου γὰρ ὄντος αὐτοῦ κεραυνὸς ἐπέφλεξε τὰ σπάργανα, τοῦ [624b] δὲ σώματος οὐχ ἥψατο, πλὴν ὅσον ἴχνος τι τοῦ πυρὸς ἐν τῷ μετώπῳ κρατουμένῳ[207] ὑπὸ τῆς κόμης μένειν αὐτῷ παιδί[208]· καὶ ἀνδρὸς[209] ἤδη πάλιν ἐπὶ τὸ δωμάτιον ἐμπεσὼν κεραυνὸς αὐτοῦ μὲν κατέπεσε[210] καθεύδοντος, τῆς δὲ φαρέτρας ὑποκρεμαμένης[211] διεξῆλθε τὰ βέλη πυρακτώσας. οἱ μὲν οὖν μάντεις ἀπεφήναντο πλεῖστον αὐτὸν ἰσχύσειν ἀπὸ τῆς τοξικῆς καὶ κούφης στρατιᾶς, οἱ δὲ πολλοὶ Διόνυσον αὐτὸν ἀπὸ τῶν κεραυνοβολιῶν ὁμοιότητι τοῦ πάθους προσηγόρευσαν.

[1.6.3] ἐκ τούτου περὶ τῶν πολὺ πιόντων ἦν λόγος· ἐν οἷς καὶ τὸν πύκτην Ἡρακλείδην ἐτίθεσαν, ὃν Ἡρακλοῦν Ἀλεξανδρεῖς ὑπεκορίζοντο, κατὰ τοὺς [624c] πατέρας ἡμῶν γενόμενον. οὗτος ἀπορῶν συμπότου παραμένοντος, ἐκάλει τοὺς μὲν ἐπὶ πρόπωμα[212] τοὺς δʼ ἐπʼ ἄριστον ἄλλους δʼ ἐπὶ δεῖπνον, ἐσχάτους δέ τινας ἐπὶ κῶμον· ἀπαλλαττομένων δὲ τῶν πρώτων, δεύτεροι συνῆπτον εἶτʼ ἐφεξῆς οἱ τρίτοι καὶ τέταρτοι· κἀκεῖνος οὐθὲν διάλειμμα ποιῶν ἅπασιν ἐξήρκει καὶ τοὺς τέσσαρας πότους συνδιέφερε.

[1.6.4] τῶν δὲ Δρούσῳ τῷ Τιβερίου Καίσαρος υἱῷ συμβιούντων ὁ πάντας ἐν τῷ πίνειν προτρεπόμενος[213] ἰατρὸς ἑάλω τῶν πικρῶν ἀμυγδαλῶν[214] πέντʼ ἢ ἓξ ἑκάστοτε προλαμβάνων ἕνεκα τοῦ μὴ μεθύσκεσθαι· κωλυθεὶς δὲ καὶ παραφυλαχθεὶς οὐδʼ ἐπὶ [624d] μικρὸν ἀντέσχεν. ἔνιοι μὲν οὖν ᾤοντο τὰς ἀμυγδαλίδας[215] δηκτικόν τι καὶ ῥυπτικὸν ἔχειν τῆς σαρκός, ὥστε καὶ τῶν προσώπων τὰς ἐφηλίδας ἐξαιρεῖν·[216] ὅταν οὖν προληφθῶσι, τῇ πικρότητι τοὺς πόρους ἀμύσσειν καὶ δηγμὸν ἐμποιεῖν, ὑφʼ οὗ τὸ ὑγρὸν κατασπῶσιν ἀπὸ τῆς κεφαλῆς διατμιζόμενον. ἡμῖν δὲ μᾶλλον ἡ τῆς πικρότητος ἐδόκει δύναμις ἀναξηραντικὴ καὶ δάπανος ὑγρῶν εἶναι· διὸ τῇ γεύσει πάντων ἐστὶ τῶν χυλῶν ὁ πικρὸς ἀηδέστατος· τὰ γὰρ φλέβια[217] τῆς γλώττης, ὡς ὁ Πλάτων φησί, μαλακὰ [624e] καὶ νοτερὰ[218] ὄντα, συντείνει παρὰ φύσιν ἡ τῆς ξηρότητος δύναμις[219], ἐκτηκομένων τῶν ὑγρῶν. καὶ τὰ ἕλκη τοῖς πικροῖς ἀπισχναίνουσι φαρμάκοις, ὡς ὁ ποιητής φησιν

ἐπὶ δὲ ῥίζαν βάλε πικρὴν
χερσὶ διατρίψας ὀδυνήφατον, ἣ οἱ ἁπάσας
ἔσχʼ ὀδύνας· τὸ μὲν ἕλκος ἐτέρσετο[220], παύσατο[221] δʼ αἷμα.

τὸ γὰρ τῇ γεύσει πικρὸν τῇ δυνάμει ξηραντικὸν ὀρθῶς προσηγόρευσε. φαίνεται δὲ καὶ τὰ διαπάσματα τῶν γυμνικῶν[222], οἷς ἀναρπάζουσι τοὺς ἱδρῶτας, πικρὰ τῇ γύσει καὶ στυπτικὰ ὄντα σφοδρότητι τοῦ στρυφνοῦ [624f] τὸ πικρόν[223]. “οὕτως οὖν” ἔφην “τούτων ἐχόντων, εἰκότως ἡ τῶν ἀμυγδαλῶν πικρότης βοηθεῖ πρὸς τὸν ἄκρατον, ἀναξηραίνουσα τοῦ σώματος τὰ ἐντὸς καὶ[224] οὐκ ἐῶσα πίμπλασθαι τὰς φλέβας, ὧν διατάσει φασὶ καὶ ταραχῇ συμβαίνει[225] τὸ μεθύειν. τεκμήριον δὲ τοῦ λόγου μέγα τὸ συμβαῖνον περὶ τὰς ἀλώπεκας· ἂν γὰρ ἀμυγδάλας πικρὰς φαγοῦσαι μὴ ἐπιπίωσιν[226], ἀποθνήσκουσι τῶν ὑγρῶν ἀθρόως ἐκλειπόντων.” [625a]