Pular para o conteúdo

Πολιτικὰ παραγγέλματα

Plutarch · Parte 31

[31] ἂν δʼ τὰ τῆς οὐσίας μέτρια καὶ κέντρῳ καὶ διαστήματι περιγραφόμενα πρὸς τὴν χρείαν, οὔτʼ ἀγεννὲς οὔτε ταπεινὸν οὐδέν ἐστι πενίαν ὁμολογοῦντα ταῖς τῶν ἐχόντων ἐξίστασθαι φιλοτιμίαις, καὶ μὴ δανειζόμενον οἰκτρὸν ἅμα καὶ καταγέλαστον εἶναι περὶ τὰς λειτουργίας· οὐ γὰρ λανθάνουσιν ἐξασθενοῦντες ἢ φίλοις ἐνοχλοῦντες ἢ θωπεύοντες δανειστάς, ὥστε μὴ δόξαν αὐτοῖς μηδʼ ἰσχὺν ἀλλὰ μᾶλλον αἰσχύνην καὶ καταφρόνησιν ἀπὸ τῶν τοιούτων [822e] ἀναλωμάτων ὑπάρχειν. διὸ χρήσιμον ἀεὶ πρὸς τὰ, τοιαῦτα μεμνῆσθαι τοῦ Λαμάχου καὶ τοῦ Φωκίωνος· οὗτος μὲν γάρ, ἀξιούντων αὐτὸν ἐν θυσίᾳ τῶν Ἀθηναίων ἐπιδοῦναι καὶ κροτούντων πολλάκις “αἰσχυνοίμην ἄν” εἶπεν “ὑμῖν μὲν ἐπιδιδοὺς Καλλικλεῖ δὲ τούτῳ μὴ ἀποδιδούς,” δείξας τὸν δανειστήν. Λάμαχος δʼ ἐν τοῖς τῆς στρατηγίας ἀεὶ προσέγραφεν ἀπολογισμοῖς ἀργύριον εἰς κρηπῖδας αὑτῷ καὶ ἱμάτιον· Ἕρμωνι δὲ Θεσσαλοὶ φεύγοντι τὴν ἀρχὴν ὑπὸ πενίας ἐψηφίσαντο λάγυνον οἴνου κατὰ μῆνα διδόναι καὶ μέδιμνον ἀλφίτων ἀφʼ ἑκάστης τετράδος. οὕτως οὔτʼ ἀγεννές ἐστι πενίαν ὁμολογεῖν, [822f] οὔτε λείπονται πρὸς δύναμιν ἐν πόλεσι τῶν ἑστιώντων καὶ χορηγούντων οἱ πένητες, ἂν παρρησίαν ἀπʼ ἀρετῆς καὶ πίστιν ἔχωσι. δεῖ δὴ μάλιστα κρατεῖν ἑαυτῶν ἐν τοῖς τοιούτοις καὶ μήτʼ εἰς πεδία καταβαίνειν πεζὸν ἱππεῦσι μαχούμενον μήτʼ ἐπὶ στάδια δόξης καὶ δυναστείας διαγωνιζόμενον ἀλλʼ ἀπʼ ἀρετῆς καὶ φρονήματος ἀεὶ μετὰ λόγου πειρωμένοις ἄγειν τὴν πόλιν[191], οἷς οὐ μόνον τὸ καλὸν καὶ τὸ [823a] σεμνὸν ἀλλὰ καὶ τὸ κεχαρισμένον καὶ ἀγωγὸν ἔνεστι “Κροισείων αἱρετώτερον στατήρων,”[192] οὐ γὰρ αὐθάδης οὐδʼ ἐπαχθὴς ὁ χρηστὸς οὐδʼ αὐθέκαστός ἐστιν ὁ σώφρων ἀνὴρ καὶ

στείχει πολίταις ὄμμʼ ἔχων ἰδεῖν πικρόν