21. Αστυκρατίδου
[21.1] Ἀστυκρατίδας, εἰπόντος τινὸς αὐτῷ μετὰ τὸ ἡττηθῆναι Ἆγιν τὸν βασιλέα ἐν τῇ πρὸς Ἀντίπατρον μάχῃ περὶ Μεγάλην πόλιν, “τί ποιήσετε, ὦ Λακεδαιμόνιοι; ἦ δουλεύσετε Μακεδόσιν;” εἶπε, “τί δέ; κωλῦσαι ἂν δύναιτο Ἀντίπατρος μαχομένους ἡμᾶς ἀποθανεῖν ὑπὲρ τῆς Σπάρτης;”