46. Τιμοθέου
[46.1] Τιμόθεος εὐτυχὴς ἐνομίζετο στρατηγὸς εἶναι· καὶ φθονοῦντες αὐτῷ τινες ἐζωγράφουν τὰς πόλεις εἰς [187c] κύρτον αὐτομάτως ἐκείνου καθεύδοντος ἐνδυομένας· ἔλεγεν οὖν ὁ Τιμόθεος “εἰ τηλικαύτας πόλεις λαμβάνω καθεύδων, τί με οἴεσθε ποιήσειν ἐγρηγορότα;”
[46.2] τῶν δὲ τολμηρῶν στρατηγῶν τινος τραῦμα τοῖς Ἀθηναίοις δεικνύντος, “ἐγὼ δέ” εἶπεν “ᾐσχύνθην ὅτι μου στρατηγοῦντος ὑμῶν ἐν Σάμῳ καταπελτικὸν βέλος ἐγγὺς ἔπεσε.”
[46.3] τῶν δὲ ῥητόρων τὸν Χάρητα προαγόντων καὶ τοιοῦτον ἀξιούντων εἶναι τὸν Ἀθηναίων στρατηγόν, “οὐ τὸν στρατηγόν” εἶπεν ὁ Τιμόθεος “ἀλλὰ τὸν τῷ στρατηγῷ τὰ στρώματα κομίζοντα.”