[413] “πότερον οὖν ἰταμοῦ μὲν ἤθους καὶ ἀκολάστου καὶ διεφθορότος σημεῖα τοῖς εἴδεσι τῶν γυναικῶν ἐπιτρέχει, κοσμίου δὲ καὶ σώφρονος οὐδὲν ἔπεστι τῇ [767c] μορφῇ φέγγος; ἢ[414] πολλὰ μὲν ἔπεστι καὶ συνεπιφαίνεται, κινεῖ δʼ οὐδὲν οὐδὲ προσκαλεῖται τὸν ἔρωτα; οὐδέτερον γὰρ εὔλογον οὐδʼ ἀληθές, ἀλλὰ κοινῶς ὥσπερ δέδεικται τοῖς γένεσι πάντων ὑπαρχόντων, ὥσπερ κοινοῦ[415] συστάντος τοῦ ἀγῶνος[416] ὦ Δαφναῖε, πρὸς ἐκείνους μαχώμεθα[417] τοὺς λόγους, οὓς ὁ Ζεύξιππος ἀρτίως διῆλθεν, ἐπιθυμίᾳ τὸν Ἔρωτα ταὐτὸ ποιῶν ἀκαταστάτῳ καὶ πρὸς τὸ ἀκόλαστον ἐκφερούσῃ τὴν ψυχήν, οὐκ αὐτὸς οὕτω πεπεισμένος ἀκηκοὼς δὲ πολλάκις ἀνδρῶν δυσκόλων καὶ ἀνεράστων· ὧν[418] οἱ μὲν ἄθλια γύναια προικιδίοις ἐφελκόμενα[419] μετὰ χρημάτων εἰς οἰκονομίαν καὶ λογισμοὺς ἐμβάλλοντες ἀνελευθέρους, ζυγομαχοῦντες ὁσημέραι διὰ [767d] χειρὸς ἔχουσιν· οἱ δὲ παίδων δεόμενοι μᾶλλον ἢ γυναικῶν, ὥσπερ οἱ τέττιγες εἰς σκίλλαν ἤ τι τοιοῦτο τὴν γονὴν ἀφιᾶσιν, οὕτω διὰ τάχους οἷς ἔτυχε σώμασιν ἐναπογεννήσαντες καὶ καρπὸν ἀράμενοι χαίρειν ἐῶσιν ἤδη τὸν γάμον, ἢ μένοντος οὐ φροντίζουσιν οὐδʼ ἀξιοῦσιν ἐρᾶν οὐδʼ ἐρᾶσθαι. στέργεσθαι δὲ καὶ στέργειν ἑνί μοι δοκεῖ γράμματι τοῦ στέγειν παραλλάττον εὐθὺς ἐμφαίνειν τὴν ὑπὸ χρόνου καὶ συνηθείας ἀνάγκῃ μεμιγμένην εὔνοιαν. ᾧ δʼ ἂν Ἔρως ἐπισκήψῃ τε[420] καὶ ἐπιπνεύσῃ, πρῶτον μὲν ἐκ [767e] τῆς Πλατωνικῆς[421] πόλεως “τὸ ἐμόν” οὐχ[422] ἕξει καὶ “τὸ οὐκ ἐμόν”· οὐ γὰρ ἁπλῶς “κοινὰ τὰ φίλων” ” οὐδὲ πάντων[423] ἀλλʼ οἳ[424] τοῖς σώμασιν ὁριζόμενοι τὰς ψυχὰς βίᾳ, συνάγουσι[425] καὶ συντήκουσι, μήτε βουλόμενοι δύʼ εἶναι μήτε νομίζοντες. ἔπειτα σωφροσύνη πρὸς ἀλλήλους, ἧς μάλιστα δεῖται γάμος, ἡ μὲν ἔξωθεν καὶ νόμων[426] […] [427] πλέον ἔχουσα τοῦ ἑκουσίου τὸ βεβιασμένον ὑπʼ αἰσχύνης καὶ φόβων, “ πολλῶν χαλινῶν ἔργον[428] οἰάκων θʼ ἅμα,”[429] διὰ χειρός ἐστιν ἀεὶ τοῖς συνοῦσιν Ἔρωτι δʼ ἐγκρατείας τοσοῦτον καὶ κόσμου καὶ πίστεως μέτεστιν, [767f] ὥστε, κἂν ἀκολάστου ποτὲ θίγῃ ψυχῆς, ἀπέστρεψε τῶν ἄλλων ἐραστῶν, ἐκκόψας δὲ τὸ θράσος καὶ κατακλάσας τὸ σοβαρὸν καὶ ἀνάγωγον, ἐμβαλὼν[430] αἰδῶ καὶ σιωπὴν καὶ ἡσυχίαν καὶ σχῆμα περιθεὶς κόσμιον, ἑνὸς ἐπήκοον ἐποίησεν. ἴστε δήπουθεν ἀκοῇ Λαΐδα τὴν ἀοίδιμον ἐκείνην καὶ πολυήρατον, ὡς ἐπέφλεγε πόθῳ τὴν Ἑλλάδα, μᾶλλον δὲ ταῖς δυσὶν ἦν περιμάχητος θαλάσσαις· ἐπεὶ δʼ Ἔρως ἔθιγεν αὐτῆς Ἱππολόχου τοῦ Θεσσαλοῦ, τὸν[431] “ὕδατι χλωρῷ κατακλυζόμενον προλιποῦσʼ Ἀκροκόρινθον” καὶ ἀποδρᾶσα τῶν ἄλλων ἐραστῶν κρύφα […] [432] μέγαν στρατὸν [768a] ᾤχετο κοσμίως· ἐκεῖ δʼ αὐτὴν αἱ γυναῖκες ὑπὸ φθόνου καὶ ζήλου διὰ τὸ κάλλος εἰς ἱερὸν Ἀφροδίτης προαγαγοῦσαι κατέλευσαν καὶ διέφθειραν ὅθεν ὡς ἔοικεν ἔτι νῦν τὸ ἱερὸν “Ἀφροδίτης ἀνδροφόνου” καλοῦσιν. ἴσμεν δὴ καὶ θεραπαινίδια δεσποτῶν φεύγοντα συνουσίας καὶ βασιλίδων ὑπερορῶντας ἰδιώτας, ὅταν Ἔρωτα δεσπότην ἐν ψυχῇ κτήσωνται. καθάπερ γὰρ ἐν Ῥώμῃ φασὶ τοῦ καλουμένου[433] δικτάτωρος ἀναγορευθέντος ἀποτίθεσθαι τὰς ἄλλας ἀρχὰς τοὺς ἔχοντας, οὕτως, οἷς ἂν Ἔρως κύριος ἐγγένηται, τῶν ἄλλων δεσποτῶν καὶ ἀρχόντων [768b] ἐλεύθεροι καὶ ἄφετοι καθάπερ ἱερόδουλοι διατελοῦσιν. ἡ δὲ γενναία γυνὴ πρὸς ἄνδρα νόμιμον συγκραθεῖσα διʼ Ἔρωτος ἄρκτων ἂν ὑπομείνειε καὶ δρακόντων περιβολὰς μᾶλλον ἢ ψαῦσιν ἀνδρὸς ἀλλοτρίου καὶ συγκατάκλισιν.”