Pular para o conteúdo

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Plutarch · 3. Δαρείου

3. Δαρείου

[3.1] Δαρεῖος ὁ Ξέρξου πατὴρ ἑαυτὸν ἐγκωμιάζων ἔλεγεν ἐν ταῖς μάχαις καὶ παρὰ τὰ δεινὰ γίγνεσθαι φρονιμώτερος.

[3.2] τοὺς δὲ φόρους τοῖς ὑπηκόοις τάξας μετεπέμψατο τοὺς πρώτους τῶν ἐπαρχιῶν καὶ περὶ τῶν φόρων ἠρώτησε, μὴ βαρεῖς εἰσι· φησάντων δὲ μετρίως ἔχειν ἐκέλευσε τελεῖν τοὺς ἡμίσεις [173a] ἕκαστον.

[3.3] ῥοιὰν δὲ μεγάλην ἀνοίξας, πυθομένου τινὸς τί ἂν ἔχειν βούλοιτο τοσοῦτον ὅσον ἐστὶ τῶν κόκκων τὸ πλῆθος, εἶπε, Ζωπύρους· ἦν δὲ ἀνὴρ ἀγαθὸς καὶ φίλος ὁ Ζώπυρος.

[3.4] ἐπεὶ δὲ αὐτὸς ἑαυτὸν αἰκισάμενος ὁ Ζώπυρος καὶ τὴν ῥῖνα καὶ τὰ ὦτα περικόψας ἐξηπάτησε Βαβυλωνίους καὶ πιστευθεὶς ὑπʼ αὐτῶν παρέδωκε Δαρείῳ τὴν πόλιν, πολλάκις ὁ Δαρεῖος εἶπεν οὐκ ἂν ἐθελῆσαι λαβεῖν ἑκατὸν Βαβυλῶνας ἐπὶ τῷ μὴ Ζώπυρον ἔχειν ὁλόκληρον.