50. Λέοντος τοῦ Ἐυρυκρατίδα
[50.1] λέων ὁ Εὐρυκρατίδα ἐρωτηθείς, ποίαν τις ἂν πόλιν οἰκήσας ἀσφαλῶς οἰκοίη, “ὅπου,” ἔφη, “μήτε πλείω μήτε ἐλάττονα κεκτήσονται οἱ ἐνοικοῦντες· καὶ ὅπου τὸ μὲν δίκαιον ἰσχύσει, τὸ δὲ ἄδικον ἀσθενὲς ἔσται. ”
[50.2] ὁρῶν δὲ τοὺς ἐν Ὀλυμπίᾳ δρομεῖς σπουδάζοντας περὶ τὴν ἄφεσιν ἵνα πλεονεκτήσωσιν, “ὅσῳ μᾶλλον,” ἔφη, “οἱ δρομεῖς σπουδάζουσι περὶ τῆς ταχυτῆτος ἢ περὶ τῆς δικαιοσύνης.”
[50.3] ἀκαίρως δέ τινος περὶ πραγμάτων οὐκ ἀχρήστων διαλεχθέντος, “ὦ ξένε,” εἶπεν, “οὐκ ἐν δέοντι χρῇ τῷ δέοντι.”