Pular para o conteúdo

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Plutarch · 33. Ἀντιπάτρου

33. Ἀντιπάτρου

[183f]

[33.1] Ἀντίπατρος ἀκούσας τὴν Παρμενίωνος ὑπὸ Ἀλεξάνδρου τελευτήν, “εἰ μὲν ἐπεβούλευσεν” Ἀλεξάνδρῳ Παρμενίων, εἶπε, “τίνι πιστευτέον; εἰ δὲ μή, τί πρακτέον;”

[33.2] Δημάδου δὲ τοῦ ῥήτορος ἤδη πρεσβύτου γεγονότος ἔφη καθάπερ ἱερείου διαπεπραγμένου καταλείπεσθαι μόνην τὴν γαστέρα καὶ τὴν γλῶτταν.