Pular para o conteúdo

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Plutarch · 55. Τηλέκλου

55. Τηλέκλου

[55.1] [190a] Τήλεκλος ὁ βασιλεὺς πρὸς τὸν ἀδελφὸν ἐγκαλοῦντα τοῖς πολίταις ὡς ἀγνωμονέστερον αὐτῷ προσφερομένοις ἢ ἐκείνῳ, “σὺ γάρ,” εἶπεν, “οὐκ οἶδας ἀδικεῖσθαι.”