Pular para o conteúdo

Συμποσιακῶν προβλημάτων βιβλία

Plutarch · 5. πῶς εἴρηται τὸ ποιητὴν δʼ ἄρα Ἔρως διδάσκει

5. πῶς εἴρηται τὸ ποιητὴν δʼ ἄρα Ἔρως διδάσκει

[1.5.1] [622c] πῶς εἴρηται τὸ

ποιητὴν[165] δʼ ἄρα
ἔρως διδάσκει, κἂν ἄμουσος ᾖ τὸ πρίν

ἐζητεῖτο παρὰ Σοσσίῳ, Σαπφικῶν[166] τινων ᾀσθέντων, ὅπου καὶ τὸν Κύκλωπα “μούσαις εὐφώνοις ἰᾶσθαι”φησὶ “τὸν ἔρωτα” Φιλόξενος.[167] ἐλέχθη μὲν οὖν, ὅτι πρὸς πάντα[168] τόλμαν ὁ ἔρως καὶ καινοτομίαν συγχωρῆσαι δεινός ἐστιν, ὥσπερ καὶ Πλάτων[169] ἴτην[170] αὐτὸν [622d] καί “παντὸς ἐπιχειρητὴν[171]” ὠνόμασε· καὶ γὰρ λάλον ποιεῖ τὸν σιωπηλὸν καὶ θεραπευτικὸν τὸν αἰσχυντηλόν, ἐπιμελῆ δὲ καὶ φιλόπονον τὸν ἀμελῆ καὶ ῥᾴθυμον ὃ δʼ ἄν τις μάλιστα θαυμάσειεν, φειδωλὸς ἀνήρ τε[172] καὶ μικρολόγος ἐμπεσὼν εἰς ἔρωτα, καθάπερ εἰς πῦρ σίδηρος ἀνεθεὶς καὶ μαλαχθείς, ἁπαλὸς καὶ ὑγρὸς καὶ ἡδίων· ὥστε τουτὶ τὸ παιζόμενον μὴ πάνυ φαίνεσθαι γελοῖον, ὅτι “πράσου φύλλῳ τὸ τῶν ἐρώντων δέδεται βαλλάντιον[173]” ἐλέχθη δὲ καὶ ὅτι τῷ μεθύειν τὸ ἐρᾶν ὅμοιόν ἐστι· ποιεῖ γὰρ θερμοὺς καὶ ἱλαροὺς καὶ διακεχυμένους· γενόμενοι δὲ τοιοῦτοι πρὸς τὰς ἐπῳδοὺς καὶ ἐμμέτρους[174] μάλιστα φωνὰς [622e] ἐκφέρονται. καὶ τὸν Αἰσχύλον φασὶ τὰς τραγῳδίας πίνοντα ποιεῖν καὶ διαθερμαινόμενον. ἦν δὲ Λαμπρίας ὁ ἡμέτερος πάππος ἐν τῷ πίνειν εὑρετικώτατος αὐτὸς αὑτοῦ[175] καὶ λογιώτατος· εἰώθει δὲ λέγειν ὅτι τῷ λιβανωτῷ παραπλησίως ὑπὸ θερμότητος; ἀναθυμιᾶται. καὶ μὴν ἣδιστα τοὺς ἐρωμένους ὁρῶντες[176] οὐχ ἧττον ἡδέως ἐγκωμιάζουσιν ἢ ὁρῶσι· καὶ πρὸς πάντα λάλος ὢν ἔρως λαλίστατός ἐστιν ἐν τοῖς [622f] ἐπαίνοις. αὐτοί τε γὰρ οὕτω πεπεισμένοι τυγχάνουσι καὶ βούλονται πεπεῖσθαι πάντας, ὡς καλῶν κἀγαθῶν[177] ἐρῶντες. τοῦτο καὶ τὸν Λυδὸν ἐπῆρε Κανδαύλην[178] τῆς ἑαυτοῦ γυναικὸς ἐπισπᾶσθαι[179] θεατὴν εἰς τὸ δωμάτιον τὸν […] [180] τὴν οὐ βούλονται γὰρ ὑπʼ ἄλλων μαρτυρεῖσθαι· διὸ καὶ γράφοντες ἐγκώμια τῶν καλῶν ἐπικοσμοῦσιν αὐτὰ μέλεσι καὶ μέτροις καὶ ᾠδαῖς, ὥσπερ εἰκόνας χρυσῷ καλλωπίζοντες, ὅπως ἀκούηταί τε μᾶλλον ὑπὸ πολλῶν καὶ μνημονεύηται· καὶ γὰρ ἂν ἵππον καὶ ἀλεκτρυόνα, κἂν [623a] ἄλλο τι τοῖς ἐρωμένοις διδῶσι, καλὸν εἶναι καὶ κεκοσμημένον ἐκπρεπῶς βούλονται καὶ περιττῶς τὸ δῶρον· μάλιστα δὲ λόγον κόλακα προσφέροντες ἡδὺν ἐθέλουσι φαίνεσθαι καὶ γαῦρον καὶ περιττόν, οἷος ὁ ποιητικός ἐστιν.

[1.5.2] ὁ μέντοι Σόσσιος ἐπαινέσας ἐκείνους, εἶπεν ὡς οὐ χεῖρον ἄν τις[181] ἐπιχειρήσειεν ὁρμηθεὶς ἀφʼ ὧν Θεόφραστος εἴρηκε περὶ μουσικῆς· “καὶ γὰρ ἔναγχος” ἔφη “τὸ βιβλίον ἀνέγνων. λέγει δὲ Θεόφραστος μουσικῆς ἀρχὰς τρεῖς εἶναι, λύπην, ἡδονήν, ἐνθουσιασμόν, ὡς ἑκάστου τῶν […] [182] αὐτῶν παρατρέποντος[183] ἐκ τοῦ συνήθους καὶ παρεγκλίνοντος[184] τὴν φωνήν. αἵ τε γὰρ λῦπαι τὸ γοερὸν καὶ θρηνητικὸν [623b] ὀλισθηρὸν εἰς ᾠδὴν ἔχουσι· διὸ καὶ τοὺς ῥήτορας ἐν τοῖς ἐπιλόγοις καὶ τοὺς ὑποκριτὰς ἐν τοῖς ὀδυρμοῖς ἀτρέμα τῷ μελῳδεῖν προσάγοντας ὁρῶμεν καὶ παρεντείνοντας τὴν φωνήν. αἵ τε σφοδραὶ περιχάρειαι τῆς ψυχῆς τῶν μὲν ἐλαφροτέρων τῷ ἤθει καὶ τὸ σῶμα πᾶν ἐπαίρουσι[185] καὶ παρακαλοῦσιν εἰς ἔνρυθμον κίνησιν, ἐξαλλομένων καὶ κροτούντων εἴπερ ὀρχεῖσθαι μὴ δύνανται[186]·

μανίαι τʼ ἀλαλαὶ[187] τʼ ὀρινομένων
ῥιψαύχενι[188] σὺν κλόνῳ[189]

κατὰ Πίνδαρον. οἱ δὲ χαρίεντες ἐν τῷ πάθει τούτῳ γενόμενοι[190] τὴν φωνὴν μόνην εἰς τὸ ᾅδειν καὶ φθέγγεσθαι[191] μέτρα[192] καὶ μέλη προΐενται. μάλιστα δʼ ὁ ἐνθουσιασμὸς [623c] ἐξίστησι καὶ παρατρέπει τό τε σῶμα καὶ τὴν φωνὴν τοῦ συνήθους καὶ καθεστηκότος. ὅθεν αἵ τε βακχεῖαι[193] ῥυθμοῖς χρῶνται καὶ τὸ χρησμῳδεῖν ἐμμέτρως[194] παρέχεται[195] τοῖς ἐνθεαζομένοις· τῶν τε μαινομένων ὀλίγους ἰδεῖν ἔστιν ἄνευ μέτρου καὶ ᾠδῆς ληροῦντας. οὕτω δὲ τούτων ἐχόντων, εἰ βούλοιο καθορᾶν ὑπʼ αὐγὰς διαπτύξας τὸν ἔρωτα καὶ καταμανθάνειν, οὐκ ἂν ἄλλο πάθος εὕροις οὔτε λύπας δριμυτέρας ἔχον οὔτε σφοδροτέρας περιχαρείας οὒτε μείζονας ἐκστάσεις καὶ παραφροσύνας· ἀλλʼ ὥσπερ τὴν Σοφοκλέους[196] πόλιν ἰδεῖν ἔστιν[197] ἀνδρὸς ἐρωτικοῦ ψυχὴν “ὁμοῦ μὲν θυμιαμάτων γέμουσαν, “ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων.”” [623d] οὐδὲν οὖν ἄτοπον οὐδὲ θαυμαστόν, εἰ πάσας, ὅσαι μουσικῆς εἰσιν ἀρχαί, περιέχων ὁ ἔρως ἐν αὑτῷ[198] καὶ συνειληφώς, λύπην ἡδονὴν ἐνθουσιασμόν, τὰ τʼ ἄλλα φιλόφωνός[199] ἐστι καὶ λάλος εἴς τε ποίησιν μελῶν καὶ μέτρων, ὡς οὐδὲν ἄλλο πάθος, ἐπίφορος καὶ κατάντης.”