Pular para o conteúdo

Περὶ φιλαδελφίας

Plutarch · Parte 485

ταῦτα τοίνυν ὁ δοκῶν πλέον ἒχειν ἐν ἄλλοις, ἂν [485b] μὴ κολούῃ μηδʼ ἐπικρύπτῃ μηδὲ πάντων ὥσπερ ἐν ἀγῶνι τὸν ἀδελφὸν ἐξωθῇ τῶν πρωτείων, ἀλλʼ ἀνθυπείκῃ καὶ ἀποφαίνῃ πρὸς πολλὰ βελτίω καὶ χρησιμώτερον ἐκεῖνον, ὑφαιρῶν ἀεὶ τοῦ φθόνου τὴν πρόφασιν ὥσπερ ὕλην τοῦ πυρὸς ἀποσβέσει, μᾶλλον δʼ ὅλως οὐκ ἐάσει λαβεῖν γένεσιν οὐδὲ σύστασιν. ὁ δὲ καὶ συνεργόν, ἐν οἷς δοκεῖ κρείττων αὐτὸς εἶναι, ποιούμενος τὸν ἀδελφὸν ἀεὶ καὶ σύμβουλον, οἷον ἐν δίκαις ῥητορικὸς ὤν, ἐν ἀρχαῖς πολιτευόμενος, ἐν πράξεσι φιλικαῖς·[67] συνελόντι δʼ εἰπεῖν, μηδενὸς ἀξιολόγου [485c] καὶ τιμὴν φέροντος ἔργου περιορῶν ἀπολειπόμενον, ἀλλὰ τῶν καλῶν πάντων κοινωνὸν ἀποφαίνων καὶ χρώμενος παρόντι καὶ περιμένων ἀπόντα, καὶ ὅλως συνεμφαίνων ὅτι πρακτικὸς μὲν οὐχ ἧττον αὐτοῦ παραχωρητικὸς δὲ μᾶλλόν ἐστι δόξης; καὶ δυνάμεως, οὐθὲν ἑαυτοῦ παραιρούμενος ἐκείνῳ μεγάλα προστίθησι.