42. Ἱπποκρατίδου
[42.1] Ἱπποκρατίδας πρὸς τὸν τῆς Καρίας σατράπην ἐπιστείλαντα δι᾽ ὅ τι Λακεδαιμόνιος ἀνὴρ ἐπίβουλευόντων [222b] τινῶν συνειδὼς τὴν ἐπιβουλὴν κατεσιώπησε, καὶ προσθέντα[109] πῶς χρήσεται αὐτῷ, ἀντέγραψεν, “εἰ “μὲν μέγα τι ἀγαθὸν αὐτὸν πεποίηκας, κατάκτανε· εἰ δὲ μή, ἐκ τῆς χώρας ἔκβαλε δειλὸν πρὸς ἀρετὴν ὄντα.” ”
[42.2] ἀπαντήσαντος δέ ποτε αὐτῷ μειρακίου, ᾧ ἠκολούθει ἐραστής τις, καὶ διατραπέντος, “μετὰ τοιούτων” ἔφη “βαδίζειν δεῖ, μεθʼ ὧν ὀφθεὶς τὴν αὐτὴν χρόαν τηρήσεις.”