Pular para o conteúdo

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Plutarch · 46. Τιμοθέου

46. Τιμοθέου

[46.1] Τιμόθεος εὐτυχὴς ἐνομίζετο στρατηγὸς εἶναι καὶ φθονοῦντες αὐτῷ τινες ἐζῳγράφουν τὰς πόλεις [187c] εἰς κύρτον αὐτομάτως ἐκείνου καθεύδοντος ἐνδυομένας· ἔλεγεν οὖν ὁ Τιμόθεος, “εἰ τηλικαύτας πόλεις λαμβάνω καθεύδων, τί με οἴεσθε ποιήσειν ἐγρηγορότα;”

[46.2] τῶν δὲ τολμηρῶν στρατηγῶν τινος τραῦμα τοῖς Ἀθηναίοις δεικνύντος, “ἐγὼ δέ,” εἶπεν, “ᾐσχύνθην ὅτι μου στρατηγοῦντος ὑμῶν ἐν Σάμῳ καταπελτικὸν βέλος ἐγγὺς ἔπεσε.”

[46.3] τῶν δὲ ῥητόρων τὸν Χάρητα προαγόντων καὶ τοιοῦτον ἀξιούντων εἶναι τὸν Ἀθηναίων στρατηγόν, “οὐ τὸν στρατηγόν,” εἶπεν ὁ Τιμόθεος, “ἀλλὰ τὸν τῷ στρατηγῷ τὰ στρώματα κομίζοντα.”