[3] ὁ μὲν οὖν Ἀρκαδικὸς μάντις ἀναγκαίως[6] πόδα ξύλινον προσεποιήσατο καθʼ Ἡρόδοτον,[7] τοῦ οἰκείου στερηθείς· ἀδελφὸς δὲ πολεμῶν ἀδελφῷ καὶ ὀθνεῖον ἐξ ἀγορᾶς ἢ παλαίστρας ἑταῖρον οὐθὲν ἔοικεν ἄλλο ποιεῖν ἢ σάρκινον καὶ συμφυὲς; ἑκουσίως ἀποκόψας μέλος ἀλλότριον προστρίβεσθαι[8] καὶ [479c] προσαρμόττειν. αὐτὴ γὰρ ἡ προσδεχομένη καὶ ζητοῦσα φιλίαν καὶ ὁμιλίαν χρεία διδάσκει τὸ συγγενὲς τιμᾶν καὶ περιέπειν καὶ διαφυλάττειν, ὡς ἀφίλους καὶ ἀμίκτους καὶ μονοτρόπους ζῆν μὴ δυναμένους μηδὲ πεφυκότας. ὅθεν ὁ Μένανδρος[9] ὀρθῶς
οὐκ ἐκ πότων καὶ τῆς καθʼ ἡμέραν τρυφῆς
ζητοῦμεν ᾧ πιστεύσομεν τὰ τοῦ βίου ʽ φησἴ,
πάτερ;[10] οὐ περιττὸν οἴετʼ ἐξευρηκέναι
ἀγαθὸν ἕκαστος, ἂν ἔχῃ φίλου σκιάν;