Pular para o conteúdo

Ἀποφθέγματα Λακωνικά

Plutarch · 23. Βρασίδου

23. Βρασίδου

[23.1] Βρασίδας ἐν ἰσχάσι συλλαβὼν μῦν καὶ δηχθεὶς ἀφῆκεν· εἶτα πρὸς τοὺς παρόντας “οὐδὲν οὕτως” ἔφη “μικρόν ἐστιν, ὃ οὐ σῴζεται τολμῶν ἀμύνεσθαι τοὺς ἐπιχειροῦντας. ”

[23.2] ἐν δέ τινι μάχῃ διὰ τῆς ἀσπίδος ἀκοντισθεὶς καὶ τὸ δόρυ τοῦ τραύματος ἐξελκύσας αὐτῷ τούτῳ [219d] τὸν πολέμιον ἀπέκτεινε καὶ πῶς ἐτρώθη ἐρωτηθεὶς “προδούσης με” ἔφη “τῆς ἀσπίδος.”

[23.3] ἐξελθὼν δὲ ἐπὶ πόλεμον ἔγραψε τοῖς ἐφόροις “ἅσσα δηλῶμαι πράξω κατὰ πόλεμον ἢ τεθναξοῦμαι.”

[23.4] ἐπεὶ δὲ συνέβη πεσεῖν αὐτὸν ἐλευθεροῦντα τοὺς ἐπὶ Θρᾴκης Ἕλληνας, οἱ δὲ πεμφθέντες εἰς Λακεδαίμονα πρέσβεις τῇ μητρὶ αὐτοῦ Ἀργιλεωνίδι προσῆλθον πρῶτον μὲν ἠρώτησεν εἰ καλῶς ὁ Βρασίδας ἐτελεύτησεν ἐγκωμιαζόντων δὲ τῶν Θρᾳκῶν καὶ λεγόντων ὡς οὐδεὶς ἄλλος ἐστὶ τοιοῦτος, “ἀγνοεῖτε” εἶπεν “ὦ ξένοι Βρασίδας γὰρ ἦν μὲν ἀνὴρ ἀγαθός, [219e] πολλοὺς δʼ ἐκείνου κρείσσονας ἔχει ἡ Σπάρτη.”