Pular para o conteúdo

Ἀποφθέγματα Λακωνικά

Plutarch · 3. Ἀγησιπόλιδος τοῦ Κλεομβρότου

3. Ἀγησιπόλιδος τοῦ Κλεομβρότου

[3.1] Ἀγησίπολις ὁ Κλεομβρότου, εἰπόντος τινὸς ὅτι Φίλιππος ἐν ὀλίγαις ἡμέραις Ὄλυνθον κατέσκαψε, “μὰ τοὺς θεούς” εἶπεν “ἄλλην τοιαύτην ἐν πολλαπλασίονι χρόνῳ οὐκ οἰκοδομήσει. ”

[3.2] ἄλλου δὲ εἰπόντος ὅτι μετὰ τῶν ἀκμαζόντων βασιλεύων ὡμήρευσε καὶ οὐχ οἱ παῖδες οὐδʼ αἱ γυναῖκες αὐτῶν, “δικαίως” εἶπεν “αὐτοὺς γὰρ ἡμᾶς καλῶς ἔχον ἐστὶ τὰς αὑτῶν ἁμαρτίας φέρειν.”

[3.3] βουλομένου δʼ αὐτοῦ σκύλακας οἴκοθεν μεταπέμψασθαι, ὥς τις εἶπεν “οὐκ ἔστιν ἐξαγωγὴ παρʼ [215c] αὐτῶν”, “οὐδὲ γὰρ ἀνδρῶν” ἔφη “πρόσθεν, ἀλλὰ νῦν ἐγένετο.”