[77] στολαὶ δʼ αἱ μὲν Ἴσιδος ποικίλαι ταῖς βαφαῖς (περὶ γὰρ ὕλην ἡ δύναμις αὐτῆς πάντα γιγνομένην καὶ δεχομένην, φῶς σκότος, ἡμέραν νύκτα, πῦρ ὕδωρ, ζωὴν θάνατον, ἀρχὴν τελευτήν)· ἡ δʼ Ὀσίριδος οὐκ ἔχει σκιὰν οὐδὲ ποικιλμόν, ἀλλʼ ἓν [382d] ἁπλοῦν τὸ φωτοειδές· ἄκρατον γὰρ ἡ ἀρχὴ καὶ ἀμιγὲς τὸ πρῶτον καὶ νοητόν. ὅθεν ἅπαξ ταύτην[550] ἀναλαβόντες ἀποτίθενται καὶ φυλάττουσιν ἀόρατον καὶ ἄψαυστον. ταῖς δʼ Ἰσιακαῖς[551] χρῶνται πολλάκις· ἐν χρήσει γὰρ τὰ αἰσθητὰ καὶ πρόχειρα ὄντα πολλὰς ἀναπτύξεις καὶ θέας αὑτῶν[552] ἄλλοτʼ ἄλλως ἀμειβομένων δίδωσιν. ἡ δὲ τοῦ νοητοῦ καὶ εἰλικρινοῦς καὶ ἁπλοῦ[553] νόησις ὥσπερ ἀστραπὴ διαλάμψασα τῆς ψυχῆς[554] ἅπαξ ποτὲ θιγεῖν καὶ προσιδεῖν παρέσχε.[555] διὸ καὶ Πλάτων[556] καὶ Ἀριστοτέλης ἐποπτικὸν τοῦτο τὸ μέρος τῆς φιλοσοφίας καλοῦσιν, ὡς οἱ[557] τὰ δοξαστὰ καὶ μικτὰ [382e] καὶ παντοδαπὰ ταῦτα παραμειψάμενοι τῷ λόγῳ, πρὸς τὸ πρῶτον ἐκεῖνο καὶ ἁπλοῦν καὶ ἄυλον ἐξάλλονται, καὶ θιγόντες ἁπλῶς[558] τῆς περὶ αὐτὸ καθαρᾶς ἀληθείας οἷον ἐντελῆ[559] τέλος ἔχειν φιλοσοφίαν[560] νομίζουσι.