Pular para o conteúdo

Ἀποφθέγματα Λακωνικά

Plutarch · 51. Λεωνιδου τοῦ Ἀναξανδρίδα

51. Λεωνιδου τοῦ Ἀναξανδρίδα

[51.1] Λεωνίδας ὁ Ἀναξανδρίδα, ἀδελφὸς δὲ Κλεο [225a] μένους, πρός τινα εἰπόντα, “πλὴν τοῦ βασιλεύειν ἡμῶν οὐδὲν διαφέρεις,” “ἀλλʼ οὐκ ἄν,” ἔφη, “εἰ μὴ βελτίων ὑμῶν ἤμην, ἐβασίλευον.”

[51.2] τῆς δὲ γυναικὸς αὐτοῦ Γοργοῦς πυνθανομένης, ὅτε εἰς Θερμοπύλας ἐξῄει τῷ Πέρσῃ μαχούμενος, εἴ τι αὐτῇ ἐντέλλεται, ἔφη, “ἀγαθοῖς γαμεῖσθαι καὶ ἀγαθὰ τίκτειν.”

[51.3] λεγόντων δὲ τῶν ἐφόρων ὀλίγους ἄγειν αὐτὸν εἰς Θερμοπύλας, “οὐκ ἀλλὰ πλέονας,” [126] ἔφη, “πρὸς ἣν βαδίζομεν πρᾶξιν.”

[51.4] πάλιν δὲ αὐτῶν εἰπόντων, “μή τι ἕτερον διέγνωκας ποιεῖν ἢ τὰς παρόδω τὼς βαρβάρως[127] κωλύειν;” “τῷ λόγῳ,” ἔφη, “τῷ δʼ ἔργῳ ἀποθανούμενος ὑπὲρ τῶν Ἑλλήνων.”

[51.5] [225b] γενόμενος δὲ ἐν Θερμοπύλαις πρὸς τοὺς συστρατιώτας εἶπε, “λέγοντι τὸν βάρβαρον ἐγγὺς γενόμενον προΐμεν,[128] ἆμε[129] δὲ χρονοτριβέειν ἤδη γὰρ ἢ κανέομες[130] τὼς βαρβάρως ἢ αὐτοὶ τεθνάμεν μέλλομες.”

[51.6] λέγοντος δέ τινος, “ἀπὸ τῶν ὀιστευμάτων τῶν βαρβάρων οὐδὲ τὸν ἥλιον ἰδεῖν ἔστιν,” “οὐκοῦν,” ἔφη, “χάριεν, εἰ ὑπὸ σκιᾷ[131] αὐτοῖς μαχεσόμεθα.”

[51.7] ἄλλου δὲ εἰπόντος, “πάρεισιν ἐγγὺς ἡμῶν,” “οὐκοῦν,” ἔφη, “καὶ ἡμεῖς αὐτῶν ἐγγύς.”

[51.8] εἰπόντος δέ τινος “ὦ Λεωνίδα, πρὸς πολλοὺς μετʼ ὀλίγων διακινδυνεύσων οὕτω πάρει;” “εἰ μὲν οἴεσθέ με,” ἔφη, “τῷ πλήθει, οὐδὲ ἡ πᾶσα [225c] Ἑλλὰς ἀρκεῖ· βραχεῖα γὰρ μοῖρα τοῦ ἐκείνων πλήθους ἐστὶν εἰ δὲ ταῖς ἀρετ αῖς, καὶ οὗτος ὁ ἀριθμὸς ἱκανός.”

[51.9] ἄλλου δὲ τὰ αὐτὰ λέγοντος, “καὶ μήν,” εἶπεν, “πολλοὺς ἐπάγομαι ὡς ἀποθανουμένους.”

[51.10] Ξέρξου δὲ γράψαντος αὐτῷ, “ἔξεστί σοι μὴ θεομαχοῦντι, μετʼ ἐμοῦ δὲ ταττομένῳ, τῆς Ἑλλάδος μοναρχεῖν,” ἀντέγραψεν, “εἰ τὰ καλὰ τοῦ βίου ἐγίγωσκες,[132] ἀπέστης ἂν τῆς τῶν ἀλλοτρίων ἐπιθυμίας ἐμοὶ δὲ κρείττων ὁ ὑπὲρ τῆς Ἑλλάδος θάνατος τοῦ μοναρχεῖν τῶν ὁμοφύλων.”

[51.11] πάλιν δὲ τοῦ Ξέρξου γράψαντος, “πέμψον [225d] τὰ ὅπλα,” ἀντέγραψε, “μολὼν λαβέ.”

[51.12] βουλομένου δʼ αὐτοῦ ἤδη τοῖς πολεμίοις ἐπιτίθεσθαι, οἱ πολέμαρχοι πρὸς αὐτὸν ἔφασαν ὅτι δεῖ προσμένειν αὐτὸν τοὺς ἄλλους συμμάχους· “οὐ γάρ,” ἔφη, “πάρεισιν οἱ μάχεσθαι μέλλοντες; ἢ οὐκ ἴστε ὅτι μόνοι πρὸς τοὺς πολεμίους μάχονται οἱ τοὺς βασιλέας αἰδούμενοι καὶ φοβούμενοι;”ν

[51.13] τοῖς δὲ στρατιώταις παρήγγειλεν ἀριστοποιεῖσθαι ὡς ἐν Ἅιδου δειπνοποιησομένους.

[51.14] ἐρωτηθεὶς δὲ διὰ τί οἱ ἄριστοι τὸν ἔνδοξον θάνατον τῆς ἀδόξου προκρίνουσι ζωῆς, “ὅτι,” ἔφη, “τὸ μὲν τῆς φύσεως ἴδιον, τὸ δὲ αὑτῶν εἶναι νομίζουσιν” ἐν.

[51.15] [225e] τοὺς δὲ ἠιθέους βουλόμενος σῷσαι καὶ ἐπιστάμενος ἄντικρυς οὐκ ἀνεξομένους, σκυτάλας δοὺς καθʼ ἕνα αὐτῶν πρὸς τοὺς ἐφόρους ἔπεμψε. καὶ τῶν τελείων δὲ τρεῖς ἐβουλήθη διασῷσαι· οἱ δὲ συννοήσαντες οὐκ ἠνέσχοντο λαβεῖν τὰς σκυτάλας· ὧν ὁ μὲν εἶπεν, “οὐ κῆρυξ ἀλλὰ μαχητὰς ἀκολούθησα·” ὁ δὲ δεύτερος, “αὐτοῦ μένων κρέσσων ἂν εἴην·” ὁ δὲ τρίτος, “οὐχ ὕστερος τούτων, πρῶτος δὲ μαχήσομαι.”