Pular para o conteúdo

Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς

Plutarch · Parte 31

[31] ΔΙΑΔΟΥΜ. ἀλλὰ, μὴ δοκῇ ταῦτα λογικωτέραν ἔχειν τὴν [1074e] ἀπορίαν, ἁψώμεθα τῶν φυσικωτέρων. ἐπεὶ τοίνυν “Ζεὺς ἀρχὴ Ζεὺς μέσσα Διὸς δʼ ἐκ πάντα τέτυκται” ὡς αὐτοὶ λέγουσι, μάλιστα μὲν ἔδει τὰς περὶ θεῶν ἐννοίας, εἴ τι ταραχῶδες ἢ πλανητὸν ἐγγέγονεν αὐταῖς, ἰωμένους ἀπευθύνειν καὶ κατορθοῦν ἐπὶ τὸ βέλτιστον· εἰ δὲ μή, μεθέντας γʼ ἐᾶν ὡς ἔχουσιν ὑπὸ τοῦ νόμου ἕκαστοι καὶ τῆς συνηθείας πρὸς τὸ θεῖον.

οὐ γάρ τι νῦν γε κἀχθὲς ἀλλʼ ἀεί ποτε
ζῇ ταῦτα, κοὐδεὶς οἶδεν ἐξ ὅτου φάνη.