Pular para o conteúdo

Ἀποφθέγματα Λακωνικά

Plutarch · 22. Βίαντος

22. Βίαντος

[62] [22.1]

[219c] Βίας ἐνεδρευθεὶς ὑπὸ Ἰφικράτους τοῦ Ἀθηναίων στρατηγοῦ καὶ ἐρωτώμενος ὑπὸ τῶν στρατιωτῶν τί δεῖ ποιεῖν, “τί γὰρ ἄλλο” ἔφη “ἢ ὑμᾶς μὲν σῴζεσθαι, ἐμὲ δὲ μαχόμενον ἀποθανεῖν;”