33. Ἀντιπάτρου
[33.1] [183f] Ἀντίπατρος ἀκούσας τὴν Παρμενίωνος ὑπὸ Ἀλεξάνδρου τελευτὴν “εἰ μὲν ἐπεβούλευσεν” Ἀλεξάνδρῳ Παρμενίων εἶπε “τίνι πιστευτέον; εἰ δὲ μή, τί πρακτέον;”
[33.2] Δημάδου δὲ τοῦ ῥήτορος ἤδη πρεσβύτου γεγονότος, ἔφη καθάπερ ἱερείου διαπεπραγμένου καταλείπεσθαι μόνην τὴν γαστέρα καὶ τὴν γλῶτταν.