Pular para o conteúdo

Ἀποφθέγματα Λακωνικά

Plutarch · 20. Ἀρχιδάμου τοῦ Ἀγησιλάου

20. Ἀρχιδάμου τοῦ Ἀγησιλάου

[20.1] Ἀρχίδαμος ὁ Ἀγησιλάου, Φιλίππου μετὰ τὴν ἐν Χαιρωνείᾳ μάχην σκληροτέραν αὐτῷ ἐπιστολὴν [218f] γράψαντος, ἀντέγραψεν, “εἰ μετρήσαις τὴν σαυτοῦ σκιάν, οὐκ ἂν εὕροις αὐτὴν μείζονα γεγενημένην ἢ πρὶν νικᾶν.”

[20.2] ἐρωτηθεὶς δὲ πόσης χώρας κρατοῦσιν οἱ Σπαρτιᾶται, “ὅσης ἄν,” ἔφη, “τῷ δόρατι ἐφίκωνται.”

[20.3] Περιάνδρου δὲ τοῦ ἰατροῦ ἀξιολόγου κατὰ τέχνην ὄντος καὶ ἐπαινουμένου ἐς τὰ μάλιστα, φαῦλα δὲ ποιήματα γράφοντος, “τί δήποτε, ὦ Περίανδρε,” εἶπεν, “ἀντὶ χαρίεντος ἰατροῦ κακὸς ποιητὴς καλεῖσθαι ἐπιθυμεῖς;”ν

[20.4] ἐν δὲ τῷ πρὸς Φίλιππον πολέμῳ συμβουλευόντων τινῶν ὅτι πόρρω τῆς οἰκείας τὴν μάχην συνάπτειν δεῖ, “ἀλλʼ οὐ τοῦτο,” ἔφη, “ὁρᾶν δεῖ, ἀλλʼ οὗ[80] μαχόμενοι[81] κρείττονες τῶν πολεμίων ἐσόμεθα.”

[20.5] πρὸς δὲ τοὺς ἐπαινοῦντας αὐτόν, ὅτε τὴν πρὸς Ἀρκάδας μάχην ἐνίκησε, “βέλτιον ἂν ἦν, εἰ τῇ φρονήσει,” ἔφη, “αὐτοὺς ἐνικῶμεν μᾶλλον ἢ τῇ ἰσχύι.”

[20.6] [219a] ὅτε δὲ εἰς Ἀρκαδίαν ἐνέβαλε, πυθόμενος βοηθεῖν αὐτοῖς Ἠλείους ἐπέστειλεν αὐτοῖς, “Ἀρχίδαμος Ἠλείοις· καλὸν ἡσυχία.[82] ”

[20.7] τῶν δὲ συμμάχων ἐν τῷ Πελοποννησιακῷ πολέμῳ ἐπιζητούντων πόσα χρήματα ἀρκέσει, καὶ ἀξιούντων ὁρίσαι τοὺς φόρους, “ὁ πόλεμος,” ἔφη, “οὐ τεταγμένα σιτεῖται.[83] ”

[20.8] καταπελτικὸν δὲ ἰδὼν βέλος τότε πρῶτον ἐκ Σικελίας κομισθὲν ἀνεβόησεν, “Ἡράκλεις, ἀπόλωλεν ἀνδρὸς ἁρετά.”

[20.9] ἐπεὶ δὲ οὐκ ἐβούλοντο Ἕλληνες πείθεσθαι αὐτῷ καὶ λῦσαι τὰς πρὸς Ἀντίπατρον[84] καὶ Κρατερὸν [219b] τοὺς Μακεδόνας ὁμολογίας καὶ ἐλεύθεροι εἶναι, ὡς χαλεπωτέρων ἐσομένων Λακεδαιμονίων ἢ Μακεδόνων, εἶπε, “πρόβατον μὲν ἀεὶ τὴν αὐτὴν φθέγγεται φωνήν, ἄνθρωπος δὲ πολλὰς καὶ ποικίλας, ἕως ἂν τὸ δόξαν ἐπιτελέσῃ.”