Pular para o conteúdo

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Plutarch · 32. Λυσιμάχου

32. Λυσιμάχου

[183e]

[32.1] Λυσίμαχος ἐν Θρᾴκῃ κρατηθεὶς ὑπὸ Δρομιχαίτου καὶ διὰ δίψαν ἑαυτὸν καὶ τὸ στράτευμα παραδούς, ὡς ἔπιεν αἰχμάλωτος γενόμενος, “ὦ θεοί,” εἶπεν, “ὡς μικρᾶς ἡδονῆς ἕνεκα δοῦλον ἐμαυτὸν ἐκ βασιλέως ʼπεποίηκα.”

[32.2] πρὸς δὲ Φιλιππίδην τὸν κωμῳδιοποιὸν[40] φίλον ὄντα καὶ συνήθη, “τίνος σοι,” εἶπε, “τῶν ἐμῶν μεταδῶ;” κἀκεῖνος, “οὗ βούλει, πλὴν τῶν ἀπορρήτων.”