Pular para o conteúdo

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Plutarch · 54. Χαρίλλου

54. Χαρίλλου

[54.1] Χάριλλος ὁ βασιλεὺς ἐρωτηθεὶς διὰ τί νόμους ὀλίγους οὕτω Λυκοῦργος ἔθηκεν, ἀπεκρίνατο τοὺς χρωμένους ὀλίγοις λόγοις μὴ δεῖσθαι νόμων πολλῶν.

[54.2] τῶν δὲ εἱλώτων τινὸς θρασύτερον αὐτῷ προσφερομένου, “ναὶ[65] τὼ σιώ,” εἶπε, “κατέκτανον ἄν τυ, αἰ[66] μὴ ὠργιζόμαν.”

[54.3] πρὸς δὲ τὸν πυθόμενον διὰ τί κομῶσιν εἶπεν ὅτι τῶν κόσμων ἀδαπανώτατος οὗτός ἐστι.