Pular para o conteúdo

Ἀποφθέγματα Λακωνικά

Plutarch · 41. Ιπποδαμου

41. Ιπποδαμου

[41.1] [222a] Ἱππόδαμος, ὅτε Ἆγις Ἀρχιδάμῳ παρετάττετο, συμπεμφθεὶς[106] τῷ Ἄγιδι εἰς Σπάρτην ἐκεῖ τὰς χρείας παρέχεσθαι, “ἀλλʼ οὗτος,” ἔφη, “οὔτοι καλλίω[107] θάνατον ἀποθανοῦμαι ἢ[108] ὑπὲρ Σπάρτας ἀνδραγαθῶν·” ἦν δὲ βεβιωκὼς ὑπὲρ τὰ ὀγδοήκοντα ἔτη· καὶ μετὰ ταῦτα λαβὼν τὰ ὅπλα καὶ στὰς ἐν δεξιᾷ τοῦ βασιλέως, μαχόμενος ἀποθνῄσκει.