Pular para o conteúdo

Ἀποφθέγματα Λακωνικά

Plutarch · 4. Ἀγησιπόλιδος τοῦ Παυσανίου

4. Ἀγησιπόλιδος τοῦ Παυσανίου

[4.1] Ἀγησίπολις ὁ Παυσανίου, Ἀθηναίων πρὸς αὐτὸν περὶ ὧν εἶχον πρὸς ἀλλήλους ἐγκλημάτων τὴν τῶν Μεγαρέων πόλιν ἔκκλητον λαμβανόντων, “αἰσχρόν” ἔφη “ὦ Ἀθηναῖοι, τοὺς ἀφηγησαμένους τῶν Ἑλλήνων ἧσσον εἰδέναι Μεγαρέων τὸ δίκαιον.”