56. Νικάνδρου
[56.1] Νίκανδρος, εἰπόντος τινὸς ὅτι κακῶς αὐτὸν λέγουσιν Ἀργεῖοι, “οὐκοῦν” ἔφη “δίκην τίνουσι τοὺς ἀγαθοὺς κακῶς λέγοντες. ”
[56.2] πυθομένου δέ τινος διὰ τί κομῶσι καὶ πωγωνοτροφοῦσιν, “ὅτι” ἔφη “πάντων κάλλιστος καὶ ἀδαπανώτατος ἀνδρὶ ὁ ἴδιος κόσμος.”
[56.3] τῶν Ἀθηναίων δὲ εἰπόντος τινὸς “λίαν ἀντέχεσθε, ὦ Νίκανδρε, τοῦ σχολάζειν”, “ἀληθίζῃ” ἔφη “ἀλλʼ οὐχ ὥσπερ ὑμεῖς ὅπως τύχοι [118] σπουδάζομεν.” [230c]