57. Πανθοίδου
[57.1] Πανθοίδας πρεσβεύων εἰς τὴν Ἀσίαν, ἐπιδεικνύντων αὐτῷ τεῖχος ἐχυρόν, εἶπε “νὴ τοὺς θεούς, ὦ ξένοι, καλὴ γυναικωνῖτις.”
[57.2] ἐν Ἀκαδημείᾳ [119] δὲ τῶν φιλοσόφων διαλεγομένων πολλὰ καὶ σπουδαῖα, ἐπερωτώντων δὲ τὸν Πανθοίδαν μετὰ ταῦτα τί δοκοῦσιν αὐτῷ οἱ λόγοι οὗτοι εἶναι, “τί δʼ ἄλλο” ἔφη “ἢ σπουδαῖοι; ὄφελος δʼ οὐδέν, μὴ χρωμένων ὑμῶν αὐτοῖς.”