ἀλλὰ πρῶτον μὲν εὐπροσήγορος καὶ κοινὸς ὢν πελάσαι καὶ προσελθεῖν ἅπασιν, οἰκίαν τε παρέχων ἄκλειστον ὡς λιμένα φύξιμον ἀεὶ τοῖς χρῄζουσι, καὶ τὸ κηδεμονικὸν καὶ φιλάνθρωπον οὐ χρείαις οὐδὲ πράξεσι μόνον ἀλλὰ καὶ τῷ συναλγεῖν πταίουσι [823b] καὶ κατορθοῦσι συγχαίρειν ἐπιδεικνύμενος οὐδαμῆ δὲ λυπηρὸς οὐδʼ ἐνοχλῶν οἰκετῶν πλήθει περὶ λουτρὸν ἢ καταλήψεσι τόπων ἐν θεάτροις οὐδὲ τοῖς εἰς τρυφὴν καὶ πολυτέλειαν ἐπιφθόνοις παράσημος[193]· ἀλλʼ ἴσος καὶ ὁμαλὸς ἐσθῆτι καὶ διαίτῃ καὶ τροφαῖς παίδων καὶ θεραπείᾳ γυναικός, οἷον ὁμοδημεῖν καὶ συνανθρωπεῖν τοῖς πολλοῖς βουλόμενος. ἔπειτα σύμβουλον εὔνουν καὶ συνήγορον ἄμισθον καὶ διαλλακτὴν εὐμενῆ πρὸς γυναῖκας ἀνδρῶν καὶ φίλων πρὸς ἀλλήλους παρέχων ἑαυτὸν οὐ μικρὸν ἡμέρας μέρος ἐπὶ τοῦ βήματος ἢ τοῦ λογείου πολιτευόμενος, εἶτʼ ἤδη πάντα τὸν ἄλλον βίον [823c]
ἕλκων ἐφʼ αὑτὸν[194] ὥστε καικίας νέφη
τὰς χρείας καὶ τὰς οἰκονομίας πανταχόθεν ἀλλὰ δημοσιεύων ἀεὶ ταῖς φροντίσι, καὶ τὴν πολιτείαν βίον καὶ πρᾶξιν οὐκ ἀσχολίαν ὥσπερ οἱ πολλοὶ καὶ λειτουργίαν ἡγούμενος, πᾶσι τούτοις καὶ τοῖς τοιούτοις ἐπιστρέφει καὶ προσάγεται τοὺς πολλούς, νόθα καὶ κίβδηλα τὰ τῶν ἄλλων θωπεύματα καὶ δελεάσματα πρὸς τὴν τούτου κηδεμονίαν καὶ φρόνησιν ὁρῶντας. οἱ μὲν γὰρ Δημητρίου κόλακες οὐκ ἠξίουν βασιλεῖς τοὺς ἄλλους προσαγορεύειν, ἀλλὰ τὸν μὲν Σέλευκον ἐλεφαντάρχην τὸν δὲ Λυσίμαχον γαζοφύλακα [823d] τὸν δὲ Πτολεμαῖον ναύαρχον ἐκάλουν, τὸν δʼ Ἀγαθοκλέα νησιάρχην· οἱ δὲ πολλοί, κἂν ἐν ἀρχῇ τὸν ἀγαθὸν καὶ φρόνιμον ἀπορρίψωσιν, ὕστερον καταμανθάνοντες τὴν ἀλήθειαν αὐτοῦ καὶ τὸ ἦθος τοῦτον ἡγοῦνται μόνον πολιτικὸν καὶ δημοτικὸν καὶ ἄρχοντα, τῶν δʼ ἄλλων τὸν μὲν χορηγὸν τὸν δʼ ἑστιάτορα τὸν δὲ γυμνασίαρχον καὶ νομίζουσι καὶ καλοῦσιν. εἶθʼ ὥσπερ ἐν τοῖς συμποσίοις; Καλλίου δαπανῶντος ἢ Ἀλκιβιάδου, Σωκράτης ἀκούεται καὶ πρὸς Σωκράτην πάντες ἀποβλέπουσιν, οὕτως ἐν ταῖς [823e] ὑγιαινούσαις πόλεσιν Ἰσμηνίας μὲν ἐπιδίδωσι καὶ δειπνίζει Λίχας καὶ χορηγεῖ Νικήρατος, Ἐπαμεινώνδας δὲ καὶ Ἀριστείδης καὶ Λύσανδρος καὶ ἄρχουσι[195] καὶ πολιτεύονται καὶ στρατηγοῦσι. πρὸς ἃ χρὴ βλέποντα μὴ ταπεινοῦσθαι μηδʼ ἐκπεπλῆχθαι τὴν ἐκ θεάτρων καὶ ὀπτανείων καὶ πολυανδρίων προσισταμένην[196] τοῖς ὄχλοις δόξαν, ὡς ὀλίγον χρόνον ἐπιζῶσαν καὶ τοῖς μονομάχοις καὶ ταῖς σκηναῖς ὁμοῦ συνδιαλυομένην, ἔντιμον δὲ μηδὲν μηδὲ σεμνὸν ἔχουσαν. [823f]