Pular para o conteúdo

Περὶ φιλαδελφίας

Plutarch · Parte 13

[13] ἔτι τοίνυν ὥσπερ ἐγγίγνονται ταῖς φύσεσι καὶ ταῖς τύχαις τῶν ἀδελφῶν ἀνισότητες, οὕτως ἐν πᾶσι καὶ πάντως ὑπερέχειν τὸν ἕτερον ἀδύνατόν ἐστι. τὰ μὲν γὰρ στοιχεῖά φασιν ἐκ μιᾶς ὕλης γεγονέναι, [485a] τὰς ἐναντιωτάτας ἔχοντα δυνάμεις· δυεῖν δʼ ἀδελφῶν· ἐκ μιᾶς μητρὸς καὶ πατρὸς ταὐτοῦ γεγονότων, οὐθεὶς ἑώρακε τὸν μὲν ὡς τὸν[64] ἐκ τῆς Στοᾶς σοφόν, ὁμοῦ καλὸν εὔχαριν ἐλευθέριον ἔντιμον πλούσιον δεινὸν εἰπεῖν πολυμαθῆ[65] φιλάνθρωπον τὸν δʼ ἕτερον αἰσχρὸν ἄχαριν ἀνελεύθερον ἄτιμον ἄπορον ἀσθενῆ περὶ λόγον ἀμαθῆ μισάνθρωπον ἀλλʼ ἔνεστιν ἁμωσγέπως καὶ τοῖς ἀδοξοτέροις καὶ ταπεινοτέροις μοῖρά τις χάριτος ἢ δυνάμεως ἢ πρός τι καλὸν εὐφυΐας,

ὡς ἀνʼ ἐχινόποδας καὶ ἀνὰ τρηχεῖαν ὄνωνιν[66]
φύονται μαλακῶν ἄνθεα λευκοΐων.