4. Σεμιράμιδος
[4.1] Σεμίραμις δὲ ἑαυτῇ κατασκευάσασα τάφον ἐπέγραψεν [173b], “ὅστις ἂν χρημάτων δεηθῇ βασιλεύς, διελόντα τὸ μνημεῖον ὅσα βούλεται λαβεῖν.” Δαρεῖος οὖν διελὼν χρήματα μὲν οὐχ εὗρε, γράμμασι δὲ ἑτέροις ἐνέτυχε τάδε φράζουσιν, “εἰ μὴ κακὸς ἦσθʼ[4] ἀνὴρ καὶ χρημάτων ἄπληστος, οὐκ ἂν νεκρῶν θήκας ἐκίνεις.”