Pular para o conteúdo

Ἐρωτικός

Plutarch · Parte 21

[21] ΑΥΤΟΒΟΥΛΟΣ. “ἔτι τοίνυν ἃς λέγουσιν αἰτίας καὶ γενέσεις ἔρωτος, ἴδιαι μὲν οὐδετέρου γένους εἰσὶ κοιναὶ δʼ ἀμφοτέρων· καὶ γὰρ εἴδωλα δήπουθεν ἐνδυόμενα τοῖς ἐρωτικοῖς; καὶ διατρέχοντα κινεῖν καὶ γαργαλίζειν τὸν ὄγκον εἰς σπέρμα συνολισθάνοντα τοῖς ἄλλοις σχηματισμοῖς; οὐ δυνατὸν μὲν ἀπὸ παίδων, ἀδυνατὸν δʼ ἀπὸ γυναικῶν; καὶ τὰς[400] καλὰς ταύτας καὶ ἱερὰς ἀναμνήσεις καλοῦμεν[401] ἡμεῖς ἐπὶ τὸ θεῖον καὶ ἀληθινὸν καὶ ὀλύμπιον ἐκεῖνο κάλλος, [766f] αἷς ψυχὴ πτεροῦται, τί ἂν κωλύοι[402] γίγνεσθαι μὲν ἀπὸ παίδων καὶ ἀπὸ νεανίσκων, γίγνεσθαι δʼ ἀπὸ παρθένων καὶ γυναικῶν, ὅταν ἦθος ἁγνὸν καὶ κόσμιον ἐν ὥρᾳ καὶ χάριτι μορφῆς διαφανὲς γένηται, καθάπερ[403] ὄρθιον ὑπόδημα δείκνυσι ποδὸς εὐφυΐαν, ὡς Ἀρίστων ἔλεγεν ὅταν ἐν εἴδεσι καλοῖς καὶ καθαροῖς σώμασιν ἴχνη λαμπρὰ καὶ κείμενα[404] ψυχῆς ὀρθὰ καὶ ἄθρυπτα[405] κατίδωσιν οἱ δεινοὶ τῶν τοιούτων αἰσθάνεσθαι; οὐ γὰρ ὁ μὲν φιλήδονος ἐρωτηθεὶς εἰ “πρὸς θῆλυ νεύει μᾶλλον ἢ ἐπὶ τἄρσενα[406] ”[407] [767a] καὶ ἀποκρινάμενος “ ὅπου προσῇ τὸ κάλλος, ἀμφιδέξιος”[408] ἔδοξεν οἰκείως ἀποκρίνασθαι τῆς ἐπιθυμίας· ὁ δὲ φιλόκαλος καὶ γενναῖος οὐ πρὸς τὸ καλὸν οὐδὲ τὴν εὐφυΐαν ἀλλὰ[409] μορίων διαφορὰς ποιεῖται τοὺς ἔρωτας. καὶ φίλιππος μὲν ἀνὴρ οὐδὲν ἧττον ἀσπάζεται τοῦ Ποδάργου[410] τὴν εὐφυΐαν ἢ “Αἴθην τὴν Ἀγαμεμνονέην·” καὶ θηρατικὸς οὐ τοῖς ἄρρεσι χαίρει μόνον, ἀλλὰ καὶ Κρήσσας τρέφει καὶ Λακαίνας σκύλακας· ὁ δὲ φιλόκαλος; καὶ φιλάνθρωπος οὐχ ὁμαλός ἐστιν οὐδʼ ὅμοιος ἀμφοτέροις τοῖς γένεσιν, ἀλλʼ ὥσπερ ἱματίων οἰόμενος εἶναι διαφορὰς ἐρώτων[411] γυναικῶν [767b] καὶ ἀνδρῶν. καίτοι τὴν γʼ ὥραν “ἄνθος ἀρετῆς” εἶναι λέγουσι[412], μὴ φάναι δʼ ἀνθεῖν τὸ θῆλυ μηδὲ ποιεῖν ἔμφασιν εὐφυΐας πρὸς ἀρετὴν ἄτοπὸν ἐστι· καὶ γὰρ Αἰσχύλος ὀρθῶς ἐποίησε

νέας γυναικὸς οὔ με μὴ λάθῃ φλέγων
ὀφθαλμός, ἣτις ἀνδρὸς γεγευμένη.