Pular para o conteúdo

Ἐρωτικός

Plutarch · Parte 14

[14] ΑΥΤΟΒΟΥΛΟΣ. “ὁρῶ” εἶπεν ὁ Πεμπτίδης “ἀλλʼ οὔτε πάθη τοὺς θεοὺς ποιεῖν ὅσιον οὔτε αὖ πάλιν τὰ πάθη θεοὺς νομίζειν” καὶ ὁ πατήρ “τί οὖν” ἔφη “τὸν Ἄρην, θεὸν εἶναι νομίζεις ἢ πάθος ἡμέτερον;” ἀποκριναμένου δὲ τοῦ Πεμπτίδου θεὸν ἡγεῖσθαι τὸν Ἄρην κοσμοῦντα τὸ θυμοειδὲς ἡμῶν καὶ ἀνδρῶδες; ἀνακραγὼν ὁ πατήρ “εἶτʼ” ἔφη “τὸ μὲν παθητικόν, ὦ Πεμπτίδη, καὶ πολεμικὸν καὶ ἀντίπαλον θεὸν ἔχει, τὸ δὲ φιλητικὸν καὶ κοινωνικὸν καὶ συνελευστικὸν [757d] ἄθεόν ἐστι; καὶ κτείνοντας μὲν ἄρα καὶ κτεινομένους ἀνθρώπους ὅπλα τε καὶ βέλη καὶ τειχομαχίας καὶ λεηλασίας ἔστι τις ἐφορῶν καὶ βραβεύων θεὸς Ἐνυάλιος καὶ Στράτιος· πάθους δὲ γάμου καὶ[173] φιλότητος εἰς ὁμοφροσύνην καὶ κοινωνίαν τελευτώσης οὐδεὶς θεῶν μάρτυς οὐδʼ ἐπίσκοπος οὐδʼ ἡγεμὼν ἢ συνεργὸς ἡμῖν γέγονεν; ἀλλὰ δορκάδας μὲν θηρεύουσι καὶ λαγωοὺς καὶ ἐλάφους ἀγρότερός τις συνεπιθωΰσσει καὶ συνεξορμᾷ θεός, εὔχονται δʼ Ἀρισταίῳ δολοῦντες ὀρύγμασι καὶ βρόχοις λύκους καὶ ἄρκτους[174], “ὃς πρῶτος θήρεσσιν ἔπηξε ποδάγρας· ” ὁ δʼ Ἡρακλῆς ἕτερον θεὸν παρακαλεῖ μέλλων, ἐπὶ τὸν ὄρνιν αἴρεσθαι τὸ τόξον, ὡς Αἰσχύλος φησίν, [757e] “ἀγρεὺς δʼ Ἀπόλλων ὀρθὸν ἰθύνοι[175] βέλος·”[176] ἀνδρὶ δὲ τὸ κάλλιστον ἐπιχειροῦντι θήραμα φιλίαν ἑλεῖν οὔτε θεὸς οὔτε δαίμων ἀπευθύνει καὶ συνεφάπτεται τῆς ὁρμῆς; ἐγὼ μὲν γὰρ οὐδὲ δρυὸς οὐδὲ μορίας οὐδʼ ἣν Ὅμηρος[177] “ἡμερίδα” σεμνύνων προσεῖπεν ἀκαλλέστερον ἔρνος οὐδὲ φαυλότερον ἡγοῦμαι φυτὸν ἄνθρωπον, ὦ φίλε Δαφναῖε, βλαστήσεως ὁρμὴν ἔχοντα διαφαίνουσαν ὥραν[178] καὶ κάλλος ἅμα σώματος καὶ ψυχῆς.”