41. Ἀριστείδου
[41.1] Ἀριστείδης δὲ ὁ δίκαιος ἀεὶ καθʼ αὑτὸν ἐπολιτεύετο καὶ τὰς ἑταιρείας ἔφευγεν, ὡς τῆς ἀπὸ τῶν φίλων δυνάμεως ἀδικεῖν ἐπαιρούσης
[41.2] ἐπεὶ δὲ τῶν Ἀθηναίων ὁρμωμένων ἐπὶ τὸν ἐξοστρακισμὸν ἄνθρωπος ἀγράμματος καὶ ἄγροικος ὄστρακον ἔχων προσῆλθεν αὐτῷ κελεύων ἐγγράψαι τὸ ὄνομα τοῦ Ἀριστείδου, “γινώσκεις γάρ” ἔφη “τὸν [186b] Ἀριστείδην;” τοῦ δὲ ἀνθρώπου γινώσκειν μὲν οὐ φήσαντος, ἄχθεσθαι δὲ τῇ τοῦ δικαίου προσηγορίᾳ, σιωπήσας ἐνέγραψε τὸ ὄνομα τῷ ὀστράκῳ καὶ ἀπέδωκεν.
[41.3] ἐχθρὸς δὲ ὢν τοῦ Θεμιστοκλέους καὶ πρεσβευτὴς ἐκπεμφθεὶς σὺν αὐτῷ “βούλει” φησὶν “ὦ Θεμιστόκλεις ἐπὶ τῶν ὅρων τὴν ἔχθραν ἀπολίπωμεν; ἂν γὰρ δοκῇ, πάλιν αὐτὴν ἐπανιόντες ληψόμεθα.”
[41.4] τάξας δὲ τοὺς φόρους τοῖς Ἕλλησι τοσούτῳ πτωχότερος ἐπανῆλθεν,. ὅσον εἰς τὴν ἀποδημίαν ἀνήλωσεν.
[41.5] Αἰσχύλου [35] δὲ ποιήσαντος εἰς Ἀμφιάραον
οὐ γὰρ δοκεῖν ἄριστος ἀλλʼ εἶναι θέλει,
βαθεῖαν ἄλοκα διὰ φρενὸς καρπούμενος, [186c]
ἐξ ἧς τὰ κεδνὰ βλαστάνει βουλεύματα·
καὶ λεγομένων τούτων, πάντες εἰς Ἀριστείδην ἀπέβλεψαν.