Pular para o conteúdo

Ἐρωτικός

Plutarch · Parte 15

[15] ΑΥΤΟΒΟΥΛΟΣ. καὶ ὁ Δαφναῖος “τίς δʼ ἄλλως[179]” εἶπεν “ὦ πρὸς τῶν θεῶν;” “οὗτοι νὴ Δίʼ” ἔφη “πάντες” ὁ πατήρ [757f] “οἱ νομίζοντες ἀρότου καὶ σπόρου[180] καὶ φυτείας ἐπιμέλειαν θεοῖς προσήκειν. ἢ γὰρ οὐ νύμφαι τινὲς αὐτοῖς δρυάδες εἰσὶν

“ἰσοδένδρου τέκμαρ αἰῶνος λαχοῦσαι·”
“δενδρέων δὲ νομὸν Διόνυσος πολυγαθὴς αὐξάνοι,”
“ἁγνὸν φέγγος[181] ὀπώρας”[182]