45. Ἰφικράτους
[45.1] Ἰφικράτης, δοκῶν υἱὸς εἶναι σκυτοτόμου, κατεφρονεῖτο· [187a] δόξαν δὲ τότε πρῶτον ἔσχε, ὅτε τραυματίας [37] πολέμιον ἄνδρα μετὰ τῶν ὅπλων ζῶντα συναρπάσας εἰς τὴν ἑαυτοῦ τριήρη μετήνεγκεν.
[45.2] ἐν δὲ φιλίᾳ καὶ συμμάχῳ χώρᾳ στρατοπεδεύων καὶ χάρακα βαλλόμενος καὶ τάφρον ὀρύττων ἐπιμελῶς πρὸς τὸν εἰπόντα “τί γὰρ φοβούμεθα;” χειρίστην ἔφησε στρατηγοῦ φωνὴν εἶναι τὴν “οὐκ ἂν προσεδόκησα”
[45.3] παραταττόμενος δὲ τοῖς βαρβάροις ἔφη δεδιέναι, μὴ τὸν Ἰφικράτην οὐκ ἴσασιν, ᾧ καταπλήττεται τοὺς ἄλλους πολεμίους.
[45.4] κρινόμενος δὲ θανάτου, πρὸς τὸν συκοφάντην [187b] “οἷα ποιεῖς, ὦ ἄνθρωπε” εἶπε “πολέμου περιεστῶτος, τὴν πόλιν περὶ ἐμοῦ πείθων βουλεύεσθαι καὶ μὴ μετʼ ἐμοῦ. ”
[45.5] πρὸς δὲ Ἁρμόδιον, τὸν τοῦ παλαιοῦ Ἁρμοδίου ἀπόγονον, εἰς δυσγένειαν αὐτῷ λοιδορούμενον ἔφη “τὸ μὲν ἐμὸν ἀπʼ ἐμοῦ γένος ἄρχεται, τὸ δὲ σὸν ἐν σοὶ παύεται.”
[45.6] ῥήτορος δέ τινος ἐπερωτῶντος αὐτὸν ἐν ἐκκλησίᾳ “τίς ὢν μέγα φρονεῖς; πότερον ἱππεὺς [38] ἢ ὁπλίτης ἢ τοξότης ἢ πελταστής;” [39] “οὐδείς” ἔφη “τούτων, ἀλλʼ ὁ πᾶσι τούτοις ἐπιστάμενος ἐπιτάττειν.”