45. Ἰφικράτους
[45.1] Ἰφικράτης, δοκῶν υἱὸς εἶναι σκυτοτόμου, [187a] κατεφρονεῖτο· δόξαν δὲ τότε πρῶτον ἔσχεν ὅτε τραυματίας[56] πολέμιον ἄνδρα μετὰ τῶν ὅπλων ζῶντα συναρπάσας εἰς τὴν ἑαυτοῦ τριήρη μετήνεγκεν.
[45.2] ἐν δὲ φιλίᾳ καὶ συμμάχῳ χώρᾳ στρατοπεδεύων καὶ χάρακα βαλλόμενος καὶ τάφρον ὀρύττων ἐπιμελῶς πρὸς τὸν εἰπόντα “τί γὰρ φοβούμεθα;” χειρίστην ἔφησε στρατηγοῦ φωνὴν εἶναι τὴν “οὐκ ἂν προσεδόκησα.”
[45.3] παραταττόμενος δὲ τοῖς βαρβάροις ἔφη δεδιέναι μὴ τὸν Ἰφικράτην οὐκ ἴσασιν, ᾧ καταπλήττεται τοὺς ἄλλους πολεμίους.
[45.4] κρινόμενος δὲ θανάτου, πρὸς τὸν συκοφάντην [187b], “οἷα ποιεῖς, ὦ ἄνθρωπε,” εἶπε, “πολέμου περιεστῶτος, τὴν πόλιν περὶ ἐμοῦ πείθων βουλεύεσθαι καὶ μὴ μετʼ ἐμοῦ.”
[45.5] πρὸς δὲ Ἁρμόδιον τὸν τοῦ παλαιοῦ Ἁρμοδίου ἀπόγονον, εἰς δυσγένειαν αὐτῷ λοιδορούμενον, ἔφη, “τὸ μὲν ἐμὸν ἀπʼ ἐμοῦ γένος ἄρχεται, τὸ δὲ σὸν ἐν σοὶ παύεται.”
[45.6] ῥήτορος δέ τινος ἐπερωτῶντος αὐτὸν ἐν ἐκκλησίᾳ, “τίς ὢν μέγα φρονεῖς; πότερον ἱππεὺς ἢ ὁπλίτης[57] ἢ τοξότης ἢ πελταστής[58];” “οὐδείς,” ἔφη, “τούτων, ἀλλʼ ὁ πᾶσι τούτοις ἐπιστάμενος ἐπιτάττειν.”