Pular para o conteúdo

Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς

Plutarch · Parte 1074

οἱ δʼ ὥσπερ ἀφʼ ἑστίας ἀρξάμενοι τὰ καθεστῶτα κινεῖν καὶ πάτρια τῆς περὶ θεῶν δόξης οὐδεμίαν, ὡς ἁπλῶς εἰπεῖν, ἔννοιαν ὑγιᾶ καὶ ἀκέραιον ἀπολελοίπασι. [1074f] τίς γάρ ἐστιν ἄλλος ἀνθρώπων ἢ γέγονεν, ὃς οὐκ ἄφθαρτον νοεῖ καὶ ἀίδιον τὸ θεῖον; ἢ τί ἐν ταῖς κοιναῖς προλήψεσι περὶ θεῶν ὁμολογουμένως ἀναπεφώνηται μᾶλλον ἢ τὰ τοιαῦτα “τῷ ἔνι τέρπονται μάκαρες θεοὶ ἤματα πάντα” καί “ἀθανάτων τε θεῶν χαμαὶ ἐρχομένων τʼ ἀν̔θρὡπων” [1075a] καὶ τὸ

κεῖνοι γάρ τʼ ἄνοσοι καὶ ἀγήραοι
πόνων τʼ ἄπειροι, βαρυβόαν
πορθμὸν πεφευγότες Ἀχέροντος;