40. Μυρωνίδου
[40.1] Μυρωνίδης παρήγγειλεν ἔξοδον Ἀθηναίοις ἐπὶ Βοιωτοὺς στρατεύων ἐνστάσης δὲ τῆς ὥρας καὶ τῶν [186a] λοχαγῶν λεγόντων μηδέπω πάντας παρεῖναι, “πάρεισιν” εἶπεν “οἱ μέλλοντες μάχεσθαι·” καὶ χρησάμενος αὐτοῖς προθύμοις ἐνίκησε τοὺς πολεμίους.