Pular para o conteúdo

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Plutarch · 32. Λυσιμάχου

32. Λυσιμάχου

[32.1] Λυσίμαχος ἐν Θρᾴκῃ κρατηθεὶς ὑπὸ Δρομιχαίτου καὶ διὰ δίψαν ἑαυτὸν καὶ τὸ στράτευμα παραδούς, ὡς ἔπιεν αἰχμάλωτος γενόμενος, “ὦ θεοί” εἶπεν “ὡς μικρᾶς ἡδονῆς ἕνεκα δοῦλον ἐμαυτὸν ἐκ βασιλέως πεποίηκα.”

[32.2] πρὸς δὲ Φιλιππίδην τὸν κωμῳδιοποιὸν [26] φίλον ὄντα καὶ συνήθη “τίνος σοι” εἶπε “τῶν ἐμῶν μεταδῶ;” κἀκεῖνος “οὗ βούλει πλὴν τῶν ἀπορρήτων.”