Pular para o conteúdo

Περὶ φιλαδελφίας

Plutarch · Parte 479

σκιαὶ[11] γάρ εἰσιν ὄντως αἱ πολλαὶ φιλίαι καὶ μιμήματα [479d] καὶ εἴδωλα τῆς πρώτης ἐκείνης, ἣν παισί τε πρὸς γονεῖς ἡ φύσις ἀδελφοῖς τε πρὸς ἀδελφοὺς ἐμπεποίηκε, κἀκείνην ὁ μὴ σεβόμενος μηδὲ τιμῶν ἆρά τίνα[12] πίστιν εὐνοίας τοῖς ἀλλοτρίοις δίδωσιν; ἢ ποῖὸς τίς ἐστιν ὁ τὸν ἑταῖρον ἐν φιλοφροσύναις καὶ γράμμασιν ἀδελφὸν προσαγορεύων, τῷ δʼ ἀδελφῷ μηδὲ τὴν αὐτὴν ὁδὸν οἰόμενος; δεῖν βαδίζειν; ὡς γὰρ εἰκόνα κοσμεῖν ἀδελφοῦ τὸ δὲ σῶμα τύπτειν καὶ ἀκρωτηριάζειν μανικόν, οὕτω τοὔνομα σέβεσθαι καὶ τιμᾶν ἐν ἑτέροις αὐτὸν δὲ μισεῖν καὶ φεύγειν οὐχ ὑγιαίνοντός ἐστιν, οὐδʼ ἐν νῷ πώποτε τὴν φύσιν [479e] ὡς ἁγιώτατον καὶ μέγιστον ἱερὸν λαβόντος.