Pular para o texto

Περὶ Ἴσιδος και Ὀσίριδος

Plutarch

rolo estático · Pedra Angular

Autor
Plutarch
Idioma
grc
Editora
Teubner
Fonte
Plutarch. Περὶ Ἴσιδος και Ὀσίριδος. Ed. Grēgorios N. Vernardakēs. Leipzig: Teubner, 1889. Perseus Digital Library, Tufts University (CC BY-SA 4.0). URN: urn:cts:greekLit:tlg0007.tlg089.perseus-grc2
Identificador
plutarco-isis-and-osiris-grc-gr-gorios-n-vernardak-s-1889
Markdown
../livros/FILOSOFIA/Grego/Moralistas/Plutarco/Isis_And_Osiris/Isis_And_Osiris_grc_gr-gorios-n-vernardak-s_1889.md

Περὶ Ἴσιδος και Ὀσίριδος

Plutarch

Leipzig: Teubner, 1889.

Perseus Digital Library, Tufts University (CC BY-SA 4.0).

URN: urn:cts:greekLit:tlg0007.tlg089.perseus-grc2


Texto

[1] [351c] πάντα μέν, ὦ Κλέα, δεῖ τἀγαθὰ τοὺς νοῦν ἔχοντας αἰτεῖσθαι παρὰ τῶν θεῶν, μάλιστα δὲ τῆς περὶ αὐτῶν ἐπιστήμης ὅσον ἐφικτόν ἐστιν ἀνθρώποις μετιόντες εὐχώμεθα εὐχώμεθα Halmius: εὐχόμεθα τυγχάνειν παρʼ αὐτῶν ἐκείνων· [5] ὡς οὐδὲν ἀνθρώπῳ λαβεῖν μεῖζον οὐδὲ οὐδὲ : οὐ χαρίσασθαι [351d] θεῷ σεμνότερον ἀληθείας. τἄλλα τἄλλα : τὰ ἄλλα μὲν γὰρ ἀνθρώποις ὁ θεὸς ὧν δέονται δίδωσιν, νοῦ δὲ καὶ φρονήσεως μεταδίδωσιν, νοῦ -- μεταδίδωσιν W ex Eustr. Comment. ad Aristot. Ethic. 6 p. 98 b οἰκεῖα κεκτημένος ταῦτα καὶ χρώμενος. οὐ γὰρ ἀργύρῳ καὶ χρυσῷ μακάριον τὸ [10] θεῖον, οὐδὲ βρονταῖς καὶ κεραυνοῖς ἰσχυρόν, ἀλλʼ ἐπιστήμῃ καὶ φρονήσει. καὶ τοῦτο κάλλιστα πάντων Ὅμηρος ὧν εἴρηκε περὶ θεῶν ἀναφθεγξάμενος ἦ μὰν ἀμφοτέροισιν ὁμὸν γένος ἠδʼ ἴα πάτρη, Hom. N 354 ἀλλὰ Ζεὺς πρότερος γεγόνει καὶ πλείονα ᾔδει, [15] σεμνοτέραν ἀπέφηνε τὴν τοῦ Διὸς ἡγεμονίαν, ἐπιστήμῃ ἐπιστήμῃ καὶ σοφίᾳ Marklandus: ἐπιστήμης καὶ σοφίας καὶ σοφίᾳ πρεσβυτέραν οὖσαν. οἶμαι δὲ καὶ [351e] τῆς αἰωνίου ζωῆς, ἣν ὁ θεὸς εἴληχεν, εὔδαιμον εὔδαιμον] ἓν εὔδαιμον Emperius εἶναι τὸ τῇ γνώσει μὴ προαπολείπειν προαπολείπειν *: προαπολιπεῖν τὰ γιγνόμενα· τοῦ δὲ γιγνώσκειν τὰ ὄντα καὶ φρονεῖν ἀφαιρεθέντος, οὐ βίον ἀλλὰ χρόνον εἶναι τὴν ἀθανασίαν.

[2] διὸ θειότητος ὄρεξίς ἐστιν ἡ τῆς ἀληθείας μάλιστα δὲ τῆς περὶ θεῶν ἔφεσις, ὥσπερ ἀνάληψιν [5] ἱερῶν τὴν μάθησιν ἔχουσα καὶ τὴν ζήτησιν, ἁγνείας τε πάσης καὶ νεωκορίας ἔργον ὁσιώτερον, οὐχ ἥκιστα δὲ τῇ θεῷ ταύτῃ κεχαρισμένον, ἣν σὺ θεραπεύεις [351f] ἐξαιρέτως σοφὴν καὶ φιλόσοφον οὖσαν, ὡς τοὔνομά γε γε R: τε φράζειν ἔοικε, παντὸς μᾶλλον αὐτῇ τὸ εἰδέναι καὶ [10] τὴν ἐπιστήμην προσήκουσαν. Ἑλληνικὸν γὰρ ἡ Ἶσίς ἐστι καὶ ὁ Τυφὼν, ὢν ὢν * πολέμιος τῇ θεῷ καὶ διʼ ἄγνοιαν καὶ ἀπάτην τετυφωμένος καὶ διασπῶν καὶ ἀφανίζων τὸν ἱερὸν λόγον, ὃν ἡ θεὸς συνάγει καὶ συντίθησι καὶ παραδίδωσι τοῖς τελουμένοις θειώσεως, θειώσεως] θεὶ’ ὁσίοις cf. p. 473, 7) an ὁσιώσεως (cf. Heliod. Aethiop. I 17 μειράκιον - τῶν Ἀφροδίτης μυούμενον et Thesaur. s. v.)? σώφρονι [352a] μὲν ἐνδελεχῶς διαίτῃ καὶ βρωμάτων πολλῶν καὶ [15] ἀφροδισίων ἀποχαῖς κολουούσης κολουούσης Emperius: κολουούσαις τὸ ἀκόλαστον καὶ φιλήδονον, ἀθρύπτους δὲ καὶ στερρὰς ἐν ἱεροῖς λατρείας ἐθιζούσης ἐθιζούσαις W ὑπομένειν, ὧν τέλος ἐστὶν ἡ τοῦ πρώτου καὶ κυρίου καὶ νοητοῦ γνῶσις, ὃν ἡ [20] θεὸς παρακαλεῖ ζητεῖν παρʼ αὐτῇ καὶ μετʼ αὐτῆς ὄντα καὶ συνόντα. τοῦ δʼ ἱεροῦ τοὔνομα καὶ σαφῶς ἐπαγγέλλεται καὶ γνῶσιν καὶ γνῶσιν] γνῶσιν? καὶ εἴδησιν τοῦ ὄντος. ὀνομάζεται γὰρ Ἰσεῖον Ἰσεῖον Partheius: ἴσειον ὡς εἰσομένων εἰσομένων Baxterus: εἰσόμενον τὸ ὄν, ἂν μετὰ λόγου καὶ ὁσίως εἰς τὰ ἱερὰ παρέλθωμεν τῆς θεοῦ.

[3] ἔτι πολλοὶ μὲν Ἑρμοῦ, πολλοὶ δὲ Προμηθέως ἱστορήκασιν αὐτὴν θυγατέρα· ὧν ὧν] del. M. ὡς R. τὸν τὸν Basileensis: το] μὲν ἕτερον σοφίας καὶ προνοίας, Ἑρμῆν δὲ γραμματικῆς καὶ [352b] μουσικῆς εὑρετὴν νομίζοντες. νομίζοντες] νομίζομεν R: νομίζοντες διατελοῦσι? διὸ καὶ τῶν ἐν ἐν Baxterus Ἑρμοῦ [5] πόλει Μουσῶν τὴν προτέραν Ἶσιν ἅμα καὶ Δικαιοσύνην καλοῦσι, σοφὴν οὖσαν, σοφὴν οὖσαν *: σοφίαν. cf. p. 472, 9 ὥσπερ εἴρηται, καὶ δεικνύουσαν τὰ θεῖα τοῖς ἀληθῶς καὶ δικαίως ἱεραφόροις καὶ ἱεροστόλοις προσαγορευομένοις. οὗτοι δʼ εἰσὶν οἱ τὸν ἱερὸν λόγον λὸγον] λόγον τὸν? περὶ θεῶν πάσης καθαρεύοντα [10] δεισιδαιμονίας καὶ περιεργίας ἐν τῇ ψυχῇ φέροντες ὥσπερ ἐν κίστῃ καὶ περιστέλλοντες, τὰ μὲν μέλανα καὶ σκιώδη τὰ δὲ φανερὰ καὶ λαμπρὰ τῆς περὶ θεῶν ὑποδηλοῦντα ὑποδηλοῦντα] ὑποδηλοῦντες M οἰήσεως, οἰήσεως] νοήσεως W οἷα καὶ περὶ τὴν ἐσθῆτα τὴν ἱερὰν ἀποφαίνεται. διὸ καὶ τὸ κοσμεῖσθαι τούτοις [15] τοὺς ἀποθανόντας Ἰσιακοὺς σύμβολόν ἐστι τοῦτον [352c] τὸν λόγον εἶναι μετʼ αὐτῶν, καὶ τοῦτον ἔχοντας ἄλλο δὲ μηδὲν ἐκεῖ βαδίζειν. οὔτε γὰρ φιλοσόφους πωγωνοτροφίαι, ὦ Κλέα, καὶ τριβωνοφορίαι ποιοῦσιν, οὔτʼ Ἰσιακοὺς αἱ αἱ] αὖ Marklandus λινοστολίαι καὶ ξυρήσεις· ξυρήσεις R: ξύρησις ἀλλʼ Ἰσιακός [20] ἐστιν ὡς ἀληθῶς ὁ τὰ δεικνύμενα καὶ δρώμενα περὶ τοὺς θεοὺς τούτους, ὅταν ὅταν] ἅττ’ ἂν Bentl. νόμῳ παραλάβῃ, λόγῳ ζητῶν καὶ φιλοσοφῶν περὶ τῆς ἐν αὐτοῖς ἀληθείας.

[4] ἐπεὶ τούς γε πολλοὺς καὶ τὸ κοινότατον τοῦτο καὶ σμικρότατον λέληθεν, ἐφʼ ὅτῳ τὰς τρίχας οἱ [25] ἱερεῖς ἀποτίθενται καὶ λινᾶς ἐσθῆτας φοροῦσιν· οἱ μὲν γὰρ γὰρ M οὐδʼ ὅλως φροντίζουσιν εἰδέναι περὶ περὶ] τι περὶ Squirius τούτων, [352d] οἱ δὲ τῶν μὲν ἐρίων ὥσπερ τῶν κρεῶν, σεβομένους τὸ πρόβατον, ἀπέχεσθαι λέγουσι, ξυρεῖσθαι ξυρεῖσθαι : ξύρεσθαι δὲ τὰς κεφαλὰς διὰ τὸ πένθος, φορεῖν δὲ τὰ λινᾶ διὰ τὴν [5] χρόαν, ἣν τὸ λίνον ἀνθοῦν ἀνίησι τῇ περιεχούσῃ τὸν κόσμον αἰθερίῳ χαροπότητι προσεοικυῖαν. ἡ δʼ ἀληθὴς αἰτία μία πάντων ἐστί· καθαροῦ γάρ, ᾗ φησιν ὁ Πλάτων, Πλάτων] Phaedon. p. 67 b οὐ θεμιτὸν ἅπτεσθαι μὴ καθαρῷ· περίσσωμα δὲ τροφῆς καὶ σκύβαλον οὐδὲν ἁγνὸν [10] οὐδὲ καθαρόν ἐστιν· ἐκ δὲ περιττωμάτων ἔρια καὶ λάχναι καὶ τρίχες καὶ ὄνυχες ἀναφύονται καὶ βλαστάνουσι. γελοῖον οὖν ἦν τὰς μὲν αὑτῶν αὑτῶν : αὐτῶν τρίχας ἐν [352e] ταῖς ἁγνείαις ἀποτίθεσθαι ξυρουμένους ξυρουμένους *: ξυρωμένους καὶ λειαινομένους πᾶν ὁμαλῶς τὸ σῶμα, τὰς δὲ τῶν θρεμμάτων [15] ἀμπέχεσθαι καὶ φορεῖν· καὶ γὰρ τὸν Ἡσίοδον Ἡσίοδον] OD 741 οἴεσθαι δεῖ λέγοντα μηδʼ ἀπὸ πεντόζοιο θεῶν ἐν δαιτὶ θαλείῃ αὖον ἀπὸ χλωροῦ τάμνειν αἴθωνι σιδήρῳ διδάσκειν ὅτι δεῖ καθαροὺς τῶν τοιούτων γενομένους [20] ἑορτάζειν, οὐκ ἐν αὐταῖς ταῖς ἱερουργίαις χρῆσθαι καθάρσει καὶ ἀφαιρέσει τῶν περιττωμάτων. τὸ δὲ λίνον φύεται μὲν ἐξ ἀθανάτου τῆς γῆς καὶ [352f] καρπὸν ἐδώδιμον ἀναδίδωσι, λιτὴν δὲ παρέχει καὶ καθαρὰν ἐσθῆτα καὶ τῷ σκέποντι μὴ βαρύνουσαν, [25] εὐάρμοστον δὲ πρὸς πᾶσαν ὥραν, ἥκιστα δὲ φθειροποιόν, ὡς λέγουσι· περὶ ὧν ἕτερος λόγος.

[5] οἱ δʼ ἱερεῖς οὕτω δυσχεραίνουσι τὴν τῶν περιττωμάτων φύσιν, ὥστε μὴ μόνον παραιτεῖσθαι τῶν ὀσπρίων τὰ πολλὰ καὶ τῶν κρεῶν τὰ μήλεια καὶ ὕεια, πολλὴν ποιοῦντα περίττωσιν, ἀλλὰ καὶ τοὺς [5] ἅλας τῶν σιτίων ἐν ταῖς ἁγνείαις ἀφαιρεῖν, ἄλλας τε πλείονας αἰτίας ἔχοντας καὶ τὸ τὸ W ποτικωτέρους καὶ βρωτικωτέρους ποιεῖν ἐπιθήγοντας τὴν ὄρεξιν. τὸ γάρ, ὡς Ἀρισταγόρας Ἀρισταγόρας] Mueller. 2 p. 99 ἔλεγε, διὰ τὸ πηγνυμένοις πολλὰ τῶν μικρῶν ζῴων ἐναποθνήσκειν ἁλισκόμενα [10] μὴ καθαροὺς λογίζεσθαι τοὺς ἅλας εὔηθές ἐστι. [353a] λέγονται δὲ καὶ τὸν Ἆπιν ἐκ φρέατος ἰδίου ποτίζειν, τοῦ δὲ Νείλου παντάπασιν ἀπείργειν, οὐ μιαρὸν ἡγούμενοι ʽἡγούμενοι Marklandus: ἡγουμένους τὸ ὕδωρ διὰ τὸν κροκόδειλον, ὡς ἔνιοι νομίζουσιν οὐδὲν γὰρ οὕτω τίμιον τίμιον R: τιμὴ Αἰγυπτίοις, ὡς [15] ὁ Νεῖλος ἀλλὰ πιαίνειν δοκεῖ καὶ μάλιστα πολυσαρκίαν ποιεῖν τὸ Νειλῷον ὕδωρ πινόμενον. οὐ βούλονται δὲ τὸν Ἆπιν οὕτως ἔχειν οὐδʼ ἑαυτούς, ἀλλʼ εὐσταλῆ καὶ κοῦφα ταῖς ψυχαῖς περικεῖσθαι τὰ σώματα καὶ μὴ πιέζειν μηδὲ καταθλίβειν ἰσχύοντι τῷ [20] θνητῷ καὶ βαρύνοντι τὸ θεῖον.

[6] οἶνον δʼ οἱ μὲν ἐν Ἡλίου πόλει θεραπεύοντες τὸν θεὸν οὐκ εἰσφέρουσι τὸ παράπαν εἰς τὸ [353b] ἱερόν, ὡς οὐ προσῆκον ἡμέρας ἡμέρας] ἱερέας Moserus πίνειν, τοῦ κυρίου καὶ βασιλέως ἐφορῶντος· οἱ δʼ ἄλλοι χρῶνται μὲν [25] ὀλίγῳ δέ. πολλὰς δʼ ἀοίνους ἁγνείας ἔχουσιν, ἐν αἷς φιλοσοφοῦντες καὶ μανθάνοντες καὶ διδάσκοντες τὰ θεῖα διατελοῦσιν. οἱ δὲ βασιλεῖς καὶ μετρητὸν ἔπινον ἐκ τῶν ἱερῶν γραμμάτων, ὡς Ἑκαταῖος Ἑκαταῖος] Mueller. 2 p. 389 ἱστόρηκεν, ἱερεῖς ὄντες· ἤρξαντο δὲ πίνειν ἀπὸ Ψαμμητίχου, πρότερον δʼ οὐκ ἔπινον οἶνον οὐδʼ ἔσπενδον [5] ὡς φίλιον θεοῖς, ἀλλʼ ὡς αἷμα τῶν πολεμησάντων ποτὲ τοῖς θεοῖς, ἐξ ὧν οἴονται πεσόντων καὶ τῇ γῇ συμμιγέντων ἀμπέλους γενέσθαι· διὸ καὶ τὸ μεθύειν [353c] ἔκφρονας ποιεῖν ποιεῖν Marklandus: ποιεῖ καὶ παραπλῆγας, ἅτε δὴ τῶν προγόνων τοῦ αἵματος ἐμπιπλαμένους. ταῦτα μὲν οὖν [10] Εὔδοξος ἐν τῇ δευτέρᾳ τῆς περιόδου λέγεσθαί φησιν οὕτως ὑπὸ τῶν ἱερέων.

[7] ἰχθύων δὲ θαλαττίων πάντες μὲν οὐ πάντων ἀλλʼ ἐνίων ἀπέχονται, καθάπερ Ὀξυρυγχῖται τῶν ἀπʼ ἀγκίστρου· σεβόμενοι γὰρ τὸν ὀξύρυγχον ἰχθὺν [15] δεδίασι μή ποτε τὸ ἄγκιστρον οὐ καθαρόν ἐστιν ὀξυρύγχου περιπεσόντος αὐτῷ. Συηνῖται δὲ φάγρου· δοκεῖ γὰρ ἐπιόντι τῷ Νείλῳ συνεπιφαίνεσθαι, καὶ [353d] τὴν αὔξησιν ἀσμένοις φράζειν αὐτάγγελος ὁρώμενος. οἱ δʼ ἱερεῖς ἀπέχονται πάντων· πρώτου δὲ μηνὸς [20] ἐνάτῃ τῶν ἄλλων Αἰγυπτίων ἑκάστου πρὸ τῆς αὐλείου θύρας ὀπτὸν ἰχθὺν κατεσθίοντος, οἱ ἱερεῖς οὐ γεύονται μὲν κατακάουσι δὲ πρὸ τῶν θυρῶν τοὺς ἰχθῦς, δύο λόγους ἔχοντες, ὧν τὸν μὲν ἱερὸν καὶ περιττὸν αὖθις ἀναλήψομαι, συνᾴδοντα τοῖς περὶ Ὀσίριδος καὶ Τυφῶνος [25] ὁσίως φιλοσοφουμένοις· ὁ δʼ ἐμφανὴς καὶ πρόχειρος οὐκ ἀναγκαῖον οὐδʼ ἀπερίεργον οὐδ’ ἀπειρίεργον Bentleius: οὐδὲ περίεργον ἀποφαίνων Baxterus: ἀποφαίνειν ὄψον ἀποφαίνων τὸν ἰχθύν, Ὁμήρῳ μαρτυρεῖ μήτε Φαίακας τοὺς ἁβροβίους μήτε τοὺς Ἰθακησίους ἀνθρώπους [353e] νησιώτας ἰχθύσι χρωμένους ποιοῦντι μήτε τοὺς Ὀδυσσέως ἑταίρους ἐν πλῷ τοσούτῳ καὶ ἐν θαλάττῃ [5] πρὶν εἰς ἐσχάτην ἐλθεῖν ἀπορίαν. ὅλως δὲ καὶ τὴν θάλατταν ἐκ πυρὸς ἡγοῦνται καὶ καὶ] καὶ ὕδατος R. Del. Squirius παρωρισμένην, οὐδὲ μέρος οὐδὲ στοιχεῖον ἀλλʼ ἀλλοῖον περίττωμα διεφθορὸς καὶ νοσῶδες.

[8] οὐδὲν γὰρ ἄλογον οὐδὲ μυθῶδες οὐδʼ ὑπὸ [10] δεισιδαιμονίας, ὥσπερ ἔνιοι νομίζουσιν, ἐγκατεστοιχειοῦτο ταῖς ταῖς W ἱερουργίαις, ἀλλὰ τὰ μὲν ἠθικὰς ἔχοντα καὶ χρειώδεις αἰτίας, τὰ δʼ οὐκ ἄμοιρα κομψότητος ἱστορικῆς ἢ φυσικῆς ἐστιν, οἷον τὸ περὶ κρομμύου. [353f] τὸ γὰρ ἐμπεσεῖν εἰς τὸν ποταμὸν καὶ ἀπολέσθαι [15] τὸν τῆς Ἴσιδος τρόφιμον Δίκτυν τῶν τῶν Leonicus: οὐ κρομμύων ἐπιδρασσόμενον ἐσχάτως ἀπίθανον· οἱ δʼ ἱερεῖς ἀφοσιοῦνται καὶ δυσχεραίνουσι τὸ τὸ Squirius: καὶ τὸ κρόμμυον παραφυλάττοντες, ὅτι τῆς σελήνης φθινούσης μόνον εὐτροφεῖν τοῦτο καὶ τεθηλέναι πέφυκεν. ἔστι δὲ πρόσφορον [20] οὔθʼ ἁγνεύουσιν οὔθʼ ἑορτάζουσι, τοῖς μὲν ὅτι διψῆν, τοῖς δʼ ὅτι δακρύειν ποιεῖ τοὺς προσφερομένους. ὁμοίως δὲ καὶ τὴν ὗν ἀνίερον ζῷον ἡγοῦνται· ὡς μάλιστα γὰρ ὀχεύεσθαι δοκεῖ τῆς σελήνης φθινούσης· καὶ τῶν τὸ γάλα πινόντων ἐξανθεῖ τὰ σώματα λέπραν [25] [354a] καὶ ψωρικὰς τραχύτητας, τὸν δὲ λόγον, ὃν θύοντες ἅπαξ ἅπαξ] ἅπαξ τοῦ ἔτους Squirius ex Ael. H. A. 10, 16 ὗν ἐν πανσελήνῳ καὶ ἐσθίοντες καὶ ἐσθίοντες Bentleius: κατεσθίοντες ἐπιλέγουσιν, ὡς ὁ Τυφὼν ὗν διώκων πρὸς τὴν πανσέληνον εὗρε τὴν ξυλίνην σορόν, ἐν ᾗ τὸ σῶμα τοῦ Ὀσίριδος ἔκειτο, καὶ διέρριψεν, οὐ πάντες ἀποδέχονται, παρακουσμάτιον παρακουσμάτιον X: παρακουσμάτων ὥσπερ ἄλλα πολλὰ νομίζοντες· ἀλλὰ τρυφήν τε [5] καὶ πολυτέλειαν καὶ ἡδυπάθειαν οὕτω προβάλλεσθαι τοὺς παλαιοὺς λέγουσιν, ὥστε καὶ στήλην ἔφασαν ἐν Θήβαις ἐν τῷ ἱερῷ κεῖσθαι κατάρας ἐγγεγραμμένας ἔχουσαν κατὰ Μείνιος τοῦ βασιλέως, ὃς πρῶτος [354b] Αἰγυπτίους τῆς ἀπλούτου καὶ ἀχρημάτου καὶ λιτῆς [10] ἀπήλλαξε διαίτης. λέγεται δὲ καὶ Τέχνακτις ὁ Βοκχόρεως πατὴρ στρατεύων ἐπʼ Ἄραβας, τῆς ἀποσκευῆς βραδυνούσης, ἡδέως τῷ προστυχόντι σιτίῳ χρησάμενος, εἶτα κοιμηθεὶς βαθὺν ὕπνον ἐπὶ στιβάδος, ἀσπάσασθαι τὴν εὐτέλειαν· ἐκ δὲ τούτου καταράσασθαι [15] τῷ Μεινίῳ, Μεινίῳ] Μείνι Baxterus καὶ τῶν ἱερέων ἐπαινεσάντων ἐπαινεσάντων] ἐπινευσάντων R στηλιτεῦσαι τὴν κατάραν.

[9] οἱ δὲ βασιλεῖς ἀπεδείκνυντο μὲν ἐκ τῶν ἱερέων ἢ τῶν μαχίμων, τοῦ μὲν διʼ ἀνδρείαν τοῦ δὲ διὰ σοφίαν γένους ἀξίωμα καὶ τιμὴν ἔχοντος. ὁ δʼ ἐκ [20] μαχίμων ἀποδεδειγμένος εὐθὺς ἐγίγνετο τῶν ἱερέων [354c] καὶ μετεῖχε τῆς φιλοσοφίας, ἐπικεκρυμμένης τὰ πολλὰ μύθοις καὶ λόγοις ἀμυδρὰς ἐμφάσεις τῆς ἀληθείας καὶ διαφάσεις ἔχουσιν, ὥσπερ ἀμέλει καὶ παραδηλοῦσιν αὐτοὶ πρὸ τῶν ἱερῶν τὰς σφίγγας ἐπιεικῶς [25] ἱστάντες, ὡς αἰνιγματώδη σοφίαν τῆς θεολογίας αὐτῶν ἐχούσης. τὸ δʼ ἐν Σάι Σάι p. 363f. Stob. 44, 42: σάει τῆς Ἀθηνᾶς, ἣν καὶ Ἶσιν νομίζουσιν, ἕδος ἐπιγραφὴν εἶχε τοιαύτην ἐγώ εἰμι πᾶν τὸ γεγονὸς καὶ ὂν καὶ ἐσόμενον καὶ τὸν ἐμὸν πέπλον οὐδείς πω θνητὸς ἀπεκάλυψεν ἔτι δὲ τῶν πολλῶν νομιζόντων ἴδιον παρʼ Αἰγυπτίοις ὄνομα [5] τοῦ Διὸς εἶναι τὸν Ἀμοῦν (ὃ παράγοντες ἡμεῖς [354d] Ἄμμωνα λέγομεν), Μανεθὼς μὲν ὁ Σεβεννύτης Σεβεννύτης Steph. Byzantius hic et infra: σεβεννίτης τὸ κεκρυμμένον οἴεται καὶ τὴν κρύψιν ὑπὸ ταύτης δηλοῦσθαι τῆς φωνῆς· Ἑκαταῖος Ἑκαταὶος] vid. p. 358 b δʼ ὁ Ἀβδηρίτης φησὶ τούτῳ καὶ πρὸς ἀλλήλους τῷ ῥήματι χρῆσθαι [10] τοὺς Αἰγυπτίους, ὅταν τινὰ προσκαλῶνται· προσκλητικὴν γὰρ εἶναι τὴν φωνήν. διὸ τὸν πρῶτον θεόν, ὃν ὃν Bentleius τῷ παντὶ τὸν αὐτὸν νομίζουσιν, ὡς ἀφανῆ καὶ κεκρυμμένον ὄντα προσκαλούμενοι καὶ παρακαλοῦντες ἐμφανῆ γενέσθαι καὶ δῆλον αὐτοῖς, Ἀμοῦν λέγουσιν. [15] ἡ μὲν οὖν εὐλάβεια τῆς περὶ τὰ θεῖα σοφίας Αἰγυπτίων τοσαύτη ἦν. ἦν] del. Benselerus

[10] μαρτυροῦσι δὲ καὶ τῶν Ἑλλήνων οἱ σοφώτατοι, [354e] Σόλων Θαλῆς Πλάτων Εὔδοξος Πυθαγόρας, ὡς δʼ ἔνιοί φασι, καὶ Λυκοῦργος, εἰς Αἴγυπτον ἀφικόμενοι [20] καὶ συγγενόμενοι τοῖς ἱερεῦσιν. Εὔδοξος μὲν οὖν Χονούφεώς φασι Μεμφίτου διακοῦσαι, Σόλωνα δὲ Σόγχιτος Σαΐτου, Πυθαγόραν δʼ Οἰνούφεως Ἡλιοπολίτου. Ἡλιοπολίτου : ἡλιουπολίτου μάλιστα δʼ οὗτος, ὡς ἔοικε, [354f] θαυμασθεὶς καὶ θαυμάσας τοὺς ἄνδρας ἀπεμιμήσατο [25] τὸ συμβολικὸν αὐτῶν καὶ μυστηριῶδες, ἀναμίξας αἰνίγμασι τὰ δόγματα· τῶν γὰρ καλουμένων ἱερογλυφικῶν γραμμάτων οὐδὲν ἀπολείπει τὰ πολλὰ τῶν Πυθαγορικῶν παραγγελμάτων, οἷόν ἐστι τὸ μὴ ἐσθίειν ἐπὶ δίφρου μηδʼ ἐπὶ χοίνικος καθῆσθαι μηδὲ φοίνικα φυτεύειν φυτεύειν] φονεύειν? μηδὲ πῦρ μαχαίρᾳ μαχαίρᾳ : μαχαιρῃ σκαλεύειν ἐν [5] οἰκίᾳ δοκῶ δʼ ἔγωγε καὶ τὸ τὴν μονάδα τοὺς ἄνδρας ὀνομάζειν Ἀπόλλωνα καὶ τὴν δυάδα τὴν δυάδα Squirius: δυάδα τὴν Ἄρτεμιν, Ἀθηνᾶν δὲ τὴν ἑβδομάδα, Ποσειδῶνα δὲ τὸν πρῶτον κύβον, ἐοικέναι τοῖς ἐπὶ τῶν ἱερῶν ἱδρυμένοις καὶ δρωμένοις νὴ Δία καὶ γραφομένοις. τὸν γὰρ βασιλέα [10] καὶ κύριον Ὄσιριν ὀφθαλμῷ καὶ σκήπτρῳ γράφουσιν· [355a] ἔνιοι δὲ καὶ τοὔνομα διερμηνεύουσι πολυόφθαλμον, ὡς τοῦ μὲν ος, τὸ πολύ, τοῦ δʼ ιρι τὸν ὀφθαλμὸν Αἰγυπτίᾳ γλώττῃ φράζοντος φράζοντος Baxterus: φράζοντες τὸν δʼ οὐρανὸν ὡς ἀγήρων ἀγήρων *: ἀγήρω διʼ ἀιδιότητα καρδίᾳ θυμὸν ἐσχάρας θυμὸν ἐσχάρας ὑποκειμένης] βωμίου ἐσχάρας ὑποκαομέηνς? cf. Eur. Phoen. 281. Soph. Antig. 1016. alii ὑποκειμένης. ἐν δὲ [15] Θήβαις εἰκόνες ἦσαν ἀνακείμεναι δικαστῶν ἄχειρες, ἡ δὲ τοῦ ἀρχιδικαστοῦ καταμύουσα τοῖς ὄμμασιν, ὡς ἄδωρον ἅμα τὴν δικαιοσύνην καὶ ἀνέντευκτον οὖσαν. τοῖς δὲ μαχίμοις κάνθαρος ἦν γλυφὴ σφραγῖδος· οὐ γὰρ ἔστι κάνθαρος θῆλυς, ἀλλὰ πάντες ἄρσενες. τίκτουσι [20] δὲ τὸν γόνον εἰς ὕλην, ἣν εἰς ὕλην, ἣν W: ὡς σφαιροποιοῦσιν, οὐ τροφῆς μᾶλλον ἢ γενέσεως χώραν παρασκευάζοντες. [355b]

[11] ὅταν οὖν ἃ μυθολογοῦσιν Αἰγύπτιοι περὶ τῶν θεῶν ἀκούσῃς, πλάνας καὶ διαμελισμοὺς καὶ πολλὰ τοιαῦτα παθήματα, δεῖ τῶν προειρημένων [25] μνημονεύειν καὶ μηδὲν οἴεσθαι τούτων λέγεσθαι γεγονὸς οὕτω καὶ πεπραγμένον. οὐ γὰρ τὸν κύνα κυρίως Ἑρμῆν λέγουσιν, ἀλλὰ τοῦ ζῴου τὸ φυλακτικὸν καὶ τὸ ἄγρυπνον καὶ τὸ φιλόσοφον, γνώσει καὶ ἀγνοίᾳ τὸ φίλον καὶ τὸ ἐχθρὸν ὁρίζοντος, [5] ᾗ φησιν ὁ Πλάτων, Πλάτων] Rep. p. 375 e τῷ λογιωτάτῳ τῶν θεῶν συνοικειοῦσιν. συνοικειοῦσιν Baxterus: κυνικειοῦσιν οὐδὲ τὸν ἥλιον ἐκ λωτοῦ νομίζουσι βρέφος [355c] ἀνίσχειν νεογνόν, νεογνόν Herwerdenus: νεογιλόν ἀλλʼ οὕτως ἀνατολὴν ἡλίου γράφουσι, τὴν ἐξ ὑγρῶν ἡλίου γιγνομένην ἄναψιν αἰνιττόμενοι. καὶ γὰρ τὸν ὠμότατον Περσῶν βασιλέα [10] καὶ φοβερώτατον Ὦχον ἀποκτείναντα πολλούς, τέλος δὲ καὶ τὸν Ἆπιν ἀποσφάξαντα καὶ καταδειπνήσαντα μετὰ τῶν φίλων, ἐκάλεσαν μάχαιραν, καὶ καλοῦσι μέχρι νῦν οὕτως ἐν τῷ καταλόγῳ τῶν βασιλέων, οὐ κυρίως δήπου τὴν οὐσίαν αὐτοῦ σημαίνοντες, ἀλλὰ [15] τοῦ τρόπου τὴν σκληρότητα καὶ κακίαν ὀργάνῳ φονικῷ παρεικάζοντες. οὕτω δὴ τὰ περὶ θεῶν ἀκούσασα ἀκούσασα] ἀκούουσα? καὶ δεχομένη παρὰ τῶν ἐξηγουμένων τὸν μῦθον ὁσίως καὶ φιλοσόφως, καὶ δρῶσα μὲν ἀεὶ καὶ διαφυλάττουσα [355d] τῶν ἱερῶν τὰ νενομισμένα, τοῦ δʼ [20] ἀληθῆ δόξαν ἔχειν περὶ θεῶν μηδὲν οἰομένη μᾶλλον αὐτοῖς μήτε θύσειν μήτε ποιήσειν ποιήσειν Duebnerus: ποιήσειν αὐτοὶς κεχαρισμένον, οὐδὲν ἔλαττον ἀποφεύξῃ ἀποφεύξῃ *: ἀποφεύξοιο κακὸν ἀθεότητος δεισιδαιμονίαν.

[12] λέγεται δʼ ὁ μῦθος οὗτος οὕτως Baxterus ἐν βραχυτάτοις [25] ὡς ἔνεστι μάλιστα, τῶν ἀχρήστων σφόδρα καὶ περιττῶν ἀφαιρεθέντων. τῆς Ῥέας φασὶ κρύφα τῷ Κρόνῳ συγγενομένης, αἰσθόμενον ἐπαράσασθαι τὸν Ἥλιον αὐτῇ μήτε μηνὶ μήτʼ ἐνιαυτῷ τεκεῖν ἐρῶντα δὲ τὸν Ἑρμῆν τῆς θεοῦ συνελθεῖν, εἶτα παίξαντα πέττια πρὸς τὴν Σελήνην καὶ ἀφελόντα τῶν φώτων ἑκάστου [5] τὸ ἑβδομηκοστόν, ἑβδομηκοστόν] add. δεύτερον Scaligerus ἐκ πάντων ἡμέρας πέντε συνελεῖν συνελεῖν X: συνελθεῖν [355e] καὶ ταῖς ἑξήκοντα καὶ τριακοσίαις ἐπαγαγεῖν, ἐπαγαγεῖν R: ἐπάγειν ἃς νῦν ἐπαγομένας Αἰγύπτιοι καλοῦσι καὶ τῶν θεῶν γενεθλίους ἄγουσι. τῇ μὲν πρώτῃ τὸν Ὄσιριν γενέσθαι, καὶ φωνὴν αὐτῷ τεχθέντι συνεκπεσεῖν, ὡς ὁ πάντων ὁ πάντων R: ἁπάντων [10] κύριος εἰς φῶς πρόεισιν. ἔνιοι δὲ Παμύλην τινὰ λέγουσιν ἐν Θήβαις ὑδρευόμενον ὑδρευόμενον Baxterus: ὑδρευομένην ἐκ τοῦ ἱεροῦ τοῦ Διὸς φωνὴν ἀκοῦσαι διακελευομένην ἀνειπεῖν μετὰ βοῆς, ὅτι μέγας βασιλεὺς εὐεργέτης Ὄσιρις γέγονε· καὶ διὰ τοῦτο θρέψαι τὸν Ὄσιριν, ἐγχειρίσαντος ἐγχειρίσαντος Salmasius: ἐγχειρήσαντος [15] αὐτῷ τοῦ Κρόνου, καὶ τὴν τῶν Παμυλίων Παμύλην - Παμυλίων] Παμμύλην - Παμμυλίων L. Dindorfius ἑορτὴν αὐτῷ τελεῖσθαι, Φαλληφορίοις ἐοικυῖαν. τῇ δὲ δευτέρᾳ [355f] τὸν Ἀρούηριν, ὃν Ἀπόλλωνα, ὃν καὶ ὅν καὶ] ὄντα καί? cf. p. 483, 9 πρεσβύτερον Ὧρον ἔνιοι καλοῦσι· τῇ τρίτῃ δὲ Τυφῶνα μὴ καιρῷ μηδὲ κατὰ χώραν, ἀλλʼ ἀναρρήξαντα πληγῇ [20] διὰ τῆς πλευρᾶς ἐξαλέσθαι· ἐξαλέσθαι R: ἐξάλλεσθαι τετάρτῃ δὲ τὴν Ἶσιν ἐν πανύγροις πανύγροις] πανηγύρεσι Bunsenius γενέσθαι· τῇ δὲ πέμπτῃ Νέφθυν, ἣν καὶ Τελευτὴν καὶ Ἀφροδίτην, ἔνιοι δὲ καὶ Νίκην ὀνομάζουσιν. εἶναι δὲ τὸν μὲν Ὄσιριν ἐξ Ἡλίου καὶ τὸν Ἀρούηριν, ἐκ δὲ Ἑρμοῦ τὴν Ἶσιν, ἐκ δὲ τοῦ Κρόνου τὸν Τυφῶνα καὶ τὴν Νέφθυν, διὸ καὶ τὴν [356a] τρίτην τρίτην] add. καὶ τὴν πέμπτην R τῶν ἐπαγομένων ἀποφράδα νομίζοντες οἱ βασιλεῖς οὐκ ἐχρημάτιζον οὐδʼ ἐθεράπευον αὑτοὺς [5] μέχρι νυκτός. γήμασθαι γήμασθαι X: τιμᾶσθαι δὲ τῷ Τυφῶνι τὴν Νέφθυν. Ἶσιν δὲ καὶ Ὄσιριν ἐρῶντας ἀλλήλων καὶ πρὶν ἢ γενέσθαι κατὰ γαστρὸς ὑπὸ σκότῳ συνεῖναι. ἔνιοι δέ φασι καὶ τὸν Ἀούηριν οὕτω γεγονέναι καὶ καλεῖσθαι πρεσβύτερον Ὧρον ὑπʼ Αἰγυπτίων, Ἀπόλλωνα [10] δʼ ὑφʼ Ἑλλήνων. ἔνιοι δέ φασι - Ἑλλήνων] glossam esse putat W

[13] βασιλεύοντα δʼ Ὄσιριν Αἰγυπτίους μὲν εὐθὺς ἀπόρου βίου καὶ θηριώδους ἀπαλλάξαι, καρπούς τε [356b] δείξαντα καὶ νόμους θέμενον αὐτοῖς καὶ θεοὺς διδάξαντα διδάξαντα Marklandus: δείξαντα τιμᾶν· ὕστερον δὲ γῆν πᾶσαν ἡμερούμενον [15] ἐπελθεῖν, ἐλάχιστα μὲν ὅπλων δεηθέντα, πειθοῖ δὲ τοὺς πλείστους καὶ λόγῳ μετʼ ᾠδῆς καὶ πάσης μουσικῆς θελγομένους προσαγόμενον· ὅθεν Ἕλλησι δόξαι Διονύσῳ τὸν αὐτὸν εἶναι. Τυφῶνα δʼ ἀπόντος μὲν οὐδὲν νεωτερίζειν, διὰ τὸ τὴν Ἶσιν εὖ μάλα φυλάττεσθαι [20] καὶ προσέχειν ἐγκρατῶς ἔχουσαν, ἔχουσαν] ἄρχουσαν idem. cf. Diod. I 17 ἐπανελθόντι δὲ δόλον μηχανᾶσθαι, συνωμότας ἄνδρας ἑβδομήκοντα καὶ δύο πεποιημένον καὶ συνεργὸν ἔχοντα βασίλισσαν ἐξ Αἰθιοπίας παροῦσαν, ἣν ὀνομάζουσιν [356c] Ἀσώ· τοῦ δʼ Ὀσίριδος ἐκμετρησάμενον λάθρα τὸ [25] σῶμα καὶ κατασκευάσαντα πρὸς τὸ μέγεθος λάρνακα καλὴν καὶ κεκοσμημένην περιττῶς εἰσενεγκεῖν εἰς τὸ συμπόσιον. ἡσθέντων δὲ τῇ ὄψει καὶ θαυμασάντων, ὑποσχέσθαι τὸν Τυφῶνα μετὰ παιδιᾶς, ὃς ἂν ἐγκατακλιθεὶς ἐγκατακλιθεὶς Marklandus: ἐγκατακελισθεὶς ἐξισωθῇ, ἐξισωθῇ *: ἐξισωθείη διδόναι δῶρον αὐτῷ τὴν λάρνακα. [5] πειρωμένων δὲ πάντων καθʼ ἕκαστον, ὡς οὐδεὶς ἐνήρμοττεν, ἐμβάντα τὸν Ὄσιριν κατακλιθῆναι. τοὺς δὲ συνόντας συνόντας] συνωμότας M ἐπιδραμόντας ἐπιρράξαι ἐπιρράξαι W: ἐπιρρῆξαι τὸ πῶμα καί, τῶν μὲν γόμφοις καταλαβόντων τῶ μὲν - καταλαβόντων Salmasius: τὰ μὲν - καταλαβόντας ἔξωθεν, τῶν δὲ θερμοῦ μολίβδου καταχεαμένων, ἐπὶ τὸν ποταμὸν [10] ἐξενεγκεῖν καὶ μεθεῖναι διὰ τοῦ Τανιτικοῦ Τανιτικοῦ X: ταναϊτικοῦ στόματος εἰς τὴν θάλασσαν, ὃ διὰ τοῦτο μισητὸν ἔτι νῦν καὶ κατάπτυστον ὀνομάζειν Αἰγυπτίους. ταῦτα δὲ πραχθῆναι λέγουσιν ἑβδόμῃ ἐπὶ δέκα μηνὸς Ἀθύρ, ἐν ᾧ τὸν σκορπίον ὁ ἥλιος διέξεισιν, ὄγδοον ἔτος καὶ [15] [356d] εἰκοστὸν ἐκεῖνο ἐκεῖνο X: ἐκείνου βασιλεύοντος Ὀσίριδος. ἔνιοι δὲ βεβιωκέναι φασὶν αὐτόν, οὐ βεβασιλευκέναι χρόνον τοσοῦτον.

[14] πρώτων δὲ τῶν τὸν περὶ Χέμμιν Χέμμιν X: χέννιν οἰκούντων τόπον Πανῶν καὶ Σατύρων τὸ πάθος αἰσθομένων [20] καὶ λόγον ἐμβαλόντων περὶ τοῦ γεγονότος, τὰς μὲν αἰφνιδίους τῶν ὄχλων ταραχὰς καὶ πτοήσεις ἔτι νῦν διὰ τοῦτο πανικὰς προσαγορεύεσθαι· τὴν δʼ Ἶσιν αἰσθομένην κείρασθαι κείρασθαι Herwerdenus: χείρεσθαι μὲν ἐνταῦθα τῶν πλοκάμων ἕνα καὶ πένθιμον στολὴν ἀναλαβεῖν, ὅπου τῇ πόλει τῇ πόλει] πόλις ᾑ R μέχρι νῦν ὄνομα Κοπτώ. ἕτεροι δὲ τοὔνομα σημαίνειν [356e] οἴονται στέρησιν· τὸ γὰρ ἀποστερεῖν κόπτειν λέγουσι. ἑτεροι - λέγουσι] ex margine irrepsisse videntur πλανωμένην δὲ πάντῃ καὶ ἀποροῦσαν οὐδένα προσελθεῖν προσελθεῖν] παρελθεῖν M ἀπροσαύδητον, ἀλλὰ καὶ παιδαρίοις συντυχοῦσαν [5] ἐρωτᾶν περὶ τῆς λάρνακος· τὰ δὲ τυχεῖν δὲ τυχεῖν Baxterus: δ’ ἔτυχεν ἑωρακότα καὶ φράσαι τὸ στόμα, διʼ οὗ τὸ ἀγγεῖον οἱ φίλοι τοῦ Τυφῶνος εἰς τὴν θάλασσαν ἔωσαν. ἐκ τούτου τὰ παιδάρια μαντικὴν δύναμιν ἔχειν οἴεσθαι τοὺς Αἰγυπτίους, καὶ μάλιστα ταῖς τούτων ὀττεύεσθαι [10] κληδόσι παιζόντων ἐν ἱεροῖς καὶ φθεγγομένων ὅ τι ἂν τύχωσι. αἰσθομένην δὲ τῇ ἀδελφῇ ἐρῶντα συγγεγονέναι διʼ [356f] ἄγνοιαν ὡς ἑαυτῇ τὸν Ὄσιριν, καὶ τεκμήριον ἰδοῦσαν τὸν μελιλώτινον ἰδοῦσαν τὸν μελιλώτινον X: ἰδοῦσα τὸν μὲν λάτινον στέφανον, ὃν ἐκεῖνος παρὰ τῇ Νέφθυι τῇ Νέφθυι R: τὴν νέφθυν κατέλιπε, τὸ παιδίον ζητεῖν [15] (ἐκθεῖναι ἐκθεῖναι X: ἐκεῖνο γὰρ εὐθὺς τεκοῦσαν διὰ φόβον τοῦ Τυφῶνος)· εὑρεθὲν δὲ δὲ Squirius χαλεπῶς καὶ μόγις, κυνῶν ἐπαγόντων τὴν Ἶσιν, ἐκτραφῆναι καὶ γενέσθαι φύλακα καὶ ὀπαδὸν αὐτῆς, Ἄνουβιν προσαγορευθέντα, καὶ λεγόμενον τοὺς θεοὺς φρουρεῖν, ὥσπερ οἱ κύνες [20] τοὺς ἀνθρώπους. [357a]

[15] ἐκ δὲ τούτου πυθέσθαι περὶ τῆς λάρνακος, ὡς πρὸς τὴν Βύβλου βύβλον] βύβλου Bentleius χώραν ὑπὸ τῆς θαλάσσης ἐκκυμανθεῖσαν αὐτὴν ἐρείκῃ τινὶ μαλθακῶς ὁ κλύδων προσέμιξεν· ἡ δʼ ἐρείκη κάλλιστον ἔρνος ὀλίγῳ χρόνῳ [25] καὶ μέγιστον ἀναδραμοῦσα περιέπτυξε καὶ περιέφυ καὶ ἀπέκρυψεν ἐντὸς ἑαυτῆς· θαυμάσας δʼ ὁ βασιλεὺς τοῦ φυτοῦ τὸ μέγεθος καὶ περιτεμὼν τὸν περιέχοντα τὴν σορὸν οὐχ ὁρωμένην κορμὸν κορμόν Salmasius: κόλπον ἔρεισμα τῆς στέγῃ ὑπέστησε. ταῦτά τε πνεύματί φασι δαιμονίῳ φήμης [5] πυθομένην τὴν Ἶσιν εἰς Βύβλον ἀφικέσθαι, καὶ καθίσασαν ἐπὶ κρήνης ταπεινὴν καὶ δεδακρυμένην ἄλλῳ μὲν μηδενὶ προσδιαλέγεσθαι, τῆς δὲ βασιλίδος τὰς θεραπαινίδας ἀσπάζεσθαι καὶ φιλοφρονεῖσθαι τήν τε κόμην παραπλέκουσαν αὐτῶν καὶ τῷ χρωτὶ [10] [357b] θαυμαστὴν εὐωδίαν ἐπιπνέουσαν ἀφʼ ἑαυτῆς. ἰδούσης δὲ τῆς βασιλίδος τὰς θεραπαινίδας, ἵμερον ἐμπεσεῖν τῆς ξένης τῶν τε τριχῶν τοῦ τε χρωτὸς ἀμβροσίαν πνέοντος· οὕτω δὲ μεταπεμφθεῖσαν καὶ γενομένην συνήθη ποιήσασθαι τοῦ παιδίου τίτθην. [15] ὄνομα δὲ τῷ μὲν βασιλεῖ Μάλκανδρον εἶναί φασιν· αὐτῇ αὐτῇ Marklandus: αὐτ̀ν δʼ οἱ μὲν Ἀστάρτην Ἀστάρτην Basileensis: ἀσπάρτην οἱ δὲ Σάωσιν οἱ δὲ Νεμανοῦν, ὅπερ ἂν Ἕλληνες Ἀθηναΐδα προσείποιεν. προσείποιεν Marklandus: προσειπεῖν

[16] τρέφειν δὲ τὴν Ἶσιν ἀντὶ μαστοῦ τὸν δάκτυλον [357c] εἰς τὸ στόμα τοῦ παιδίουvel τῷ παιδίῳ vel τιθεῖσαν W διδοῦσαν, νύκτωρ [20] δὲ περικάειν τὰ θνητὰ τοῦ σώματος· αὐτὴν δὲ γενομένην χελιδόνα τῇ κίονι περιπέτεσθαι καὶ θρηνεῖν, ἄχρι οὗ τὴν βασίλισσαν παραφυλάξασαν καὶ ἐκκραγοῦσαν, ἐκκραγοῦσαν Bentleius: κεκραγοῦσαν ὡς εἶδε περικαόμενον τὸ βρέφος, ἀφελέσθαι τὴν ἀθανασίαν αὐτοῦ. τὴν δὲ θεὰν φανερὰν γενομένην [25] αἰτήσασθαι τὴν κίονα τῆς στέγης· ὑφελοῦσαν δὲ ῥᾷστα περικόψαι τὴν ἐρείκην, εἶτα ταύτην μὲν ὀθόνῃ περικαλύψασαν καὶ μύρον καταχεαμένην ἐγχειρίσαι τοῖς βασιλεῦσι, καὶ νῦν ἔτι σέβεσθαι Βυβλίους τὸ ξύλον ἐν ἱερῷ κείμενον Ἴσιδος. τῇ δὲ σορῷ [357d] περιπεσεῖν καὶ κωκῦσαι τηλικοῦτον, ὥστε τῶν παίδων [5] τοῦ βασιλέως τὸν νεώτερον ἐκθανεῖν, ἐκθανεῖν R: ἐνθανεῖν τὸν δὲ πρεσβύτερον μεθʼ ἑαυτῆς ἔχουσαν καὶ τὴν σορὸν εἰς πλοῖον ἐνθεμένην ἀναχθῆναι. τοῦ δὲ Φαίδρου ποταμοῦ πνεῦμα τραχύτερον ἐκθρέψαντος ὑπὸ τὴν ἕω, θυμωθεῖσαν ἀναξηρᾶναι τὸ ῥεῖθρον. [10]

[17] ὅπου δὲ πρῶτον ἐρημίας ἔτυχεν, αὐτὴν καθʼ ἑαυτὴν γενομένην ἀνοῖξαι τὴν λάρνακα, καὶ τῷ προσώπῳ τὸ πρόσωπον ἐπιθεῖσαν ἀσπάσασθαι καὶ δακρύειν· τοῦ δὲ παιδίου σιωπῇ προσελθόντος ἐκ τῶν ὄπισθεν καὶ καταμανθάνοντος, αἰσθομένην μεταστραφῆναι [15] [357e] καὶ δεινὸν ὑπʼ ὀργῆς ἐμβλέψαι. τὸ δὲ παιδίον οὐκ ἀνασχέσθαι τὸ τάρβος, ἀλλʼ ἀποθανεῖν. οἱ δέ φασιν οὐχ οὕτως, ἀλλʼ ὡς εἴρηται πρότερον πρότερον X: τρόπον ἐκπεσεῖν εἰς τὴν θάλασσαν. ἔχει δὲ τιμὰς διὰ τὴν θεόν· ὃν γὰρ ᾄδουσιν Αἰγύπτιοι παρὰ τὰ συμπόσια [20] Μανέρωτα, τοῦτον εἶναι. τινὲς δὲ τὸν μὲν παῖδα καλεῖσθαι Παλαιστινὸν ἢ Πηλούσιον, καὶ τὴν πόλιν ἐπώνυμον ἀπʼ αὐτοῦ γενέσθαι κτισθεῖσαν ὑπὸ τῆς θεοῦ· τὸν δʼ ᾀδόμενον Μανέρωτα πρῶτον εὑρεῖν μουσικὴν ἱστοροῦσιν. ἔνιοι δέ φασιν ὄνομα μὲν [25] οὐδενὸς εἶναι, διάλεκτον δὲ πίνουσιν ἀνθρώποις καὶ θαλειάζουσι πρέπουσαν αἴσιμα τὰ τοιαῦτα τὰ τοιαῦτα] ταῦτα W παρείη· [357f] τοῦτο γὰρ τῷ Μανέρωτι φραζόμενον ἀναφωνεῖν ἑκάστοτε τοὺς Αἰγυπτίους· ὥσπερ ἀμέλει καὶ τὸ δεικνύμενον αὐτοῖς εἴδωλον ἀνθρώπου τεθνηκότος ἐν κιβωτίῳ περιφερόμενον οὐκ ἔστιν ὑπόμνημα τοῦ περὶ Ὀσίριδος πάθους, ᾗ τινες ὑπολαμβάνουσιν, ἀλλʼ [5] οἰνωμένους οἰνωμένους Marklandus: οἰομένους παρακαλεῖν αὑτοὺς χρῆσθαι τοῖς παροῦσι καὶ ἀπολαύειν, ὡς πάντας αὐτίκα μάλα τοιούτους ἐσομένους, ἄχαριν ἄχαριν ἐπίκωμον Emperius: οὗ χάριν ἐπὶ κῶμον ἐπίκωμον ἐπεισάγουσι.

[18] τῆς δʼ Ἴσιδος πρὸς τὸν υἱὸν Ὧρον ἐν Βούτῳ τρεφόμενον πορευθείσης, τὸ δʼ ἀγγεῖον ἐκποδὼν [10] [358a] ἀποθεμένης Τυφῶνα κυνηγετοῦντα νύκτωρ πρὸς τὴν σελήνην ἐντυχεῖν αὐτῷ, καὶ τὸ σῶμα γνωρίσαντα διελεῖν εἰς τεσσαρεσκαίδεκα τεσσαρεσκαίδεκα] τεσσαρακαίδεκα? μέρη καὶ διαρρῖψαι· τὴν δʼ Ἶσιν πυθομένην ἀναζητεῖν ἐν βάριδι παπυρίνῃ τὰ τὰ Basileensis: τὰ δὲ ἕλη διεκπλέουσαν· ὅθεν οὐκ ἀδικεῖσθαι τοὺς ἐν [15] παπυρίνοις σκάφεσι πλέοντας ὑπὸ τῶν κροκοδείλων, ἢ φοβουμένων ἢ σεβομένων νὴ διὰ νὴ Δία Faehsius: διὰ τὴν θεόν. ἐκ τούτου δὲ καὶ πολλοὺς τάφους Ὀσίριδος ἐν Αἰγύπτῳ λέγεσθαι διὰ τὸ προστυγχάνουσαν ἑκάστῳ μέρει ταφὰς ποιεῖν. οἱ δʼ οὔ φασιν, ἀλλʼ εἴδωλα ποιουμένην [20] διδόναι διδόναι] διαδοῦναι Marklandus καθʼ ἑκάστην πόλιν ὡς τὸ σῶμα [358b] διδοῦσαν ὅπως παρὰ πλείοσιν ἔχῃ τιμάς, κἂν ὁ Τυφὼν ἐπικρατήσῃ τοῦ Ὥρου, τὸν ἀληθινὸν τάφον ζητῶν, πολλῶν λεγομένων καὶ δεικνυμένων ἀπαγορεύσῃ. μόνον δὲ τῶν μερῶν τοῦ Ὀσίριδος τὴν Ἶσιν [25] οὐχ εὑρεῖν τὸ αἰδοῖον· εὐθὺς γὰρ εἰς τὸν ποταμὸν ῥιφῆναι καὶ γεύσασθαι τόν τε λεπιδωτὸν αὐτοῦ καὶ τὸν φάγρον καὶ τὸν ὀξύρυγχον, οὓς οὓς Basileensis: ὡς οὓς μάλιστα τῶν ἰχθύων ἀφοσιοῦσθαι· ἀφοσιοῦσθαι] ἀφοσιοῦνται R τὴν δʼ Ἶσιν ἀντʼ ἐκείνου μίμημα ποιησαμένην καθιερῶσαι τὸν φαλλόν, ᾧ καὶ νῦν ἑορτάζειν τοὺς Αἰγυπτίους. [5]

[19] ἔπειτα τῷ Ὥρῳ τὸν Ὄσιριν ἐξ ᾍδου παραγενόμενον διαπονεῖν ἐπὶ τὴν μάχην καὶ ἀσκεῖν, εἶτα διερωτῆσαι τί κάλλιστον ἡγεῖται· τοῦ δὲ φήσαντος τῷ πατρὶ καὶ μητρὶ τιμωρεῖν κακῶς παθοῦσιν [358c] δεύτερον ἐρέσθαι τί χρησιμώτατον χρησιμώτατον Emperius: χρησιμώτερον οἴεται ζῷον εἰς [10] μάχην ἐξιοῦσι· τοῦ δʼ Ὥρου ἵππον ἵππον] λύκον Benselerus εἰπόντος, ἐπιθαυμάσαι καὶ διαπορῆσαι, πῶς οὐ λέοντα μᾶλλον ἀλλʼ ἵππον εἶπεν. εἶπεν W εἰπεῖν οὖν τὸν Ὧρον ὡς λέων μὲν ὠφέλιμον ἐπιδεομένῳ βοηθείας, ἵππος δὲ φεύγοντα διασπάσαι καὶ καταναλῶσαι τὸν πολέμιον. [15] ἀκούσαντʼ οὖν ἡσθῆναι τὸν Ὄσιριν, ὡς ἱκανῶς παρασκευασαμένου τοῦ Ὥρου. λέγεται δʼ ὅτι, πολλῶν μετατιθεμένων ἀεὶ πρὸς τὸν Ὧρον, καὶ ἡ παλλακὴ τοῦ Τυφῶνος ἀφίκετο Θούηρις. ὄφις δέ τις ἐπιδιώκων [358d] αὐτὴν ὑπὸ τῶν περὶ τὸν Ὧρον κατεκόπη, καὶ [20] νῦν διὰ τοῦτο σχοινίον τι προβάλλοντες εἰς μέσον κατακόπτουσι. τὴν μὲν οὖν μάχην ἐπὶ πολλὰς ἡμέρας γενέσθαι καὶ κρατῆσαι τὸν Ὧρον· τὸν Τυφῶνα δὲ τὴν Ἶσιν δεδεμένον παραλαβοῦσαν οὐκ ἀνελεῖν, ἀλλὰ καὶ λῦσαι καὶ μεθεῖναι· τὸν δʼ Ὧρον οὐ μετρίως [25] ἐνεγκεῖν, ἀλλʼ ἐπιβαλόντα τῇ μητρὶ τὰς χεῖρας ἀποσπάσαι τῆς κεφαλῆς τὸ βασίλειον· Ἑρμῆν δὲ περιθεῖναι βούκρανον αὐτῇ κράνος. τοῦ δὲ Τυφῶνος δίκην τῷ Ὥρῳ νοθείας λαχόντος, βοηθήσαντος δὲ τοῦ Ἑρμοῦ, καὶ δὲ et καὶ] del. R τὸν Ὧρον ὑπὸ τῶν θεῶν γνήσιον κριθῆναι, τὸν δὲ Τυφῶνα δυσὶν ἄλλαις μάχαις καταπολεμηθῆναι. [5] [358e] τὴν δʼ Ἶσιν ἐξ Ὀσίριδος μετὰ τὴν τελευτὴν συγγενομένου τεκεῖν ἠλιτόμηνον καὶ ἀσθενῆ τοῖς κάτωθεν γυίοις τὸν Ἁρποκράτην.

[20] ταῦτα σχεδόν ἐστι τοῦ μύθου τὰ κεφάλαια τῶν δυσφημοτάτων ἐξαιρεθέντων, οἷόν ἐστι τὸ περὶ [10] τὸν Ὥρου τὸν τοῦ Ὡρου? διαμελισμὸν καὶ τὸν Ἴσιδος ἀποκεφαλισμόν. ὅτι μὲν οὖν, εἰ ταῦτα περὶ τῆς μακαρίας καὶ ἀφθάρτου φύσεως, καθʼ ἣν μάλιστα νοεῖται τὸ θεῖον, ὡς ἀληθῶς πραχθέντα καὶ συμπεσόντα δοξάζουσι καὶ λέγουσιν, ἀποπτύσαι δεῖ καὶ καθήρασθαι στόμα στόμα R: τὸ στόμα [15] κατʼ Αἰσχύλον, Αἰσχύλον] Nauck. p. 84 οὐδὲν δεῖ λέγειν πρὸς σέ. καὶ γὰρ [358f] αὐτὴ δυσκολαίνεις τοῖς οὕτω παρανόμους καὶ βαρβάρους δόξας περὶ θεῶν ἔχουσιν. ὅτι δʼ οὐκ ἔοικε ταῦτα κομιδῇ μυθεύμασιν ἀραιοῖς καὶ διακένοις πλάσμασιν, οἷα ποιηταὶ καὶ λογογράφοι καθάπερ οἱ [20] ἀράχναι γεννῶντες ἀφʼ ἑαυτῶν ἀπʼ ἀρχῆς ἀνυποθέτου ἀπ’ α0ρχῆς ἀνυποθέτου Marklandus: ἀπαρξὰς ἀνυποθέτους ὑφαίνουσι ὑφαίνουσι] συνυφαίνουσι? καὶ ἀποτείνουσιν, ἀλλʼ ἔχει τινὰς ἱστορίας καὶ παθῶν διηγήσεις, οἶσθʼ οἶσθʼ * αὐτή, καὶ καθάπερ οἱ μαθηματικοὶ τὴν ἶριν ἔμφασιν εἶναι τοῦ ἡλίου λέγουσι ποικιλλομένην τῇ πρὸς τὸ νέφος ἀναχωρήσει ἀναχρωρήσει] ἀνακλάσει R. ἀναχρώσει W τῆς [25] [359a] ὄψεως, οὕτως μῦθος ἐνταῦθα λόγου τινὸς ἔμφασίς ἐστιν ἀνακλῶντος ἐπʼ ἄλλα τὴν διάνοιαν, ὡς ὑποδηλοῦσιν αἵ τε θυσίαι τὸ πένθιμον ἔχουσαι καὶ σκυθρωπὸν ἐμφαινόμενον, αἵ τε τῶν ναῶν διαθέσεις πῆ μὲν ἀνειμένων εἰς πτερὰ καὶ [5] δρόμους ὑπαιθρίους καὶ καθαρούς, πῆ δὲ κρυπτὰ καὶ σκότια κατὰ γῆς ἐχόντων στολιστήρια Θηβαίοις Θηβαίοις] θηκαίοις Bouhierus ἐοικότα καὶ σηκοῖς· καὶ σηκοῖς] fort. σηκοῖς, ut sit θηκαίοις ἐοικότα σηκοῖς οὐχ ἥκιστα δʼ ἡ τῶν Ὀσιρείων δόξα, πολλαχοῦ κεῖσθαι λεγομένου τοῦ σώματος· τὴν [359b] τε γὰρ Διοχίτην Διοχίτην Holwerda: ἐχειτῖνον. cf. St. Byzantius ὀνομάζεσθαι πολίχνην λέγουσιν, ὡς [10] μόνην τὸν ἀληθινὸν ἔχουσαν, ἔν τʼ Ἀβύδῳ τοὺς εὐδαίμονας τῶν Αἰγυπτίων καὶ δυνατοὺς μάλιστα θάπτεσθαι, φιλοτιμουμένους ὁμοτάφους εἶναι τοῦ σώματος Ὀσίριδος, ἐν δὲ Μέμφει τρέφεσθαι τὸν Ἆπιν, εἴδωλον ὄντα τῆς ἐκείνου ψυχῆς, ὅπου καὶ [15] τὸ σῶμα κεῖσθαι· καὶ τὴν μὲν πόλιν οἱ μὲν ὅρμον ἀγαθῶν ἑρμηνεύουσιν, οἱ δʼ ἰδίως ἰδίως W: ὡς τάφον Ὀσίριδος. τὴν δὲ πρὸς Φίλαις Φίλαις Squirius: πύλας †νιστιτάνην νιστιτάνην] νησίδα τὴν Aldina. νησίδα Duebnerus. Scribendum vid. νησῖδα **, ut nomen insulae suppleatur ἄλλως μὲν ἄβατον ἅπασι καὶ ἀπροσπέλαστον εἶναι καὶ μηδʼ ὄρνιθας ἐπʼ αὐτὴν καταίρειν καταίρειν X: καρτερεῖν μηδʼ ἰχθῦς προσπελάζειν, ἑνὶ δὲ καιρῷ [20] τοὺς ἱερεῖς διαβαίνοντας ἐναγίζειν καὶ καταστέφειν τὸ σῆμα μηθίδης μηθίδης] μίνθης? φυτῷ περισκιαζόμενον, ὑπεραίροντι πάσης ἐλαίας μέγεθος. [359c]

[21] Εὔδοξος δέ, πολλῶν τάφων ἐν Αἰγύπτῳ λεγομένων, ἐν Βουσίριδι τὸ σῶμα κεῖσθαι· καὶ γὰρ πατρίδα ταύτην γεγονέναι τοῦ Ὀσίριδος οὐκέτι μέντοι λόγου δεῖσθαι τὴν Ταφόσιριν· αὐτὸ γὰρ φράζειν τοὔνομα ταφὴν Ὀσίριδος. αἰνῶ αἰνῶ] ἐῶ W δὲ τομὴν ξύλου καὶ σχίσιν λίνου καὶ χοὰς χεομένας διὰ τὸ πολλὰ τῶν [5] μυστικῶν ἀναμεμῖχθαι τούτοις. οὐ μόνον δὲ τούτων τούτων] τούτου Baxterus οἱ ἱερεῖς λέγουσιν, ἀλλὰ καὶ τῶν ἄλλων θεῶν, ὅσοι μὴ ἀγέννητοι ἀγένητοι? μηδʼ ἄφθαρτοι, τὰ μὲν σώματα παρʼ αὐτοῖς κεῖσθαι καμόντα καὶ θεραπεύεσθαι, τὰς δὲ [359d] ψυχὰς ἐν οὐρανῷ λάμπειν ἄστρα, καὶ καλεῖσθαι κύνα [10] μὲν τὴν Ἴσιδος ὑφʼ Ἑλλήνων, ὑπʼ Αἰγυπτίων δὲ Σῶθιν Ὠρίωνα δὲ τὴν Ὥρου, τὴν Ὡρου X: τὸν ὥρον τὴν δὲ Τυφῶνος ἄρκτον, εἰς δὲ τὰς ταφὰς ταφὰς Salmasius: γραφὰς τῶν τιμωμένων ζῴων τοὺς μὲν ἄλλους συντεταγμένα τελεῖν, μόνους δὲ μὴ διδόναι τοὺς Θηβαΐδα κατοικοῦντας, ὡς θνητὸν θεὸν οὐδένα [15] νομίζοντας, ἀλλʼ ὃν ἀλλ’ ἢ ὃν? καλοῦσιν αὐτοὶ Κνήφ, ἀγέννητον ἀγένητον? ὄντα καὶ ἀθάνατον.

[22] πολλῶν δὲ τοιούτων λεγομένων καὶ δεικνυμένων, οἱ μὲν οἰόμενοι βασιλέων ταῦτα καὶ τυράννων, διʼ ἀρετὴν ὑπερφέρουσαν ἢ δύναμιν ἀξίωμα τῇ [20] δόξῃ τῇ δόξῃ] ἢ δόξαν Duebnerus θεότητος ἐπιγραψαμένων εἶτα χρησαμένων [359e] τύχαις, ἔργα καὶ πάθη δεινὰ καὶ μεγάλα διαμνημονεύεσθαι, ῥᾴστῃ μὲν ἀποδράσει τοῦ λόγου χρῶνται καὶ τὸ δύσφημον οὐ φαύλως ἀπὸ τῶν θεῶν ἐπʼ ἀνθρώπους μεταφέρουσι, καὶ ταύτας ἔχουσιν ἀπὸ [25] τῶν ἱστορουμένων βοηθείας. ἱστοροῦσι γὰρ Αἰγύπτιοι τὸν μὲν Ἑρμῆν τῷ σώματι γενέσθαι γαλιάγκωνα, τὸν δὲ Τυφῶνα τῇ χρόᾳ πυρρόν, λευκὸν δὲ τὸν Ὧρον καὶ μελάγχρουν τὸν Ὄσιριν, ὡς τῇ φύσει γεγονότας ἀνθρώπους. ἔτι δὲ καὶ στρατηγὸν ὀνομάζουσιν Ὄσιριν, καὶ κυβερνήτην Κάνωβον, οὗ φασιν [5] ἐπώνυμον γεγονέναι τὸν ἀστέρα· καὶ τὸ πλοῖον, ὃ [359f] καλοῦσιν Ἕλληνες Ἀργώ, τῆς Ὀσίριδος νεὼς εἴδωλον ἐπὶ τιμῇ κατηστερισμένον, οὐ μακρὰν φέρεσθαι τοῦ Ὠρίωνος καὶ τοῦ Κυνός, ὧν τὸ μὲν Ὥρου τὸ τὸ - τὸ] τὸν - τὸν R δʼ Ἴσιδος ἱερὸν Αἰγύπτιοι νομίζουσιν. [10]

[23] ὀκνῶ δέ, μὴ τοῦτʼ ᾖ τὰ ἀκίνητα κινεῖν καὶ πολεμεῖν οὐ τῷ πολλῷ χρόνῳ (κατὰ Σιμωνίδην) Σιμωνίδην] Bergk. 3 p. 522 μόνον, πολλοῖς δʼ ἀνθρώπων ἔθνεσι καὶ γένεσι κατόχοις ὑπὸ τῆς πρὸς τοὺς θεοὺς τούτους ὁσιότητος, οὐδὲν ἀπολιπόντας ἐξ ἐξ] τοῦ ἐξ Baxterus οὐρανοῦ μεταφέρειν ἐπὶ [15] γῆν ὀνόματα τηλικαῦτα, καὶ τιμὴν καὶ πίστιν ὀλίγου [360a] δεῖν ἅπασιν ἐκ πρώτης γενέσεως ἐνδεδυκυῖαν ἐξιστάναι καὶ ἀναλύειν, μεγάλας μὲν τῷ ἀθέῳ λεῲ κλισιάδας ἀνοίγοντας καὶ ἐξανθρωπίζοντας ἐξανθρωπίζοντας Marklandus: ἐξανθρωπίζοντι τὰ θεῖα, λαμπρὰν δὲ τοῖς Εὐημέρου τοῦ Μεσσηνίου φενακισμοῖς [20] παρρησίαν διδόντας, ὃς αὐτὸς ἀντίγραφα συνθεὶς ἀπίστου καὶ ἀνυπάρκτου μυθολογίας πᾶσαν ἀθεότητα κατασκεδάννυσι τῆς οἰκουμένης, τοὺς νομιζομένους θεοὺς πάντας ὁμαλῶς διαγράφων εἰς ὀνόματα ὀνόματα Baxterus: ὄνομα στρατηγῶν καὶ ναυάρχων καὶ βασιλέων ὡς δὴ [25] πάλαι γεγονότων, ἐν δὲ Πάγχοντι γράμμασι χρυσοῖς [360b] ἀναγεγραμμένων, ἀναγεγραμμένων Salmasius: ἀναγεγραμμένοις οἷς οὔτε βάρβαρος οὐδεὶς οὔθʼ Ἕλλην, ἀλλὰ μόνος Εὐήμερος, ὡς ἔοικε, πλεύσας εἰς τοὺς μηδαμόθι γῆς γεγονότας μηδʼ ὄντας Παγχώους Παγχωόυς] Παγχαίους? καὶ Τριφύλλους ἐντετυχήκει. ἐντετύχηκε R

[24] καίτοι μεγάλαι μὲν ὑμνοῦνται πράξεις ἐν [5] Ἀσσυρίοις Σεμιράμιος, μεγάλαι δʼ αἱ Σεσώστριος ἐν Αἰγύπτῳ· Φρύγες δὲ μέχρι νῦν τὰ λαμπρὰ καὶ θαυμαστὰ τῶν ἔργων Μανικὰ καλοῦσι διὰ τὸ Μάνην Μάνην Salmasius: μάνιν τινὰ τῶν πάλαι βασιλέων ἀγαθὸν ἄνδρα καὶ δυνατὸν γενέσθαι παρʼ αὐτοῖς, ὃν ἔνιοι Μάσδην καλοῦσι· [10] Κῦρος δὲ Πέρσας Μακεδόνας δʼ Ἀλέξανδρος ὀλίγου δεῖν ἐπὶ πέρας τῆς γῆς κρατοῦντας προήγαγον· ἀλλʼ [360c] ὄνομα καὶ μνήμην βασιλέων ἀγαθῶν ἔχουσιν. εἰ δέ τινες ἐξαρθέντες ἐξαρθέντες X: ἐξαρθέντες X: ἐξαιρεθέντες ὑπὸ μεγαλαυχίας ὥς φησιν ὁ Πλάτων Πλάτων] Legg. p. 716 a ἅμα νεότητι καὶ ἀνοίᾳ ἀνοίᾳ Plato: ἀγνοίᾳ φλεγόμενοι τὴν [15] ψυχὴν μεθʼ ὕβρεως ἐδέξαντο θεῶν ἐπωνυμίας καὶ ναῶν ἱδρύσεις, βραχὺν ἤνθησεν ἡ δόξα χρόνον, εἶτα κενότητα καὶ ἀλαζονείαν μετʼ ἀσεβείας καὶ παρανομίας προσοφλόντες. ὠκύμοροι καπνοῖο δίκην ἀρθέντες ἀπέπταν,Mullach. 1 p. 2 [20] καὶ νῦν ὥσπερ ἀγώγιμοι δραπέται τῶν ἱερῶν καὶ τῶν βωμῶν ἀποσπασθέντες οὐδὲν ἀλλʼ ἢ τὰ μνήματα καὶ τοὺς τάφους ἔχουσιν. ὅθεν Ἀντίγονος ὁ γέρων, [360d] Ἑρμοδότου τινὸς ἐν ποιήμασιν αὐτὸν Ἡλίου ἡλίου] Bergk. 3 p. 637 παῖδα καὶ θεὸν ἀναγορεύοντος, οὐ τοιαῦτά μοι εἶπεν [25] ὁ λασανοφόρος σύνοιδεν εὖ δὲ καὶ Λύσιππος ὁ πλάστης Ἀπελλῆν ἐμέμψατο τὸν ζωγράφον, ὅτι τὴν Ἀλεξάνδρου γράφων εἰκόνα κεραυνὸν ἐνεχείρισεν αὐτὸς δὲ λόγχην, ἧς τὴν δόξαν οὐδὲ εἷς ἀφαιρήσεται χρόνος ἀληθινὴν καὶ ἰδίαν οὖσαν. [5]

[25] βέλτιον οὖν οἱ τὰ περὶ τὸν Τυφῶνα καὶ Ὄσιριν καὶ Ἶσιν ἱστορούμενα μήτε θεῶν παθήματα μήτʼ ἀνθρώπων, ἀλλὰ δαιμόνων μεγάλων εἶναι νομίζοντες, [360e] οὓς οὓς X ex Euseb. Praep. Ev. 5, 5: ὡς καὶ Πλάτων καὶ Πυθαγόρας καὶ Ξενοκράτης καὶ Χρύσιππος, ἑπόμενοι τοῖς πάλαι θεολόγοις, [10] ἐρρωμενεστέρους μὲν ἀνθρώπων γεγονέναι λέγουσι καὶ πολὺ πολὺ Eusebius: πολλῇ τῇ δυνάμει τὴν φύσιν ὑπερφέροντας ἡμῶν, τὸ δὲ θεῖον οὐκ ἀμιγὲς οὐδʼ ἄκρατον ἔχοντας, ἀλλὰ καὶ ψυχῆς φύσει καὶ σώματος αἰσθήσει αἰσθήσει X: αἰσθήσει ἐν φύσει - αἰσθήσει] φύσεως - αἰσθήσεως Baxterus συνειληχός, ἡδονὴν δεχόμενον δεχόμενον Eusebius: δεχομένην καὶ πόνον, καὶ ὅσα ταύταις ἐγγενόμενα [15] ταῖς μεταβολαῖς πάθη τοὺς μὲν μᾶλλον τοὺς δʼ ἧττον ἐπιταράττει. γίγνονται γὰρ ὡς ἐν ἀνθρώποις, καὶ δαίμοσιν, ἀρετῆς διαφοραὶ καὶ κακίας. [360f] τὰ γὰρ Γιγαντικὰ καὶ Τιτανικὰ παρʼ Ἕλλησιν ᾀδόμενα καὶ Κρόνου Κρόνου] πολλαὶ idem τινὲς X ex Eusebio: τινὸς τινὲς ἄθεσμοι πράξεις καὶ Πύθωνος [20] ἀντιτάξεις πρὸς Ἀπόλλωνα, φυγαί φυγαί X ex eodem: φθόγγοι τε Διονύσου καὶ πλάναι, Δήμητρος οὐδὲν ἀπολείπουσι τῶν Ὀσιριακῶν καὶ Τυφωνικῶν, ἄλλων θʼ ὧν πᾶσιν πᾶσιν] παρὰ πᾶσιν Eusebius ἔξεστιν ἀνέδην μυθολογουμένων ἀκούειν· ὅσα τε μυστικοῖς ἱεροῖς περικαλυπτόμενα περικαλυπτόμενα] παρακαλυπτόμενα idem καὶ τελεταῖς ἄρρητα διασῴζεται καὶ ἀθέατα πρὸς τοὺς πολλούς, ὅμοιον ἔχει λόγον.

[26] ἀκούομεν δὲ καὶ Ὁμήρου τοὺς μὲν ἀγαθοὺς διαφόρως θεοειδέας ἑκάστοτε καλοῦντος καλοῦντος R καὶ ἀντιθέους [5] [361a] καί θεῶν ἄπο μήδεʼ ἔχοντας· τῷ δʼ ἀπὸ τῶν δαιμόνων προσρήματι χρωμένου κοινῶς ἐπί τε χρηστῶν καὶ φαύλων, δαιμόνιε σχεδὸν ἐλθέ· τίη δειδίσσεαι οὕτως Hom. N 810 Ἀργείους; [10] καὶ πάλιν ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος· id. E 438 καὶ δαιμονίη, τί νύ σε Πρίαμος Πριάμοιό τε παῖδες id. Δ 31 τόσσα κακὰ ῥέζουσιν, ὅ,τʼ ἀσπερχὲς μενεαίνεις [15] Ἰλίου ἐξαλαπάξαι ἐυκτίμενον πτολίεθρον; ὡς τῶν δαιμόνων μικτὴν καὶ ἀνώμαλον φύσιν ἐχόντων καὶ προαίρεσιν. ὅθεν ὁ μὲν Πλάτων Πλάτων] Legg. p. 717a Ὀλυμπίοις θεοῖς τὰ δεξιὰ καὶ περιττὰ τὰ δʼ ἀντίφωνα τούτων [361b] δαίμοσιν ἀποδίδωσιν. ὁ δὲ Ξενοκράτης καὶ τῶν [20] ἡμερῶν τὰς ἀποφράδας καὶ τῶν ἑορτῶν, ὅσαι πληγάς τινας ἢ κοπετοὺς ἢ νηστείας ἢ δυσφημίας ἢ αἰσχρολογίαν ἔχουσιν, οὔτε θεῶν τιμαῖς οὔτε δαιμόνων οἴεται προσήκειν χρηστῶν, ἀλλʼ εἶναι φύσεις ἐν τῷ περιέχοντι μεγάλας μὲν καὶ ἰσχυράς, δυστρόπους [25] δὲ καὶ σκυθρωπάς, αἳ χαίρουσι τοῖς τοιούτοις, καὶ τυγχάνουσαι πρὸς οὐθὲν ἄλλο χεῖρον τρέπονται· τοὺς δὲ χρηστοὺς πάλιν καὶ ἀγαθοὺς ὅ θʼ Ἡσίοδος Ησίοδος] OD 126 ἁγνοὺς δαίμονας καὶ φύλακας ἀνθρώπων προσαγορεύει, πλουτοδότας καὶ τοῦτο γέρας βασιλήιον ἔχοντας. [361c] ὅ τε Πλάτων Πλάτων] Symp. p. 202 e ἑρμηνευτικὸν τὸ τοιοῦτον ὀνομάζει [5] γένος καὶ διακονικὸν ἐν μέσῳ θεῶν καὶ ἀνθρώπων, εὐχὰς μὲν ἐκεῖ καὶ δεήσεις ἀνθρώπων ἀναπέμποντας, ἐκεῖθεν δὲ μαντεῖα δεῦρο καὶ δόσεις ἀγαθῶν φέροντας, Ἐμπεδοκλῆς Ἐμπεδοκλῆς] Mullach 1 p. 2 δὲ καὶ δίκας φησὶ διδόναι τοὺς δαίμονας ὧν ἂν ἂν add. Duebnerus ex Eusebio ἐξαμάρτωσι καὶ πλημμελήσωσιν, [10] αἰθέριον μὲν γάρ σφε μένος πόντονδε διώκει, πόντος δʼ ἐς χθονὸς οὖδας ἀπέπτυσε, γαῖα δʼ ἐς αὐγὰς αὐγὰς X: αὖθις ἠελίου ἀκάμαντος, ὁ δʼ αἰθέρος ἔμβαλε δίναις· ἄλλος δʼ ἐξ ἄλλου δέχεται, στυγέουσι δὲ πάντες· ἄχρι οὗ κολασθέντες οὕτω καὶ καθαρθέντες αὖθις [15] τὴν κατὰ φύσιν χώραν καὶ τάξιν ἀπολάβωσι. [361d]

[27] τούτων δὲ καὶ τῶν τοιούτων ἀδελφὰ λέγεσθαί φασι περὶ Τυφῶνος, ὡς δεινὰ μὲν ὑπὸ φθόνου καὶ δυσμενείας εἰργάσατο, καὶ πάντα πράγματα ταράξας ἐνέπλησε κακῶν γῆν ὁμοῦ τι τι R: τε πᾶσαν καὶ θάλασσαν, [20] εἶτα δίκην ἔδωκεν. ἡ δὲ τιμωρὸς Ὀσίριδος ἀδελφὴ καὶ γυνὴ τὴν Τυφῶνος σβέσασα καὶ καταπαύσασα μανίαν καὶ λύσσαν οὐ περιεῖδε τοὺς ἄθλους καὶ τοὺς ἀγῶνας, οὓς ἀνέτλη, καὶ πλάνας αὑτῆς καὶ πολλὰ μὲν ἔργα σοφίας πολλὰ δʼ ἀνδρείας, ἀμνηστίαν [25] ὑπολαβοῦσαν ὑπολαβοῦσαν M: ὑπολαβοῦσα καὶ σιωπήν, ἀλλὰ ταῖς ἁγιωτάταις ἀναμίξασα τελεταῖς εἰκόνας καὶ ὑπονοίας καὶ μιμήματα μιμήματα Baxterus: μίμημα τῶν τότε παθημάτων, εὐσεβείας ὁμοῦ [361e] δίδαγμα καὶ παραμύθιον ἀνδράσι καὶ γυναιξὶν ὑπὸ συμφορῶν ἐχομένοις ὁμοίων καθωσίωσεν. αὐτὴ δὲ [5] καὶ Ὄσιρις ἐκ δαιμόνων ἀγαθῶν διʼ ἀρετὴν ἀρετὴν R: ἀρετῆς εἰς θεοὺς μεταβαλόντες, ὡς ὕστερον Ἡρακλῆς καὶ Διόνυσος, ἅμα καὶ θεῶν καὶ δαιμόνων οὐκ ἀπὸ τρόπου μεμιγμένας τιμὰς ἔχουσι, πανταχοῦ μέν, ἐν δὲ τοῖς τοῖς X: τούτοις ὑπὲρ γῆν καὶ ὑπὲρ γῆν καὶ] del. X ὑπὸ γῆν δυνάμενοι μέγιστον, οὐ γὰρ ἄλλον [10] [361f] εἶναι Σάραπιν ἢ τὸν Πλούτωνά φασι, καὶ Ἶσιν τὴν τὴν] ἢ τὴν R Περσέφασσαν, ὡς Ἀρχέμαχος Ἀρχέμαχος] Mueller. 4 p. 215 εἴρηκεν ὁ Εὐβοεύς, καὶ ὁ Ποντικὸς Ἡρακλείδης Ἡερακλείδης X: ἡράκλειτος τὸ χρηστήριον ἐν Κανώβῳ Πλούτωνος ἡγούμενος εἶναι.

[28] Πτολεμαῖος δʼ ὁ Σωτὴρ ὄναρ εἶδε ὄναρ εἶδε Baxterus: ἀνεῖλε τὸν ἐν [15] Σινώπῃ τοῦ Πλούτωνος κολοσσόν, οὐκ ἐπιστάμενος οὐδʼ ἑωρακὼς πρότερον οἷος τὴν μορφὴν ἦν, ἧν R κελεύοντα κομίσαι τὴν ταχίστην αὐτὸν εἰς Ἀλεξάνδρειαν. ἀγνοοῦντι δʼ αὐτῷ καὶ ἀποροῦντι, ποῦ καθίδρυται, καὶ διηγουμένῳ τοῖς φίλοις τὴν ὄψιν, εὑρέθη πολυπλανὴς πολυπλανὴς Duebnerus: πολυπλάνης [20] ἄνθρωπος ὄνομα Σωσίβιος, ἐν Σινώπῃ φάμενος ἑωρακέναι τοιοῦτον κολοσσόν, οἷον ὁ βασιλεὺς ἰδεῖν ἔδοξεν. ἔπεμψεν οὖν Σωτέλη καὶ Διονύσιον, Διονύσιον p. 981 a: διόνυσον οἳ χρόνῳ πολλῷ καὶ μόλις, οὐκ ἄνευ μέντοι [362a] θείας προνοίας , ἤγαγον ἐκκλέψαντες. ἐπεὶ δὲ κομισθεὶς ὤφθη, συμβαλόντες οἱ περὶ Τιμόθεον τὸν ἐξηγητὴν καὶ Μανέθωνα τὸν Σεβεννύτην Πλούτωνος ὂν ἄγαλμα, τῷ Κερβέρῳ τεκμαιρόμενοι καὶ τῷ δράκοντι, πείθουσι τὸν Πτολεμαῖον, ὡς ἑτέρου θεῶν [5] οὐδενὸς ἀλλὰ ἀλλὰ] ἀλλ’ ἢ Σαράπιδός ἐστιν. οὐ γὰρ ἐκεῖθεν οὕτως οὕτως Marklandus: οὑτος ὀνομαζόμενος ἧκεν, ἀλλʼ εἰς Ἀλεξάνδρειαν κομισθεὶς τὸ παρʼ Αἰγυπτίοις ὄνομα τοῦ Πλούτωνος ἐκτήσατο τὸν Σάραπιν. καὶ μέντοι μέντοι] add. τὰ Schellensius Ἡρακλείτου τοῦ φυσικοῦ λέγοντος ᾍδης καὶ Διόνυσος ωὑτὸς ωὑτός W: οὗτος ὅτεῳ [10] μαίνονται καὶ ληναΐζουσιν, ὅτεῳ - ληναϊζουσιν scripsi ex Clem. Alex. Protr. p. 30 Pott.: ὅτε οὐν - ληραίνουσιν εἰς ταύτην ὑπάγουσι τὴν δόξαν. οἱ γὰρ ἀξιοῦντες ᾍδην λέγεσθαι τὸ σῶμα [362b] τῆς ψυχῆς οἷον παραφρονούσης καὶ μεθυούσης ἐν αὐτῷ, γλίσχρως ἀλληγοροῦσι. βέλτιον δὲ τὸν Ὄσιριν εἰς ταὐτὸ συνάγειν τῷ Διονύσῳ, τῷ τʼ Ὀσίριδι τὸν [15] Σάραπιν, ὅτε τὴν φύσιν μετέβαλε, ταύτης τυχόντι τυχόντι Squirius: τυχόντα τῆς προσηγορίας. διὸ πᾶσι κοινὸς ὁ Σάραπίς ἐστι, ὡς δὴ δὴ *: δὲ τὸν Ὄσιριν οἱ τῶν ἱερῶν μεταλαβόντες ἴσασιν.

[29] οὐ γὰρ ἄξιον προσέχειν τοῖς Φρυγίοις γράμμασιν, ἐν οἷς λέγεται Χάροπος Χάροπος Emperius: χαροπῶς τοὺς μὲν τοῦ Ἡρακλέους [20] γενέσθαι θυγάτηρ Ἶσις, Ἰσις αἰακοῦ idem: ἰσαιακοῦ Αἰακοῦ δὲ τοῦ Ἡρακλέους ὁ Τυφών οὐδὲ Φυλάρχου Φυλάρχου X: φιλάρχου μὴ καταφρονεῖν γράφοντος, ὅτι πρῶτος εἰς Αἴγυπτον ἐξ Ἰνδῶν Διόνυσος [362c] ἤγαγε δύο βοῦς, ὧν ἦν τῷ μὲν Ἆπις ὄνομα τῷ δʼ Ὄσιρις· Ὀσιρις] Ὀνουφις Partheius Σάραπις δʼ ὄνομα τοῦ τὸ πᾶν κοσμοῦντός ἐστι παρὰ τὸ σαίρειν, ὃ καλλύνειν τινὲς καὶ κοσμεῖν λέγουσιν. ἄτοπα γὰρ ταῦτα τοῦ Φυλάρχου, πολλῷ δʼ ἀτοπώτερα τὰ τὰ Squirius τῶν λεγόντων οὐκ εἶναι θεὸν τὸν Σάραπιν, ἀλλὰ τὴν Ἄπιδος σορὸν οὕτως [5] ὀνομάζεσθαι, καὶ χαλκᾶς τινας ἐν Μέμφει πύλας λήθης καὶ κωκυτοῦ προσαγορευομένας, ὅταν θάπτωσι τὸν Ἆπιν, ἀνοίγεσθαι βαρὺ καὶ σκληρὸν ψοφούσας. διὸ παντὸς ἠχοῦντος ἡμᾶς χαλκώματος ἐπιλαμβάνεσθαι. παντὸς - ἐπιλαμβάνεσθαι] πάντων - ἐπιλανθάνεσθαι W μετριώτεροι μετριώτεροι Baxterus: μετριώτερον δʼ οἱ οἱ X παρὰ τὸ σεύεσθαι [10] καὶ τὸ σοῦσθαι καὶ τὸ σοῦσθαι] del. Squirius τὴν τοῦ παντὸς ἅμα κίνησιν εἰρῆσθαι φάσκοντες. οἱ δὲ πλεῖστοι τῶν ἱερέων εἰς [362d] ταὐτό φασι τὸν Ὄσιριν συμπεπλέχθαι καὶ τὸν Ἆπιν, ἐξηγούμενοι καὶ διδάσκοντες ἡμᾶς, ὡς ἔμμορφον ἔμμορφον W: εὔμορφον εἰκόνα χρὴ νομίζειν τῆς Ὀσίριδος ψυχῆς τὸν Ἆπιν. [15] ἐγὼ δʼ, εἰ μὲν Αἰγύπτιόν ἐστι τοὔνομα τοῦ Σαράπιδος, εὐφροσύνην αὐτὸ δηλοῦν οἴομαι καὶ χαρμοσύνην, τεκμαιρόμενος ὅτι τὴν ἑορτὴν Αἰγύπτιοι τὰ χαρμόσυνα σαίρει καλοῦσιν. καὶ γὰρ Πλάτων τὸν ᾍδην ὡς ἁδούσιον ἁδούσιον *: αἰδοῦς υἱὸν αὐτῷ W: αὐτοῦ τοῖς παρʼ αὐτῷ γενομένοις καὶ [20] προσηνῆ θεὸν ὠνομάσθαι φησί· καὶ παρʼ Αἰγυπτίοις ἄλλα τε πολλὰ τῶν ὀνομάτων λόγοι εἰσὶ λόγοι εἰσὶ] cf. p. 16c καὶ τὸν ὑποχθόνιον τόπον, εἰς ὃν οἴονται τὰς ψυχὰς ἀπέρχεσθαι μετὰ τὴν τελευτήν, Ἀμένθην καλοῦσι σημαίνοντος τοῦ ὀνόματος τὸν λαμβάνοντα καὶ διδόντα. [25] [362e] εἰ δὲ καὶ τοῦτο τῶν ἐκ τῆς Ἑλλάδος ἀπελθόντων πάλαι καὶ μετακομισθέντων ὀνομάτων ἕν ἐστιν, ὕστερον ἐπισκεψόμεθα· νῦν δὲ τὰ λοιπὰ τῆς ἐν χερσὶ δόξης προσδιέλθωμεν.

[30] ὁ μὲν γὰρ Ὄσιρις καὶ ἡ Ἶσις ἐκ δαιμόνων [5] ἀγαθῶν εἰς θεοὺς μετήλλαξαν· τὴν δὲ τοῦ Τυφῶνος ἠμαυρωμένην καὶ συντετριμμένην δύναμιν, ἔτι δὲ καὶ ψυχορραγοῦσαν καὶ σφαδᾴζουσαν, ἔστιν αἷς παρηγοροῦσι θυσίαις καὶ πραΰνουσιν· ἔστι δʼ ὅτε [362f] πάλιν ἐκταπεινοῦσι καὶ καθυβρίζουσιν ἔν τισιν ἑορταῖς, [10] τῶν μὲν ἀνθρώπων τοὺς πυρροὺς καὶ προπηλακίζοντες, ὄνον δὲ κατακρημνίζοντες, ὡς Κοπτῖται, διὰ τὸ πυρρὸν γεγονέναι τὸν Τυφῶνα καὶ ὀνώδη τὴν χρόαν· Βουσιρῖται δὲ καὶ Λυκοπολῖται σάλπιγξιν οὐ χρῶνται τὸ παράπαν ὡς ὄνῳ φθεγγομέναις [15] ἐμφερές. καὶ ὅλως τὸν ὄνον οὐ καθαρὸν ἀλλὰ δαιμονικὸν ἡγοῦνται ζῷον εἶναι διὰ τὴν πρὸς ἐκεῖνον ὁμοιότητα καὶ πόπανα ποιοῦντες ἐν θυσίαις τοῦ τε Παϋνὶ καὶ τοῦ Φαωφὶ μηνὸς ἐπιπλάττουσι [363a] παράσημον ὄνον δεδεμένον. ἐν δὲ τῇ τοῦ Ἡλίου [20] θυσίᾳ τοῖς σεβομένοις σεβομένοις X: ἐσομένοις τὸν θεὸν παρεγγυῶσι μὴ φορεῖν ἐπὶ τῷ σώματι χρυσία μηδʼ ὄνῳ τροφὴν διδόναι. φαίνονται δὲ καὶ οἱ Πυθαγορικοὶ τὸν Τυφῶνα δαιμονικὴν ἡγούμενοι δύναμιν. λέγουσι γὰρ ἐν ἀρτίῳ μέτρῳ ἕκτῳ καὶ πεντηκοστῷ γεγονέναι Τυφῶνα· καὶ [25] πάλιν τὴν μὲν τοῦ τριγώνου τριγώνου] add. φύσιν vel δύναμιν Baxterus ᾍδου καὶ Διονύσου καὶ Ἄρεος εἶναι· τὴν δὲ τοῦ τετραγώνου Ῥέας καὶ Ἀφροδίτης καὶ Δήμητρος καὶ Ἑστίας καὶ Ἥρας· καὶ Ἡρας] del. Emperius τὴν δὲ τοῦ δωδεκαγώνου Διός· τὴν δʼ τὴν δʼ] τὴν δὲ τοῦ R ἑκκαιπεντηκονταγωνίου ἑκκαιπεντηκονταγωνίου X: ὀκτωκαιπεντηκονταγωνίου Τυφῶνος, ὡς Εὔδοξος ἱστόρηκεν. [363b]

[31] Αἰγύπτιοι δὲ πυρρόχρουν γεγονέναι τὸν Τυφῶνα νομίζοντες καὶ τῶν βοῶν τοὺς πυρροὺς [5] καθιερεύουσιν, οὕτως ἀκριβῆ ποιούμενοι τὴν παρατήρησιν, ὥστε, κἂν μίαν ἔχῃ τρίχα μέλαιναν ἢ λευκήν, ἄθυτον ἡγεῖσθαι. θύσιμον γὰρ οὐ φίλον εἶναι θεοῖς, ἀλλὰ τοὐναντίον, ὅσα ψυχὰς ἀνοσίων ἀνθρώπων καὶ ἀδίκων εἰς ἕτερα μεταμορφουμένων σώματα συνείληφε. [10] διὸ τῇ μὲν κεφαλῇ τοῦ ἱερείου καταρασάμενοι καὶ ἀποκόψαντες εἰς τὸν ποταμὸν ἐρρίπτουν πάλαι, νῦν δὲ τοῖς ξένοις ἀποδίδονται. τὸν δὲ μέλλοντα θύεσθαι βοῦν οἱ σφραγισταὶ λεγόμενοι τῶν ἱερέων [363c] κατεσημαίνοντο, τῆς σφραγῖδος, ὡς ἱστορεῖ Κάστωρ, Κάστωρ] vid. p. 266 e [15] γλυφὴν μὲν ἐχούσης ἄνθρωπον εἰς γόνυ καθεικότα ταῖς χερσὶν ὀπίσω περιηγμέναις, ἔχοντα κατὰ τῆς σφαγῆς ξίφος ἐγκείμενον· ἀπολαύειν δὲ καὶ τὸν ὄνον, ὥσπερ εἴρηται, τῆς ὁμοιότητος διὰ τὴν ἀμαθίαν καὶ τὴν ὕβριν οὐχ ἧττον ἢ διὰ τὴν χρόαν οἴονται. διὸ [20] καὶ τῶν Περσικῶν βασιλέων ἐχθραίνοντες μάλιστα τὸν Ὦχον ὡς ἐναγῆ καὶ μιαρόν, ὄνον ἐπωνόμασαν. κἀκεῖνος εἰπών ὁ μέντοι ὄνος οὗτος ὑμῶν κατευωχήσεται τὸν βοῦν, ἔθυσε τὸν Ἆπιν, ὡς Δείνων Δείνων] Mueller. 2 p. 95 ἱστόρηκεν. οἱ δὲ λέγοντες ἐκ τῆς μάχης ἐπʼ ὄνου [25] [363d] τῷ Τυφῶνι τὴν φυγὴν ἑπτὰ ἡμέρας ἡμέρας Marklandus: ἡμέραις γενέσθαι, καὶ σωθέντα γεννῆσαι παῖδας Ἱεροσόλυμον καὶ Ἰουδαῖον, αὐτόθεν εἰσὶ κατάδηλοι τὰ Ἰουδαϊκὰ παρέλκοντες εἰς τὸν μῦθον.

[32] ταῦτα μὲν οὖν τοιαύτας ὑπονοίας δίδωσιν· ἀπʼ ἄλλης δʼ ἀρχῆς τῶν φιλοσοφώτερόν τι λέγειν [5] δοκούντων δοκούντων Eusebius Praep. Ev. 3 , 3: δυναμένων τοὺς ἁπλουστάτους σκεψώμεθα πρῶτον. οὗτοι δʼ εἰσὶν οἱ λέγοντες, ὥσπερ Ἕλληνες Κρόνον ἀλληγοροῦσι τὸν χρόνον, Ἥραν δὲ τὸν ἀέρα, γένεσιν δὲ Ἡφαίστου τὴν εἰς πῦρ ἀέρος μεταβολήν, οὕτω παρʼ Αἰγυπτίοις Νεῖλον εἶναι τὸν Ὄσιριν Ἴσιδι [10] συνόντα τῇ γῇ, Τυφῶνα δὲ τὴν θάλασσαν, εἰς ἣν ὁ Νεῖλος ἐμπίπτων ἀφανίζεται καὶ διασπᾶται, πλὴν [363e] ὅσον γῆ μέρος ἀναλαμβάνουσα καὶ δεχομένη γίγνεται γόνιμος ὑπʼ αὐτοῦ. καὶ θρῆνός ἐστιν ἱερὸς ἐπὶ τοῦ Κρόνου Κρόνου] Νείλου M γενόμενος, θρηνεῖ δὲ τὸν ἐν τοῖς ἀριστεροῖς [15] γιγνόμενον μέρεσιν, ἐν δὲ τοῖς δεξιοῖς φθειρόμενον· Αἰγύπτιοι γὰρ οἴονται τὰ μὲν ἑῷα τοῦ κόσμου πρόσωπον εἶναι, τὰ δὲ πρὸς βορρᾶν δεξιά, τὰ δὲ πρὸς νότον ἀριστερά. φερόμενος οὖν ἐκ τῶν νοτίων ὁ Νεῖλος, ἐν δὲ τοῖς βορείοις ὑπὸ τῆς θαλάσσης καταναλισκόμενος [20] εἰκότως λέγεται τὴν μὲν γένεσιν ἐν τοῖς ἀριστεροῖς ἔχειν, τὴν δὲ φθορὰν ἐν τοῖς δεξιοῖς. διὸ τήν τε θάλασσαν οἱ ἱερεῖς ἀφοσιοῦνται καὶ τὸν ἅλα Τυφῶνος ἀφρὸν καλοῦσι· καὶ τῶν ἀπαγορευομένων [363f] ἕν ἐστιν αὐτοῖς ἐπὶ τραπέζης ἅλα μὴ προτίθεσθαι. [25] καὶ κυβερνήτας οὐ προσαγορεύουσιν, ὅτι χρῶνται θαλάττῃ καὶ τὸν βίον ἀπὸ τῆς θαλάττης ἔχουσιν. οὐχ ἥκιστα δὲ καὶ τὸν ἰχθὺν ἀπὸ ταύτης προβάλλονται τῆς αἰτίας, καὶ τὸ μισεῖν ἰχθύι γράφουσιν. ἐν Σάι γοῦν ἐν τῷ προπύλῳ προπύλῳ] προπυλαίῳ R τοῦ ἱεροῦ τῆς Ἀθηνᾶς ἦν γεγλυμμένον βρέφος, γέρων, καὶ μετὰ τοῦτον τοῦτον *: τοῦτο ἱέραξ, ἐφεξῆς δʼ ἰχθύς, ἐπὶ πᾶσι δʼ ἵππος ποτάμιος. [5] ἐδήλου δὲ συμβολικῶς ὦ γιγνόμενοι καὶ ἀπογιγνόμενοι, θεὸς ἀναίδειαν μισεῖ· τὸ μὲν γὰρ βρέφος γενέσεως σύμβολον, φθορᾶς δʼ ὁ γέρων θεὸς ἀναίδειαν - δ’ ὁ γέρων supplevi cum Cobeto: δεο γέρων. Lac. 70 fere litt. in E ἱέρακι δὲ τὸν θεὸν φράζουσιν, ἰχθύι δὲ μῖσος, ὥσπερ εἴρηται, διὰ τὴν θάλατταν· ἵππῳ ποταμίῳ δʼ ἀναίδειαν· λέγεται [10] [364a] γὰρ ἀποκτείνας τὸν πατέρα τῇ μητρὶ βίᾳ μίγνυσθαι. δόξει δὲ καὶ τὸ ὑπὸ τῶν Πυθαγορικῶν λεγόμενον, ὡς ἡ θάλαττα Κρόνου δάκρυόν ἐστιν, αἰνίττεσθαι τὸ μὴ καθαρὸν μηδὲ σύμφυλον αὐτῆς.

ταῦτα μὲν οὖν ἔξωθεν εἰρήσθω κοινὴν ἔχοντα τὴν [15] ἱστορίαν.

[33] οἱ δὲ σοφώτεροι τῶν ἱερέων οὐ μόνον τὸν Νεῖλον Ὄσιριν καλοῦσιν οὐδὲ Τυφῶνα τὴν θάλασσαν, ἀλλʼ Ὄσιριν μὲν ἁπλῶς ἅπασαν τὴν ὑγροποιὸν ἀρχὴν καὶ δύναμιν, αἰτίαν γενέσεως καὶ σπέρματος [20] οὐσίαν νομίζοντες· Τυφῶνα δὲ πᾶν τὸ αὐχμηρὸν καὶ πυρῶδες καὶ ξηραντικὸν ὅλως καὶ πολέμιον τῇ [364b] ὑγρότητι. διὸ καὶ πυρρόχρουν πυρρόχρουν (- τ͂ͅ χρόᾳ πυρρὸν p. 359 e) *: πυρρόχρων γεγονέναι τῷ σώματι καὶ πάρωχρον καὶ πάρωχρον] del. Cobetus νομίζοντες οὐ πάνυ προθύμως ἐντυγχάνουσιν οὐδʼ ἡδέως ὁμιλοῦσι τοῖς τοιούτοις τὴν [25] ὄψιν ἀνθρώποις. τὸν δʼ Ὄσιριν αὖ πάλιν μελάγχρουν γεγονέναι μυθολογοῦσιν, ὅτι πᾶν ὕδωρ καὶ γῆν καὶ ἱμάτια καὶ νέφη μελαίνει μιγνύμενον, καὶ τῶν νέων ὑγρότης ἐνοῦσα παρέχει τὰς τρίχας μελαίνας· ἡ δὲ πολίωσις οἷον ὠχρίασις ὑπὸ ξηρότητος ἐπιγίγνεται τοῖς παρακμάζουσι. καὶ τὸ μὲν ἔαρ [5] θαλερὸν καὶ γόνιμον καὶ προσηνές· τὸ δὲ φθινόπωρον ὑγρότητος ἐνδείᾳ καὶ φυτοῖς πολέμιον καὶ [364c] ζῴοις νοσῶδες. ὁ δʼ ἐν Ἡλίου πόλει τρεφόμενος βοῦς, ὃν Μνεῦιν Μνεῦιν Basileensis: μνύειν καλοῦσιν (Ὀσίριδος δʼ ἱερόν, ἔνιοι δὲ καὶ τοῦ Ἄπιδος πατέρα νομίζουσι), μέλας ἐστὶ καὶ δευτέρας [10] ἔχει τιμὰς μετὰ τὸν Ἆπιν, ἔτι τὴν Αἴγυπτον ἐν τοῖς μάλιστα μελάγγειον οὖσαν, ὥσπερ τὸ μέλαν τοῦ ὀφθαλμοῦ, Χημίαν καλοῦσι καὶ καρδίᾳ παρεικάζουσι· θερμὴ γάρ ἐστι καὶ ὑγρὰ καὶ τοῖς νοτίοις μέρεσι τῆς οἰκουμένης, ὥσπερ ἡ καρδία τοῖς εὐωνύμοις [15] τοῦ ἀνθρώπου, μάλιστα ἐγκέκλεισται καὶ προσκεχώρηκεν.

[34] ἥλιον δὲ καὶ σελήνην οὐχ ἅρμασιν ἀλλὰ πλοίοις ὀχήμασι χρωμένους περιπλεῖν φασιν, φασιν Badhamus: ἀεί αἰνιττόμενοι [364d] τὴν ἀφʼ ὑγροῦ τροφὴν αὐτῶν καὶ γένεσιν. [20] οἴονται δὲ καὶ Ὅμηρον Ὁμηρον] Ξ 201 ὥσπερ Θαλῆν μαθόντα παρʼ Αἰγυπτίων ὕδωρ ἀρχὴν ἁπάντων καὶ γένεσιν τίθεσθαι, τὸν γὰρ Ὠκεανὸν Ὄσιριν εἶναι, τὴν δὲ Τηθὺν Ἶσιν, ὡς τιθηνουμένην πάντα καὶ συνεκτρέφουσαν. καὶ γὰρ Ἕλληνες τὴν τοῦ σπέρματος πρόεσιν πρόεσιν Salmasius: πρόθεσιν ἀπουσίαν [25] καλοῦσι καὶ συνουσίαν τὴν μῖξιν, καὶ τὸν υἱὸν ἀπὸ τοῦ ὕδατος καὶ τοῦ ὗσαι· καὶ τὸν Διόνυσον ὕην ὡς κύριον τῆς ὑγρᾶς φύσεως, οὐχ ἕτερον ὄντα τοῦ Ὀσίριδος καὶ γὰρ τὸν Ὄσιριν Ἑλλάνικος Ὄσιριν ἔοικεν ἔοικεν Valckenarius: ἔθηκεν ἀκηκοέναι ὑπὸ τῶν ἱερέων λεγόμενον· οὕτω γὰρ ὀνομάζων διατελεῖ τὸν θεόν, εἰκότως ἀπὸ τῆς φύσεως φύσεως] ὕσεως Salmasius. εὖ ὕσεως? καὶ τῆς εὑρέσεως. εὑρέσεως] ὑγρεύσεως R. εὖ ῥύσεως? [5] [364e]

[35] ὅτι μὲν οὖν ὁ αὐτός ἐστι Διονύσῳ, τίνα μᾶλλον ἢ σὲ γιγνώσκειν, ὦ Κλέα, δὴ δὴ] δήπου? cf. p. 752 c. 1108 d προσῆκόν ἐστιν, ἀρχικλὰ ἀρχικλὰ] ἀρχηγὸν Basileensis ex p. 293 f. ἀρχίλλαν? μὲν οὖσαν ἐν Δελφοῖς τῶν Θυιάδων, τοῖς δʼ Ὀσιριακοῖς καθωσιωμένην ἱεροῖς ἀπὸ πατρὸς καὶ μητρός; εἰ δὲ τῶν ἄλλων ἕνεκα δεῖ μαρτύρια παραθέσθαι, [10] τὰ μὲν ἀπόρρητα κατὰ χώραν ἐῶμεν, ἃ δʼ ἐμφανῶς δρῶσι θάπτοντες τὸν Ἆπιν οἱ ἱερεῖς, ὅταν παρακομίζωσιν ἐπὶ σχεδίας τὸ σῶμα, βακχείας οὐδὲν ἀποδεῖ. καὶ γὰρ νεβρίδας περικαθάπτονται καὶ θύρσους φοροῦσι, καὶ βοαῖς χρῶνται καὶ κινήσεσιν ὥσπερ [15] [364f] οἱ κάτοχοι τοῖς περὶ τὸν Διόνυσον ὀργιασμοῖς. διὸ καὶ ταυρόμορφον ταυρόμορφα Διονύσου Marklandus Διόνυσον ποιοῦσιν ἀγάλματα οἱ ἀγαλματοποιοὶ Halmius cum X. Mihi ἀγάλματα glossema videtur πολλοὶ τῶν Ἑλλήνων· αἱ δʼ Ἠλείων γυναῖκες καὶ παρακαλοῦσιν εὐχόμεναι ποδὶ βοείῳ βοείῳ] βοέῳ p. 299 a τὸν θεὸν ἐλθεῖν πρὸς αὐτάς. Ἀργείοις δὲ βουγενὴς Διόνυσος ἐπίκλην, [20] ἐστίν· ἀνακαλοῦνται δʼ αὐτὸν ὑπὸ σαλπίγγων ἐξ ὕδατος, ἐμβάλλοντες εἰς τὴν ἄβυσσον ἄρνα τῷ Πυλαόχῳ τὰς δὲ σάλπιγγας ἐν θύρσοις ἀποκρύπτουσιν, ὡς Σωκράτης Σωκράτης] Mueller. 4 p 498 ἐν τοῖς περὶ Ὁσίων εἴρηκεν. ὁμολογεῖ δὲ καὶ τὰ Τιτανικὰ καὶ Νυκτέλια Νυκτέλια Squirius: νὺξ τελεία τοῖς λεγομένοις Ὀσίριδος διασπασμοῖς καὶ ταῖς ἀναβιώσεσι καὶ παλιγγενεσίαις· [365a] ὁμοίως δὲ καὶ τὰ περὶ τὰς ταφάς. Αἰγύπτιοί τε γὰρ Ὀσίριδος πολλαχοῦ θήκας, ὥσπερ εἴρηται, δεικνύουσι, καὶ Δελφοὶ τὰ τοῦ Διονύσου [5] λείψανα παρʼ αὐτοῖς παρὰ τὸ χρηστήριον ἀποκεῖσθαι νομίζουσι· καὶ θύουσιν οἱ Ὅσιοι θυσίαν ἀπόρρητον ἐν τῷ ἱερῷ τοῦ Ἀπόλλωνος, ὅταν αἱ Θυιάδες ἐγείρωσι τὸν Λικνίτην, ὅτι δʼ οὐ μόνον τοῦ οἴνου Διόνυσον, ἀλλὰ καὶ πάσης ὑγρᾶς φύσεως Ἕλληνες [10] ἡγοῦνται κύριον καὶ ἀρχηγόν, ἀρκεῖ Πίνδαρος Πίνδαρος] Bergk. 1 p. 433 μάρτυς εἶναι λέγων δενδρέων δὲ νομὸν Διόνυσος πολυγαθὴς αὐξάνοι, ἁγνὸν φέγγος ὀπώρας. [365b] διὸ καὶ τοῖς τὸν Ὄσιριν σεβομένοις ἀπαγορεύεται [15] δένδρον ἥμερον ἀπολλύναι καὶ πηγὴν ὕδατος ἐμφράττειν.

[36] οὐ μόνον δὲ τὸν Νεῖλον, ἀλλὰ πᾶν ὑγρὸν ἁπλῶς Ὀσίριδος ἀπορροὴν καλοῦσι· καὶ τῶν ἱερῶν ἀεὶ προπομπεύει τὸ ὑδρεῖον ἐπὶ τιμῇ τοῦ θεοῦ. [20] καὶ θρύῳ θρύῳ W: θρύων βασιλέα καὶ τὸ νότιον κλίμα τοῦ κόσμου γράφουσι, καὶ μεθερμηνεύεται τὸ θρύον ποτισμὸς καὶ κύησις κύησις X: κίνησις πάντων, καὶ δοκεῖ γεννητικῷ μορίῳ τὴν φύσιν ἐοικέναι. τὴν δὲ τῶν Παμυλίων ἑορτὴν ἄγοντες, ὥσπερ εἴρηται, φαλλικὴν οὖσαν, ἄγαλμα [25] προτίθενται καὶ περιφέρουσιν, οὗ τὸ αἰδοῖον τριπλάσιόν ἐστιν· ἀρχὴ γὰρ ὁ θεός, ἀρχὴ δὲ πᾶσα τῷ γονίμῳ πολλαπλασιάζει τὸ ἐξ αὑτῆς. αὑτῆς *: αὐτῆς τὸ δὲ πολλάκις [365c] εἰώθαμεν καὶ τρὶς λέγειν, ὡς τὸ τρισμάκαρες τρισμάκαρες] Hom. ζ 154 καὶ δεσμοὶ μὲν τρὶς τόσσοι ἀπείρονες. id. θ 340 εἰ μὴ νὴ Δία κυρίως ἐμφαίνεται τὸ τριπλάσιον ὑπὸ [5] τῶν παλαιῶν· ἡ γὰρ ὑγρὰ φύσις ἀρχὴ καὶ γένεσις οὖσα πάντων ἐξ ἀρχῆς τὰ πρῶτα τρία σώματα, γῆν ἀέρα καὶ πῦρ, ἐποίησε. καὶ γὰρ ὁ προστιθέμενος τῷ μύθῳ λόγος, ὡς τοῦ Ὀσίριδος ὁ Τυφὼν τὸ αἰδοῖον ἔρριψεν εἰς τὸν ποταμόν, ἡ δʼ Ἶσις οὐχ [10] εὗρεν, ἀλλʼ ἐμφερὲς ἄγαλμα θεμένη καὶ κατασκευάσασα τιμᾶν καὶ φαλληφορεῖν ἔταξεν, ἐνταῦθα δὴ περιχωρεῖ, δὴ περιχωρεῖ Madvigius: δὲ παραχωρεῖ διδάσκων, ὅτι τὸ γόνιμον καὶ τὸ σπερματικὸν τοῦ θεοῦ πρώτην πρώτην R: πρῶτον ἔσχεν ὕλην τὴν ὑγρότητα καὶ διʼ ὑγρότητος ἐνεκράθη τοῖς πεφυκόσι [15] [365d] μετέχειν γενέσεως. ἄλλος δὲ λόγος ἐστὶν Αἰγυπτίων, ὡς Ἄποπις Ἡλίου ὢν ἀδελφὸς ἐπολέμει τῷ Διί, τὸν δʼ Ὄσιριν ὁ Ζεὺς συμμαχήσαντα καὶ συγκαταστρεψάμενον αὐτῷ τὸν πολέμιον παῖδα θέμενος, Διόνυσον προσηγόρευσεν. καὶ τούτου δὲ τοῦ λόγου τὸ [20] μυθῶδες ἔστιν ἀποδεῖξαι τῆς περὶ περὶ X: παρὰ φύσιν ἀληθείας ἁπτόμενον. Δία μὲν γὰρ Αἰγύπτιοι τὸ πνεῦμα καλοῦσιν, ᾧ πολέμιον τὸ αὐχμηρὸν καὶ πυρῶδες· τοῦτο δʼ ἥλιος μὲν οὐκ ἔστι, πρὸς δʼ ἥλιον ἔχει τινὰ συγγένειαν· ἡ δʼ ὑγρότης σβεννύουσα τὴν ὑπερβολὴν [25] [365e] τῆς ξηρότητος αὔξει καὶ ῥώννυσι τὰς ἀναθυμιάσεις, ὑφʼ ὧν τὸ πνεῦμα τρέφεται καὶ τέθηλεν.

[37] ἔτι τε τὸν κιττὸν κιττὸν Squirius: κιττὸν ὃν Ἕλληνές τε καθιεροῦσι τῷ Διονύσῳ καὶ παρʼ Αἰγυπτίοις λέγεται χενόσιρις ὀνομάζεσθαι, σημαίνοντος τοῦ ὀνόματος, ὥς φασι, φυτὸν Ὀσίριδος. ἀρίστων τοίνυν ὁ γεγραφὼς Ἀθηναίων ἀποικίας ἀποικίας Marklandus: ἀποικίαν [5] ἐπιστολῇ τινι Ἀλεξάρχου περιέπεσεν, ἐν Διὸς περιέπεσεν, ἐν ᾗ Διὸς Valckenarius: περιπέσειε νηίδος ἱστορεῖται καὶ καὶ idem: δὲ καὶ Ἴσιδος υἱὸς ὢν ὁ Διόνυσος ὑπʼ Αἰγυπτίων οὐκ Ὄσιρις ἀλλʼ Ἀρσαφὴς ἐν τῷ [365f] ἄλφα γράμματι ἐν τῷ ἄλφα γράμματι] del. R λέγεσθαι, δηλοῦντος τὸ ἀνδρεῖον τοῦ ὀνόματος. ἐμφαίνει δὲ τοῦτο καὶ ὁ Ἑρμαῖος Ἑρμαῖος] Ἑρμέας R ἐν [10] τῇ πρώτῃ περὶ τῶν Αἰγυπτίων· ὄμβριμον ὄμβριμον] ὄμβριον Iablonskius γάρ φησι μεθερμηνευόμενον εἶναι τὸν Ὄσιριν. ἐῶ δὲ Μνασέαν Μνασέαν X: μνάσαν τῷ Ἐπάφῳ προστιθέντα τὸν Διόνυσον καὶ τὸν Ὄσιριν καὶ τὸν Σάραπιν· ἐῶ καὶ Ἀντικλείδην λέγοντα τὴν Ἶσιν Προμηθέως οὖσαν θυγατέρα Διονύσῳ [15] συνοικεῖν· αἱ γὰρ εἰρημέναι περὶ τὰς ἑορτὰς καὶ τὰς θυσίας οἰκειότητες ἐναργεστέραν τῶν μαρτύρων τὴν πίστιν ἔχουσι.

[38] τῶν τʼ ἄστρων τὸν σείριον Ἴσιδος Ἰσιδος] Ὀσίριδος Squirius νομίζουσιν, Ἰσιδος νομίζουσιν] syllabas δος νομι in rasura habet E, cuius pr. manus dedisse vid. Ἰσιν ὀνομάζουσι [366a] ὑδραγωγὸν ὄντα. καὶ τὸν λέοντα τιμῶσι [20] καὶ χάσμασι λεοντείοις τὰ τῶν ἱερῶν θυρώματα κοσμοῦσιν, ὅτι πλημμυρεῖ Νεῖλος ἠελίου τὰ πρῶτα συνερχομένοιο λέοντι.Arati Phaenom. 351 ὡς δὲ Νεῖλον Ὀσίριδος ἀπορροήν, οὕτως Ἴσιδος σῶμα γῆν ἔχουσι ἔχουσι] λέγουσι W καὶ νομίζουσιν νομίζουσι] ὀνομάζουσι Marklandus οὐ πᾶσαν, ἀλλʼ ἧς ὁ Νεῖλος ἐπιβαίνει σπερμαίνων καὶ μιγνύμενος· ἐκ δὲ τῆς συνουσίας ταύτης γεννῶσι τὸν Ὧρον. ἔστι δʼ Ὧρος ἡ πάντα σῴζουσα καὶ τρέφουσα τοῦ περιέχοντος [5] ὥρα καὶ κρᾶσις ἀέρος, ὃν ἐν τοῖς ἕλεσι τοῖς [366b] περὶ Βοῦτον ὑπὸ Λητοῦς τραφῆναι λέγουσιν· ἡ γὰρ ὑδατώδης καὶ διάβροχος γῆ μάλιστα τὰς σβεννυούσας καὶ χαλώσας τὴν ξηρότητα καὶ τὸν αὐχμὸν ἀναθυμιάσεις τιθηνεῖται. Νέφθυν δὲ καλοῦσι τῆς γῆς τὰ [10] ἔσχατα καὶ παρόρια καὶ ψαύοντα τῆς θαλάττης· διὸ καὶ Τελευτὴν Τελευτὴν Squirius: τελευταίην ἐπονομάζουσι τὴν Νέφθυν καὶ Τυφῶνι δὲ συνοικεῖν λέγουσιν. ὅταν δʼ ὑπερβαλὼν καὶ πλεονάσας ὁ Νεῖλος ἐπέκεινα πλησιάσῃ τοῖς ἐσχατεύουσι, τοῦτο μῖξιν Ὀσίριδος πρὸς Νέφθυν καλοῦσιν, [15] ὑπὸ τῶν ἀναβλαστανόντων φυτῶν ἐλεγχομένην· ὧν καὶ τὸ μελίλωτόν ἐστιν, οὗ φησι μῦθος ἀπορρυέντος [366c] καὶ ἀπολειφθέντος αἴσθησιν γενέσθαι Τυφῶνι τῆς περὶ τὸν γάμον ἀδικίας. ὅθεν ἡ μὲν Ἶσις ἔτεκε γνησίως τὸν Ὧρον, ἡ δὲ Νέφθυς σκότιον τὸν Ἄνουβιν. [20] ἐν μέντοι ταῖς διαδοχαῖς τῶν βασιλέων ἀναγράφουσι τὴν Νέφθυν Τυφῶνι γημαμένην πρώτην γενέσθαι στεῖραν· εἰ δὲ τοῦτο μὴ περὶ γυναικὸς ἀλλὰ περὶ τῆς θεοῦ λέγουσιν, αἰνίττονται τὸ παντελὲς παντελὲς] ἀλιτενὲς W. Nihil opus, cum τὸ παντελὲς ἄγονον idem valeat ac τὴν παντελῆ ἀγονίαν τῆς γῆς ἄγονον καὶ ἄκαρπον ὑπὸ στειρότητος. στειρότητος W: στερρότητος [25]

[39] ἡ δὲ Τυφῶνος ἐπιβουλὴ καὶ τυραννὶς αὐχμοῦ δύναμις ἦν ἐπικρατήσαντος καὶ διαφορήσαντος τήν τε γεννῶσαν ὑγρότητα τὸν Νεῖλον καὶ αὔξουσαν. ἡ δὲ συνεργὸς αὐτοῦ βασιλὶς Αἰθιόπων αἰνίττεται πνοὰς νοτίους ἐξ Αἰθιοπίας· ὅταν γὰρ αὗται τῶν [366d] ἐτησίων ἐπικρατήσωσι τὰ νέφη πρὸς τὴν Αἰθιοπίαν [5] ἐλαυνόντων, καὶ κωλύσωσι τοὺς τὸν Νεῖλον αὔξοντας ὄμβρους καταρραγῆναι, κατέχων ὁ Τυφὼν ἐπιφλέγει, καὶ τότε κρατήσας παντάπασι τὸν Νεῖλον εἰς ἑαυτὸν ἑαυτὸν Bentleius: ἐναντίον ὑπʼ ἀσθενείας συσταλέντα καὶ ῥυέντα κοῖλον καὶ ταπεινὸν ἐξέωσεν εἰς τὴν θάλασσαν. ἡ [10] γὰρ λεγομένη κάθειρξις εἰς τὴν σορὸν Ὀσίριδος οὐδὲν ἔοικεν ἀλλʼ ἢ κρύψιν ὕδατος καὶ ἀφανισμὸν αἰνίττεσθαι· διὸ μηνὸς Ἀθὺρ ἀφανισθῆναι τὸν [366e] Ὄσιριν λέγουσιν, ὅτε τῶν ἐτησίων ἀπολειπόντων παντάπασιν ὁ μὲν Νεῖλος ὑπονοστεῖ, γυμνοῦται δʼ [15] ἡ χώρα· μηκυνομένης δὲ τῆς νυκτός, αὔξεται αὔξεται] ὅτε αὔξεται Squirius τὸ σκότος, ἡ δὲ τοῦ φωτὸς μαραίνεται καὶ κρατεῖται δύναμις, οἱ οἱ] οἱ δὲ W. Possis etiam καὶ οἱ ἱερεῖς ἄλλα τε δρῶσι σκυθρωπὰ καὶ βοῦν διάχρυσον ἱματίῳ μέλανι βυσσίνῳ περιβάλλοντες ἐπὶ πένθει τῆς θεοῦ δεικνύουσι (βοῦν γὰρ Ἴσιδος [20] εἰκόνα καὶ γῆν καὶ γῆν] αἰσθητὴν Marklandus νομίζουσιν) ἐπὶ τέσσαρας ἡμέρας ἀπὸ τῆς ἑβδόμης ἐπὶ δέκα ἑξῆς. καὶ γὰρ τὰ πενθούμενα τέσσαρα, πρῶτον μὲν ὁ Νεῖλος ἀπολείπων καὶ ὑπονοστῶν, δεύτερον δὲ τὰ βόρεια πνεύματα κατασβεννύμενα κομιδῇ τῶν νοτίων ἐπικρατούντων, τρίτον [25] δὲ τὸ τὴν ἡμέραν ἐλάττονα γίγνεσθαι τῆς νυκτός, [366f] ἐπὶ πᾶσι δʼ πᾶσι δʼ *: πᾶσιν ἡ τῆς γῆς ἀπογύμνωσις ἅμα τῇ τῶν φυτῶν ψιλότητι τηνικαῦτα φυλλορροούντων. τῇ δʼ ἐνάτῃ ἐπὶ δέκα νυκτὸς ἐπὶ θάλασσαν κατίασι· κατίασι Baxterus: κάτεισι καὶ τὴν ἱερὰν κίστην, οἱ στολισταὶ καὶ οἱ ἱερεῖς ἐκφέρουσι χρυσοῦν ἐντὸς ἔχουσαν κιβώτιον, εἰς ὃ ποτίμου [5] λαβόντες ὕδατος ἐγχέουσι, καὶ γίγνεται κραυγὴ τῶν παρόντων ὡς εὑρημένου τοῦ Ὀσίριδος· εἶτα γῆν γῆν X: τὴν κάρπιμον φυρῶσι τῷ ὕδατι, καὶ συμμίξαντες ἀρώματα καὶ θυμιάματα τῶν πολυτελῶν ἀναπλάττουσι μηνοειδὲς ἀγαλμάτιον· καὶ τοῦτο στολίζουσι [10] καὶ κοσμοῦσιν, ἐμφαίνοντες ὅτι γῆς οὐσίαν καὶ ὕδατος τοὺς θεοὺς τούτους νομίζουσι.

[40] τῆς δʼ Ἴσιδος πάλιν ἀναλαμβανούσης τὸν [367a] Ὄσιριν καὶ αὐξανούσης τὸν Ὧρον, ἀναθυμιάσεσι καὶ ὁμίχλαις καὶ νέφεσι ῥωννύμενον, ἐκρατήθη μέν, [15] οὐκ ἀνῃρέθη δʼ ὁ Τυφών. οὐ γὰρ εἴασεν ἡ κυρία τῆς γῆς θεὸς ἀναιρεθῆναι παντάπασι τὴν ἀντικειμένην τῇ ὑγρότητι φύσιν, ἀλλʼ ἐχάλασε καὶ ἀνῆκε βουλομένη διαμένειν τὴν κρᾶσιν· κρᾶσιν X: κρίσιν οὐ γὰρ ἦν κόσμον κόσμον] to\n ko/smon εἶναι τέλειον, ἐκλιπόντος ἐκλιπόντος idem: ἐκλείποντος καὶ ἀφανισθέντος τοῦ πυρώδους. [20] εἰ δὲ ταῦτα μὴ μὴ] δὴ W λέγεται παρὰ τὸ εἰκός , παρὰ τὸ εἰκός : παρ’ αὐτοῖς εἰκότως εἰκότως] ἀπεικότως Bentleius οὐδʼ ἐκεῖνον ἄν τις ἀπορρίψειε τὸν λόγον, ὡς Τυφὼν μὲν ἐκράτει πάλαι τῆς Ὀσίριδος μοίρας θάλασσα γὰρ ἦν ἡ Αἴγυπτος διὸ πολλὰ μὲν ἐν τοῖς μετάλλοις [367b] καὶ τοῖς ὄρεσιν εὑρίσκεται μέχρι νῦν κογχύλια ἔχειν ἔχειν] ἐκεῖ Marklandus. Sex c. Plat. de Legg. p. 699 b. Herod. I 125 πᾶσαι δὲ πηγαὶ καὶ φρέατα πάντα, πολλῶν ὑπαρχόντων, ἁλμυρὸν ὕδωρ καὶ πικρὸν ἔχουσιν, ὡς ἂν ὑπόλειμμα τῆς πάλαι θαλάσσης ἕωλον ἐνταυθοῖ συνερρυηκός. συνερρυηκός Bentleius: συνερρυηκότος ὁ δʼ Ὧρος χρόνῳ τοῦ Τυφῶνος ἐπεκράτησε [5] τουτέστιν εὐκαιρίας ὄμβρων ὄμβρων R: ὀμβρίων γενομένης, ὁ Νεῖλος ἐξεώσας ἐξεώσας] ἐξώσας W τὴν θάλασσαν ἀνέφηνε τὸ πεδίον καὶ ἀνεπλήρωσε ταῖς προσχώσεσιν. ὃ δὴ μαρτυροῦσαν ἔχει τὴν αἴσθησιν· ὁρῶμεν γὰρ ἔτι νῦν ἐπιφέροντι τῷ ποταμῷ νέαν ἰλὺν καὶ προάγοντι προάγοντι : προαγαγόντι τὴν [10] [367c] γῆν κατὰ μικρὸν ὑποχωροῦν ὀπίσω τὸ πέλαγος, καὶ τὴν θάλασσαν, ὕψος τῶν ἐν βάθει λαμβανόντων διὰ τὰς προσχώσεις, ἀπορρέουσαν· τὴν δὲ Φάρον, ἣν Ὅμηρος Ὁμηρος] δ 355 ᾔδει δρόμον ἡμέρας ἀπέχουσαν Αἰγύπτου, νῦν μέρος οὖσαν αὐτῆς, οὐκ αὐτὴν ἀναδραμοῦσαν [15] οὐδὲ προσαναβᾶσαν, ἀλλὰ τῆς μεταξὺ θαλάττης ἀναπλάττοντι τῷ ποταμῷ καὶ τρέφοντι τὴν ἤπειρον ἀνασταλείσης. ἀλλὰ ταῦτα μὲν ὅμοια τοῖς ὑπὸ τῶν Στωικῶν θεολογουμένοις ἐστί· καὶ γὰρ ἐκεῖνοι τὸ μὲν γόνιμον πνεῦμα καὶ τρόφιμον Διόνυσον εἶναι [20] λέγουσι, τὸ πληκτικὸν δὲ καὶ διαιρετικὸν Ἡρακλέα, τὸ δὲ δεκτικὸν Ἄμμωνα, Δήμητρα Δήμητρα *: δήμετραν δὲ καὶ Κόρην τὸ διὰ τῆς γῆς καὶ τῶν καρπῶν διῆκον, Ποσειδῶνα δὲ τὸ διὰ τῆς θαλάττης.

[41] οἱ δὲ τοῖσδε τοῖς φυσικοῖς καὶ τῶν ἀπʼ [25] ἀστρολογίας μαθηματικῶν μαθηματικῶν] μαθημάτων Marklandus ἔνια μιγνύντες Τυφῶνα [367d] μὲν οἴονται τὸν ἡλιακὸν κόσμον, Ὄσιριν δὲ τὸν σεληνιακὸν λέγεσθαι. τὴν μὲν γὰρ σελήνην γόνιμον τὸ φῶς καὶ ὑγροποιὸν ἔχουσαν εὐμενῆ καὶ γοναῖς ζῴων καὶ φυτῶν εἶναι βλαστήσεσι· τὸν δʼ ἥλιον ἀκράτῳ [5] πυρὶ καὶ σκληρῷ καταθάλπειν καὶ σκληρῷ καταθάλπειν Madvigius: κεκληρωκότα θάλπειν τε καὶ καταυαίνειν τὰ φυόμενα καὶ τεθηλότα, καὶ τὸ πολὺ μέρος τῆς γῆς παντάπασιν ὑπὸ φλογμοῦ ποιεῖν ἀοίκητον καὶ κατακρατεῖν πολλαχοῦ καὶ τῆς σελήνης. διὸ τὸν Τυφῶνα Σὴθ ἀεὶ ἀεὶ] del. Squirius Αἰγύπτιοι καλοῦσιν, ὅπερ ἐστὶ καταδυναστεῦον [10] ἢ καταβιαζόμενον. καὶ τῷ μὲν ἡλίῳ [367e] τὸν Ἡρακλέα μυθολογοῦσιν ἐνιδρυμένον συμπεριπολεῖν, τῇ δὲ σελήνῃ τὸν Ἑρμῆν. λόγου γὰρ ἔργοις ἔοικε καὶ περισσῆς περισσῆς R: περὶ σοφίας τὰ τῆς σελήνης, τὰ δʼ ἡλίου πληγαῖς ὑπὸ βίας καὶ ῥώμης περαινομένοις. περαινομένοις sc. ἔργοις Halmius: περαινομένης [15] οἱ δὲ Στωικοὶ τὸν μὲν ἥλιον ἐκ θαλάττης ἀνάπτεσθαι καὶ τρέφεσθαί φασι, τῇ δὲ σελήνῃ τὰ κρηναῖα καὶ λιμναῖα νάματα γλυκεῖαν ἀναπέμπειν καὶ μαλακὴν ἀναθυμίασιν.

[42] ἑβδόμῃ ἐπὶ δ’ ἐπὶ? δέκα τὴν Ὀσίριδος γενέσθαι [20] τελευτὴν Αἰγύπτιοι μυθολογοῦσιν, ἐν ᾗ μάλιστα γίγνεται πληρουμένη κατάδηλος ἡ πανσέληνος. διὸ [367f] καὶ τὴν ἡμέραν ταύτην ἀντίφραξιν οἱ Πυθαγόρειοι καλοῦσι, καὶ ὅλως τὸν ἀριθμὸν τοῦτον ἀφοσιοῦνται. τοῦ γὰρ ἑξκαίδεκα τετραγώνου καὶ τοῦ ὀκτωκαίδεκα [25] ἑτερομήκους, οἷς μόνοις ἀριθμῶν ἐπιπέδων συμβέβηκε τὰς περιμέτρους ἴσας ἔχειν τοῖς περιεχομένοις ὑπʼ αὐτῶν χωρίοις, μέσος ὁ τῶν ἑπτακαίδεκα παρεμπίπτων ἀντιφράττει καὶ διαζεύγνυσιν ἀπʼ ἀλλήλων, καὶ διαιρεῖ διαιρεῖ] διατηρεῖ X τὸν τὸν] κατὰ τὸν W ἐπόγδοον λόγον εἰς ἄνισα διαστήματα τεμνόμενος. ἐτῶν δʼ ἀριθμὸν οἱ μὲν βιῶσαι [5] τὸν Ὄσιριν οἱ δὲ βασιλεῦσαι λέγουσιν ὀκτὼ καὶ [368a] εἴκοσι· τοσαῦτα γὰρ ἔστι φῶτα τῆς σελήνης καὶ κἀν? τοσαύταις ἡμέραις τὸν αὑτῆς κύκλον ἐξελίσσει. τὸ δὲ ξύλον ἐν ταῖς λεγομέναις Ὀσίριδος ταφαῖς τέμνοντες κατασκευάζουσι λάρνακα μηνοειδῆ διὰ τὸ τὴν [10] σελήνην, ὅταν τῷ ἡλίῳ πλησιάζῃ, μηνοειδῆ γιγνομένην ἀποκρύπτεσθαι. τὸν δʼ εἰς δεκατέσσαρα μέρη τοῦ Ὀσίριδος διασπασμὸν αἰνίττονται πρὸς τὰς ἡμέρας, ἐν αἷς φθίνει μετὰ πανσέληνον ἄχρι νουμηνίας τὸ ἄστρον. ἡμέραν δέ, ἐν ᾗ φαίνεται πρῶτον ἐκφυγοῦσα [15] [368b] τὰς αὐγὰς καὶ παρελθοῦσα τὸν ἥλιον, ἀτελὲς ἀγαθόν προσαγορεύουσιν. ὁ γὰρ Ὄσιρις ἀγαθοποιός, καὶ τοὔνομα πολλὰ φράζει, οὐχ ἥκιστα δὲ κράτος ἐνεργοῦν ἐνεργοῦν] εὐεργὸν? καὶ ἀγαθοποιὸν ὃ λέγουσι. τὸ δʼ ἕτερον ὃ δὲ λέγουσιν ἕτερον κἑ? ὄνομα τοῦ θεοῦ τὸν Ὄμφιν Ὀμφιν] Ὀνουφιν Partheius εὐεργέτην ὁ Ἑρμαῖός Ἑρμέας R [20] φησι δηλοῦν ἑρμηνευόμενον.

[43] οἴονται δὲ πρὸς τὰ φῶτα τῆς σελήνης ἔχειν τινὰ λόγον τοῦ Νείλου τὰς ἀναβάσεις. ἡ μὲν γὰρ μεγίστη περὶ τὴν Ἐλεφαντίνην ὀκτὼ γίγνεται καὶ εἴκοσι πήχεων, ὅσα φῶτα καὶ μέτρα τῶν ἐμμήνων [25] περιόδων ἑκάστης ἔστιν· ἡ δὲ περὶ Μένδητα καὶ Ξόιν βραχυτάτη πήχεων ἓξ ἓξ] ἑπτὰ Squirius πρὸς τὴν διχότομον· ἡ δὲ [368c] μέση περὶ Μέμφιν, ὅταν ᾖ δικαία, δεκατεσσάρων πήχεων πήχεων : πηχῶν πρὸς τὴν πανσέληνον. τὸν δʼ Ἆπιν Ἀπιν] add. φασιν Baxterus εἰκόνα μὲν Ὀσίριδος ἔμψυχον εἶναι, γίγνεσθαι γίγνεσθαι : γενέσθαι δέ, ὅταν φῶς ἐρείσῃ γόνιμον ἀπὸ τῆς σελήνης καὶ καθάψηται βοὸς [5] ὀργώσης. διὸ καὶ τοῖς τῆς σελήνης σχήμασιν ἔοικε πολλὰ τοῦ Ἄπιδος, περιμελαινομένου τὰ λαμπρὰ τοῖς σκιεροῖς. ἔτι δὲ ἔτι δὲ Baxterus: ὅτι τῇ νουμηνίᾳ τοῦ Φαμενὼθ μηνὸς ἑορτὴν ἄγουσιν, ἔμβασιν Ὀσίριδος εἰς τὴν σελήνην ὀνομάζοντες, ἔαρος ἀρχὴν οὖσαν. οὕτω τὴν Ὀσίριδος [10] δύναμιν ἐν τῇ σελήνῃ τιθέντες τὴν Ἶσιν αὐτῷ γένεσιν οὖσαν συνεῖναι λέγουσι. διὸ καὶ μητέρα τὴν σελήνην τοῦ κόσμου καλοῦσι καὶ φύσιν ἔχειν ἀρσενόθηλυν οἴονται, πληρουμένην ὑφʼ ἡλίου καὶ κυισκομένην, αὐτὴν δὲ πάλιν εἰς τὸν ἀέρα προϊεμένην [15] [368d] γεννητικὰς ἀρχὰς καὶ κατασπείρουσαν· οὐ γὰρ ἀεὶ τὴν φθορὰν ἐπικρατεῖν τὴν τυφώνειον, πολλάκις δὲ κρατουμένην ὑπὸ τῆς γενέσεως καὶ συνδεομένην αὖθις ἀναλύεσθαι ἀναλύεσθαι W: ἀναδύεσθαι καὶ διαμάχεσθαι πρὸς τὸν Ὧρον. ἔστι δʼ οὗτος ὁ περίγειος κόσμος οὔτε [20] φθορᾶς ἀπαλλαττόμενος παντάπασιν οὔτε γενέσεως.

[44] ἔνιοι δὲ καὶ τῶν ἐκλειπτικῶν αἴνιγμα ποιοῦνται τὸν μῦθον. ἐκλείπει μὲν γὰρ ἡ σελήνη πανσέληνος, ἐναντίαν τοῦ ἡλίου στάσιν ἔχοντος πρὸς αὐτὴν, εἰς τὴν σκιὰν ἐμπίπτουσα τῆς γῆς, ὥσπερ [25] φασὶ τὸν Ὄσιριν εἰς τὴν σορόν. αὐτὴ δὲ πάλιν [368e] ἀποκρύπτει καὶ ἀφανίζειscr. vid. ἀναιρεῖ kai\ ταῖς τριακάσιν, οὐ μὴν ἀναιρεῖται παντάπασι τὸν ἥλιον, ὥσπερ οὐδὲ τὸν Τυφῶνα ἡ Ἶσις. γεννώσης τῆς Νέφθυος τὸν Ἄνουβιν, Ἶσις ὑποβάλλεται. Νέφθυς γάρ ἐστι τὸ ὑπὸ γῆν καὶ ἀφανές, Ἶσις δὲ τὸ ὑπὲρ τὴν γῆν τὴν γ͂ν] γῆν? καὶ φανερόν. [5] ὁ δὲ τούτων τούτων Bentleius: τούτῳ ὑποψαύων καὶ καλούμενος ὁρίζων κύκλος, ἐπίκοινος ὢν ἀμφοῖν, Ἄνουβις κέκληται καὶ κυνὶ τὸ εἶδος ἀπεικάζεται· καὶ γὰρ ὁ κύων χρῆται τῇ ὄψει νυκτός τε καὶ ἡμέρας ὁμοίως καὶ ταύτην ἔχειν [368f] δοκεῖ παρʼ Αἰγυπτίοις τὴν δύναμιν ὁ Ἄνουβις, οἵαν [10] ἡ Ἑκάτη παρʼ Ἕλλησι, χθόνιος ὢν ὁμοῦ καὶ ὀλύμπιος. ἐνίοις δὲ δοκεῖ Κρόνος ὁ Ἄνουβις εἶναι· διὸ πάντα τίκτων ἐξ ἑαυτοῦ καὶ κύων ἐν ἑαυτῷ τὴν τοῦ κυνὸς ἐπίκλησιν ἔσχεν, ἔστι ἔστι R: ἐ?τι δ’ οὖν] γοῦν W δʼ οὖν τοῖς σεβομένοις τὸν Ἄνουβιν ἀπόρρητόν τι· καὶ πάλαι πάλαι] γὰρ πάλαι? μὲν [15] τὰς μεγίστας ἐν Αἰγύπτῳ τιμὰς ὁ κύων ἔσχεν· ἐπεὶ δὲ Καμβύσου τὸν Ἆπιν ἀνελόντος καὶ ῥίψαντος οὐδὲν προσῆλθεν οὐδʼ ἐγεύσατο τοῦ σώματος ἀλλʼ ἢ μόνος ὁ κύων, ἀπώλεσε τὸ πρῶτος εἶναι καὶ μάλιστα τιμᾶσθαι τῶν ἑτέρων ζῴων. εἰσὶ δέ τινες οἱ τὸ σκίασμα [20] τῆς γῆς, εἰς ὃ τὴν σελήνην ὀλισθάνουσαν ἐκλείπειν νομίζουσι, Τυφῶνα καλοῦντες. [369a]

[45] ὅθεν οὐκ ἀπέοικεν εἰπεῖν, ὡς ἰδίᾳ μὲν οὐκ ὀρθῶς ἕκαστος, ὁμοῦ δὲ πάντες ὀρθῶς λέγουσιν. οὐ γὰρ αὐχμὸν οὐδʼ ἄνεμον οὐδὲ θάλατταν οὐδὲ σκότος, [25] ἀλλὰ πᾶν ὅσον ἡ φύσις βλαβερὸν καὶ φθαρτικὸν ἔχει, μόριον τοῦ Τυφῶνος ἔστιν. ἐστιν] εἶναι Baxterus. ἔστιν εἰπεῖν? οὔτε γὰρ ἐν ἀψύχοις σώμασι τὰς τοῦ παντὸς ἀρχὰς θετέον, ὡς Δημόκριτος καὶ Ἐπίκουρος, οὔτʼ ἀποίου ἀποίου M: ἄποιον δημιουργὸν ὕλης ἕνα λόγον καὶ μίαν πρόνοιαν, ὡς οἱ Στωικοί, περιγιγνομένην ἁπάντων καὶ κρατοῦσαν. ἀδύνατον [5] γὰρ ἢ φλαῦρον ὁτιοῦν, ὅπου πάντων, ἢ χρηστόν, [369b] ὅπου μηδενὸς ὁ θεὸς αἴτιος, ἐγγενέσθαι. παλίντονος γάρ ἁρμονίη κόσμου, ὅκωσπερ ὅκωσπερ W: ὅπωσπερ λύρης καὶ τόξου καθʼ Ἡράκλειτον· Ἡράκλειτον] Mullach. 1 p. 319 καὶ κατʼ Εὐριπίδην Εὐριπίδην] Nauck. p. 294 οὐκ ἂν γένοιτο χωρὶς ἐσθλὰ καὶ κακά, [10] ἀλλʼ ἔστι τις σύγκρασις ὥστʼ ἔχειν καλῶς. διὸ καὶ παμπάλαιος αὕτη κάτεισιν ἐκ θεολόγων καὶ νομοθετῶν εἴς τε ποιητὰς καὶ φιλοσόφους δόξα, τὴν ἀρχὴν ἀδέσποτον ἔχουσα, τὴν δὲ πίστιν ἰσχυρὰν καὶ δυσεξάλειπτον, οὐκ ἐν λόγοις μόνον οὐδʼ ἐν φήμαις, [15] ἀλλʼ ἔν τε τελεταῖς ἔν τε θυσίαις καὶ βαρβάροις καὶ Ἕλλησι πολλαχοῦ περιφερομένη, περιφερομέην Holwerda: περιφερομένην ὡς οὔτʼ ἄνουν [369c] καὶ ἄλογον καὶ ἀκυβέρνητον αἰωρεῖται τῷ αὐτομάτῳ τὸ πᾶν, οὔθʼ εἷς ἐστιν ὁ κρατῶν καὶ κατευθύνων ὥσπερ οἴαξιν ἤ τισι πειθηνίοις χαλινοῖς λόγος, ἀλλὰ [20] πολλὰ καὶ μεμιγμένα κακοῖς καὶ ἀγαθοῖς· μᾶλλον δὲ μηδὲν ὡς ἁπλῶς εἰπεῖν ἄκρατον ἐνταῦθα τῆς φύσεως φερούσης, οὐ δυεῖν πίθων εἷς ταμίας ὥσπερ νάματα τὰ πράγματα καπηλικῶς διανέμων ἀνακεράννυσιν ἡμῖν ἀλλʼ ἀπὸ δυεῖν ἐναντίων ἀρχῶν καὶ δυεῖν ἀντιπάλων [25] δυνάμεων τῆς μὲν ἐπὶ τὰ δεξιὰ καὶ κατʼ [369d] εὐθεῖαν ὑφηγουμένης, τῆς δʼ ἔμπαλιν ἀναστρεφούσης καὶ ἀνακλώσης, ὅ τε βίος μικτὸς ὅ τε κόσμος, εἰ καὶ μὴ πᾶς, ἀλλʼ ὁ περίγειος οὗτος καὶ μετὰ σελήνην ἀνώμαλος καὶ ποικίλος γέγονε καὶ μεταβολὰς πάσας δεχόμενος. εἰ γὰρ οὐδὲν ἀναιτίως πέφυκε γίγνεσθαι, γίγνεσθαι *: γενέσθαι [5] αἰτίαν δὲ κακοῦ τἀγαθὸν οὐκ ἂν παράσχοι, δεῖ γένεσιν ἰδίαν καὶ ἀρχὴν ὥσπερ ἀγαθοῦ καὶ κακοῦ τὴν φύσιν ἔχειν.

[46] καὶ δοκεῖ τοῦτο τοῖς πλείστοις καὶ σοφωτάτοις. νομίζουσι γὰρ οἱ μὲν θεοὺς εἶναι δύο καθάπερ [10] ἀντιτέχνους, τὸν μὲν ἀγαθῶν, τὸν δὲ φαύλων δημιουργόν. οἱ δὲ τὸν μὲν μὲν Marklandus: μὲν γὰρ ἀμείνονα θεόν, τὸν δὲ [369e] ἕτερον δαίμονα καλοῦσιν· ὥσπερ Ζωροάστρης Ζωροάστρης Vit. Num. c. 4: ζωρόαστρις ὁ μάγος, ὃν πεντακισχιλίοις ἔτεσι τῶν Τρωικῶν γεγονέναι πρεσβύτερον ἱστοροῦσιν. οὗτος οὖν ἐκάλει τὸν μὲν [15] Ὡρομάζην, τὸν δʼ Ἀρειμάνιον· καὶ προσαπεφαίνετο τὸν μὲν ἐοικέναι φωτὶ μάλιστα τῶν αἰσθητῶν, τὸν δʼ ἔμπαλιν σκότῳ καὶ ἀγνοίᾳ, μέσον δʼ ἀμφοῖν τὸν Μίθρην εἶναι· διὸ καὶ Μίθρην Πέρσαι τὸν μεσίτην ὀνομάζουσιν. ἐδίδαξε δὲ τῷ μὲν εὐκταῖα θύειν [20] καὶ χαριστήρια, τῷ δʼ δὲ M ἀποτρόπαια καὶ σκυθρωπά. πόαν γάρ τινα κόπτοντες Μῶλυ καλουμένην ἐν [369f] ὅλμῳ, τὸν ᾍδην ἀνακαλοῦνται καὶ τὸν σκότον· εἶτα μίξαντες αἵματι λύκου σφαγέντος εἰς τόπον ἀνήλιον ἐκφέρουσι καὶ ῥίπτουσι. καὶ γὰρ τῶν φυτῶν νομίζουσι [25] τὰ μὲν τοῦ ἀγαθοῦ θεοῦ, τὰ δὲ τοῦ κακοῦ δαίμονος εἶναι· καὶ τῶν ζῴων ὥσπερ κύνας καὶ ὄρνιθας καὶ χερσαίους ἐχίνους τοῦ ἀγαθοῦ, τοῦ δὲ φαύλου τοὺς ἐνύδρους μῦς μῦς W ex p. 670 d εἶναι· διὸ καὶ τὸν κτείναντα πλείστους εὐδαιμονίζουσιν.

[47] οὐ μὴν ἀλλὰ ἀλλὰ R κἀκεῖνοι πολλὰ μυθώδη περὶ [5] τῶν θεῶν λέγουσιν, οἷα καὶ ταῦτʼ ἐστίν. ὁ μὲν Ὡρομάζης ἐκ τοῦ καθαρωτάτου φάους, ὁ δʼ Ἀρειμάνιος [370a] ἐκ τοῦ ζόφου γεγονώς, πολεμοῦσιν ἀλλήλοις· καὶ ὁ μὲν ἓξ θεοὺς ἐποίησε (τὸν μὲν πρῶτον εὐνοίας, τὸν δὲ δεύτερον ἀληθείας, τὸν δὲ τρίτον εὐνομίας· [10] τῶν δὲ λοιπῶν τὸν μὲν σοφίας, τὸν δὲ πλούτου, τὸν δὲ τῶν ἐπὶ τοῖς καλοῖς ἡδέων δημιουργόν)· ὁ δὲ τούτοις ὥσπερ ἀντιτέχνους ἴσους τὸν ἀριθμόν. εἶθʼ ὁ μὲν Ὡρομάζης τρὶς ἑαυτὸν αὐξήσας ἀπέστησε τοῦ ἡλίου τοσοῦτον, ὅσον ὁ ἥλιος τῆς γῆς ἀφέστηκε, [15] καὶ τὸν οὐρανὸν ἄστροις ἐκόσμησεν· ἕνα δʼ ἀστέρα πρὸ πάντων οἷον φύλακα καὶ προόπτην ἐγκατέστησε, τὸν σείριον. ἄλλους δὲ ποιήσας τέσσαρας καὶ εἴκοσι [370b] θεοὺς εἰς ᾠὸν ἔθηκεν. οἱ δʼ ἀπὸ τοῦ Ἀρειμανίου, γενόμενοι καὶ αὐτοὶ τοσοῦτοι, διατρήσαντες τὸ ᾠὸν [20] γαν γαν ὅθεν Duebnerus: γανωθὲν Fort. supplendum τὸ ᾠὸν ἀνωθεν (vel ἐπαίνωθεν) ἐξήγαγον ἐκείνους· ὅθεν κἑ ὅθεν ἀναμέμικται τὰ κακὰ τοῖς ἀγαθοῖς. ἔπεισι δὲ χρόνος εἱμαρμένος, ἐν ᾧ τὸν Ἀρειμάνιον λοιμὸν ἐπάγοντα καὶ λιμὸν ὑπὸ τούτων ἀνάγκη φθαρῆναι παντάπασι καὶ ἀφανισθῆναι, τῆς δὲ γῆς ἐπιπέδου καὶ ὁμαλῆς γενομένης, ἕνα βίον καὶ μίαν πολιτείαν [25] ἀνθρώπων μακαρίων καὶ ὁμογλώσσων ἁπάντων γενέσθαι. Θεόπομπος δέ φησι κατὰ τοὺς μάγους ἀνὰ μέρος τρισχίλια ἔτη τὸν μὲν κρατεῖν τὸν δὲ κρατεῖσθαι τῶν θεῶν, ἄλλα δὲ τρισχίλια μάχεσθαι καὶ πολεμεῖν καὶ ἀναλύειν τὰ τοῦ ἑτέρου τὸν ἕτερον· [370c] τέλος δʼ ἀπολείπεσθαι ἀπολεῖσθαι Marklandus τὸν ᾍδην, Ἁιδην] Ὡρομάζην? καὶ τοὺς μὲν ἀνθρώπους [5] εὐδαίμονας ἔσεσθαι, μήτε τροφῆς δεομένους μήτε σκιὰν ποιοῦντας· τὸν δὲ ταῦτα μηχανησάμενον θεὸν ἠρεμεῖν καὶ ἀναπαύεσθαι χρόνον, ἄλλως ἄλλως R: καλῶς μὲν οὐ πολὺν ὡς ὡς R: τῷ θεῷ, ὥσπερ δʼ δʼ R ἀνθρώπῳ κοιμωμένῳ μέτριον. ἡ μὲν οὖν μάγων μυθολογία τοιοῦτον ἔχει τρόπον. [10]

[48] Χαλδαῖοι δὲ τῶν πλανήτων πλανήτων : πλανητῶν οὓς οὓς W: τοὺς θεοὺς γενεθλίους γενεθλίους idem: γενέσθαι οὓς καλοῦσι, δύο μὲν ἀγαθουργούς δύο δὲ κακοποιούς, μέσους δὲ τοὺς τρεῖς ἀποφαίνουσι καὶ κοινούς. τὰ δʼ Ἑλλήνων πᾶσί που δῆλα, τὴν μὲν ἀγαθὴν Διὸς Ὀλυμπίου μερίδα, τὴν δʼ ἀποτρόπαιον ἀποτρόπαιον Marklandus: ἀποτροπαίου ᾍδου [15] ποιουμένων. ἐκ δʼ Ἀφροδίτης καὶ Ἄρεος Ἀρεος : ἄρεως Ἁρμονίαν [370d] γεγονέναι μυθολογοῦνται· μυθολογούντων? ὧν ὁ μὲν ἀπηνὴς καὶ φιλόνεικος, ἡ δὲ μειλίχιος καὶ γενέθλιος. σκόπει δὲ τοὺς φιλοσόφους τούτοις συμφερομένους. Ἡράκλειτος Ἡεράκλειτος] Mullach. 1 p. 319 μὲν γὰρ ἄντικρυς πόλεμον ὀνομάζει πατέρα καὶ βασιλέα [20] καὶ κύριον πάντων, καὶ τὸν μὲν Ὅμηρον Ὁμηρον] Σ 107 εὐχόμενον ἔκ τε θεῶν ἔριν ἔκ τʼ ἀνθρώπων ἀπολέσθαι λανθάνειν φησὶ τῇ πάντων γενέσει καταρώμενον, ἐκ μάχης καὶ ἀντιπαθείας τὴν γένεσιν ἐχόντων, ἥλιον δὲ μὴ ὑπερβήσεσθαι τοὺς προσήκοντας ὅρους· εἰ δὲ μή, Λύττας Λύττας (Λύσσας Buttmannus): γλώττας μιν Δίκης ἐπικούρους ἐξευρήσειν Ἐμπεδοκλῆς Ἐμπεδοκλῆς] Mullach. 1 p. 1. p. 3 [370e] δὲ τὴν μὲν ἀγαθουργὸν ἀρχὴν φιλότητα καὶ φιλίαν πολλάκις δʼ ἁρμονίαν καλεῖ θεμερῶπιν, καλεῖ θεμερῶπιν] Bentleius: καλεῖσθαι μέροπι τὴν δὲ χείρονα νεῖκος οὐλόμενον καὶ δῆριν αἱματόεσσαν [5] οἱ μὲν μὲν] δὲ M Πυθαγορικοὶ Πυθαγορικοὶ] cf. Aristot. Metaphys. 1, 5 διὰ πλειόνων ὀνομάτων κατηγοροῦσι τοῦ μὲν ἀγαθοῦ τὸ ἓν τὸ πεπερασμένον τὸ μένον τὸ εὐθὺ τὸ περισσὸν τὸ τετράγωνον τὸ ἴσον τὸ ἴσον Baxterus τὸ δεξιὸν τὸ λαμπρόν· τοῦ δὲ κακοῦ τὴν δυάδα τὸ ἄπειρον τὸ φερόμενον τὸ καμπύλον [10] τὸ ἄρτιον τὸ ἑτερόμηκες τὸ ἄνισον τὸ ἀριστερὸν τὸ σκοτεινόν, ὡς τοιαύτας ὡς τοιαύτας : ὥστε ταύτας ἀρχὰς γενέσεως ὑποκειμένας. Ἀναξαγόρας δὲ νοῦν καὶ ἄπειρον. Ἀριστοτέλης Ἀριστοτέλης] Metaphys. 1, 7, 8 δὲ [370f] τὸ μὲν εἶδος τὸ δὲ στέρησιν. Πλάτων Πλάτων] Tim. 35 a δὲ πολλαχοῦ μὲν οἷον ἐπηλυγαζόμενος ἐπηλυγαζόμενος Baxterus: ἐπιλυγιζόμενος καὶ παρακαλυπτόμενος, τῶν [15] ἐναντίων ἀρχῶν τὴν μὲν ταὐτὸν ὀνομάζει, τὴν δὲ θάτερον ἐν δὲ τοῖς Νόμοις ἐν δὲ τοῖς Νόμοις] p. 896 d sqq. ἤδη πρεσβύτερος ὢν οὐ διʼ αἰνιγμῶν οὐδὲ συμβολικῶς, ἀλλὰ κυρίοις ὀνόμασιν οὐ μιᾷ ψυχῇ φησι κινεῖσθαι τὸν κόσμον, ἀλλὰ πλείοσιν ἴσως, δυεῖν δὲ πάντως οὐκ ἐλάττοσιν· [20] ὧν ὧν Squirius: ὅθεν τὴν μὲν ἀγαθουργὸν εἶναι, τὴν δʼ ἐναντίαν ταύτῃ καὶ τῶν ἐναντίων δημιουργόν· ἀπολείπει δὲ καὶ τρίτην τινὰ μεταξὺ φύσιν οὐκ ἄψυχον οὐδʼ ἄλογον οὐδʼ ἀκίνητον ἐξ αὑτῆς, ὥσπερ ἔνιοι νομίζουσιν [371a] , ἀλλʼ ἀνακειμένην ἀμφοῖν ἐκείναις, ἐφιεμένην δὲ τῆς ἀμείνονος ἀεὶ καὶ ποθοῦσαν καὶ διώκουσαν, ὡς τὰ ἐπιόντα δηλώσει τοῦ λόγου, τὴν Αἰγυπτίων θεολογίαν μάλιστα ταύτῃ τῇ φιλοσοφίᾳ [5] συνοικειοῦντος.

[49] μεμιγμένη γὰρ ἡ τοῦδε τοῦ κόσμου γένεσις καὶ σύστασις ἐξ ἐναντίων, οὐ μὴν ἰσοσθενῶν, δυνάμεων, ἀλλὰ τῆς βελτίονος τὸ κράτος ἐστίν· ἀπολέσθαι δὲ τὴν φαύλην παντάπασιν ἀδύνατον, πολλὴν [10] μὲν ἐμπεφυκυῖαν τῷ σώματι, πολλὴν δὲ τῇ ψυχῇ τοῦ παντὸς καὶ πρὸς τὴν βελτίονα ἀεὶ καὶ - ἀεὶ W: ἀεὶ - καὶ δυσμαχοῦσαν. ἐν μὲν οὖν τῇ ψυχῇ νοῦς καὶ λόγος ὁ τῶν ἀρίστων πάντων ἡγεμὼν καὶ κύριος Ὄσιρίς ἐστιν· ἐν δὲ γῇ [371b] καὶ πνεύματι καὶ ὕδατι καὶ οὐρανῷ καὶ ἄστροις τὸ [15] τεταγμένον καὶ καθεστηκὸς καὶ ὑγιαῖνον, ὥραις καὶ κράσεσι καὶ περιόδοις Ὀσίριδος ἀπορροὴ καὶ εἰκὼν ἐμφαινομένη· Τυφὼν δὲ τῆς ψυχῆς τὸ παθητικὸν καὶ τιτανικὸν καὶ ἄλογον καὶ ἔμπληκτον τοῦ δὲ σωματικοῦ τὸ ἐπίκηρον ἐπίκηρον X: ἐπίκλητον καὶ νοσῶδες καὶ ταρακτικὸν [20] ἀωρίαις ἀωρίαις Baxterus: ἀθρίαις καὶ δυσκρασίαις, καὶ κρύψεσιν ἡλίου καὶ ἀφανισμοῖς ἀφανισμοὶ] ἀφηνιασμοι Marklandus. Malim ἐμφανισμοὶ σελήνης, οἷον ἐκδρομαὶ καὶ ἀφανισμοὶ Τυφῶνος· καὶ τοὔνομα κατηγορεῖ τὸ Σήθ, ᾧ ᾧ X: αὖ τὸν Τυφῶνα καλοῦσι· φράζει μὲν γὰρ μὲν γὰρ Marklandus: μὲν τὸ καταδυναστεῦον καὶ καταβιαζόμενον, φράζει δὲ τὴν τὴν idem: τὸ πολλάκις ἀναστροφὴν [25] καὶ πάλιν ὑπερπήδησιν. Βέβωνα Βέβωνα *: βεβῶνα δὲ τινὲς [371c] μὲν ἕνα τῶν τοῦ Τυφῶνος ἑταίρων γεγονέναι λέγουσιν, Μανεθὼς Μανεθὼς Marklandus: μάνεθος δʼ αὐτὸν τὸν δ’ αὐτὸν τὸν idem: αὖ τὸν Τυφῶνα καὶ Βέβωνα καλεῖσθαι· σημαίνει δὲ τοὔνομα κάθεξιν ἢ κώλυσιν, ὡς τοῖς πράγμασιν ὁδῷ βαδίζουσι καὶ πρὸς ὃ χρὴ [5] φερομένοις ἐνισταμένης τῆς τοῦ Τυφῶνος δυνάμεως

[50] διὸ καὶ τῶν μὲν ἡμέρων ζῴων ἀπονέμουσιν αὐτῷ τὸ ἀμαθέστατον, ὄνον· τῶν δʼ ἀγρίων τὰ θηριωδέστατα, κροκόδειλον καὶ τὸν ποτάμιον ἵππον. περὶ μὲν οὖν μὲν οὖν idem: μὲν τοῦ ὄνου προδεδηλώκαμεν. ἐν Ἑρμοῦ πόλει Ἑρμοῦ πόλει *: ἑρμουπόλει [10] δὲ Τυφῶνος ἄγαλμα δεικνύουσιν ἵππον ποτάμιον· ἐφʼ οὗ βέβηκεν ἱέραξ ὄφει μαχόμενος, τῷ μὲν ἵππῳ [371d] τὸν Τυφῶνα δεικνύντες, τῷ δʼ ἱέρακι δύναμιν καὶ ἀρχήν, ἣν βίᾳ κτώμενος ὁ Τυφὼν πολλάκις οὐκ ἀνίεται ἀνίεται Marklandus: ἀνιᾶται ταραττόμενος ὑπὸ τῆς κακίας καὶ ταράττων. [15] διὸ καὶ θύοντες ἑβδόμῃ τοῦ Τυβὶ μηνός, ἣν καλοῦσιν ἄφιξιν Ἴσιδος ἐκ Φοινίκης, ἐπιπλάττουσι τοῖς ποπάνοις ἵππον ποτάμιον δεδεμένον. ἐν δʼ Ἀπόλλωνος πόλει νενομισμένον ἐστὶ κροκοδείλου φαγεῖν πάντως ἕκαστον· ἡμέρᾳ δὲ μιᾷ θηρεύσαντες ὅσους ἂν δύνωνται [20] καὶ κτείναντες ἀπαντικρὺ τοῦ ἱεροῦ προβάλλουσι, καὶ λέγουσιν ὡς ὁ Τυφὼν τὸν Ὧρον ἀπέδρα κροκόδειλος γενόμενος, πάντα καὶ ζῷα καὶ [371e] φυτὰ καὶ πάθη τὰ φαῦλα καὶ βλαβερὰ Τυφῶνος ἔργα καὶ μέρη καὶ κινήματα ποιούμενοι. [25]

[51] τὸν δʼ Ὄσιριν αὖ πάλιν ὀφθαλμῷ καὶ σκήπτρῳ γράφουσιν, ὧν τὸ μὲν τὴν πρόνοιαν ἐμφαίνειν, τὸ δὲ τὴν δύναμιν, ὡς Ὅμηρος Ὁμηρος] Θ 22 τὸν ἄρχοντα καὶ βασιλεύοντα πάντων Ζῆνʼ ὕπατον καὶ μήστωρα καλῶν, ἔοικε τῷ μὲν ὑπάτῳ τὸ κράτος αὐτοῦ, τῷ δὲ δὲ R μήστωρι τὴν εὐβουλίαν καὶ τὴν φρόνησιν σημαίνειν [5] γράφουσι δὲ καὶ ἱέρακι τὸν θεὸν τοῦτον πολλάκις· εὐτονίᾳ γὰρ ὄψεως ὑπερβάλλει καὶ πτήσεως ὀξύτητι, καὶ διοικεῖν αὑτὸν ἐλαχίστῃ ἐλαχίστῃ : ἐλάχιστα τῇ τροφῇ πέφυκε. [371f] λέγεται δὲ καὶ νεκρῶν ἀτάφων σώμασι σώμασι X: ὄμμασι γῆν ὑπερπετόμενος ἐπιβάλλειν· ὅταν δὲ πιόμενος πιόμενος : πιούμενος ἐπὶ τὸν [10] ποταμὸν καταίρῃ, τὸ πτερὸν ἵστησιν ὀρθόν· πιὼν δὲ κλίνει τοῦτο πάλιν· ᾧ δῆλός ἐστι σεσωσμένος καὶ διαπεφευγὼς τὸν κροκόδειλον· ἂν γὰρ ἁρπασθῇ, μένει τὸ πτερὸν ὥσπερ ἔστη πεπηγός. πανταχοῦ δὲ καὶ ἀνθρωπόμορφον Ὀσίριδος ἄγαλμα δεικνύουσιν, [15] ἐξορθιάζον τῷ αἰδοίῳ διὰ τὸ γόνιμον καὶ τὸ τρόφιμον. ἀμπεχόνῃ δὲ φλογοειδεῖ στέλλουσιν ἀμπεχόνῃ - στέλλουσιν Baxterus: ἀμπεχόην δὲ φλογοειδὴς στέλλουσα αὐτοῦ [372a] τὰς εἰκόνας, ἥλιον σῶμα σῶμα] ὄμμα Marklandus τῆς τἀγαθοῦ δυνάμεως ὡς ὡς] φῶς idem. Malim. καὶ φῶς. cf. p. 372 b ὁρατὸν οὐσίας νοητῆς ἡγούμενοι. διὸ καὶ καταφρονεῖν ἄξιόν ἐστι τῶν τὴν ἡλίου σφαῖραν Τυφῶνι [20] προσνεμόντων, ᾧ λαμπρὸν οὐδὲν οὐδὲ σωτήριον οὐδὲ τάξις οὐδὲ γένεσις οὐδὲ κίνησις μέτρον ἔχουσα καὶ λόγον, ἀλλὰ τἀναντία προσήκει· καὶ αὐχμόν, ὃς ὃς Baxterus: οἷς φθείρει πολλὰ τῶν ζῴων καὶ βλαστανόντων, οὐχ ἡλίου θετέον ἔργον, ἀλλὰ τῶν ἐν γῇ καὶ ἀέρι μὴ [25] καθʼ ὥραν κεραννυμένων πνευμάτων καὶ ὑδάτων, ὅταν ἡ τῆς ἀτάκτου καὶ ἀορίστου δυνάμεως ἀρχὴ πλημμελήσασα κατασβέσῃ τὰς ἀναθυμιάσεις. [372b]

[52] ἐν δὲ τοῖς ἱεροῖς ὕμνοις τοῦ Ὀσίριδος ἀνακαλοῦνται τὸν ἐν ταῖς ἀγκάλαις κρυπτόμενον τοῦ ἡλίου, [5] καὶ τῇ τριακάδι τοῦ Ἐπιφὶ μηνὸς ἑορτάζουσιν ὀφθαλμῶν Ὥρου γενέθλιον, ὅτε σελήνη καὶ ἥλιος ἐπὶ μιᾶς εὐθείας γεγόνασιν, ὡς οὐ μόνον τὴν σελήνην ἀλλὰ καὶ τὸν ἥλιον ὄμμα τοῦ Ὥρου καὶ φῶς ἡγούμενοι. τῇ δὲ ὀγδόῃ φθίνοντος τοῦ Φαωφὶ βακτηρίας [10] ἡλίου γενέθλιον γενέθλιον Bentleius: γενέσθαι ὃν ἄγουσι, μετὰ φθινοπωρινὴν ἰσημερίαν, ἐμφαίνοντες οἷον ὑπερείσματος δεῖσθαι καὶ ῥώσεως, τῷ τε θερμῷ γιγνόμενον καὶ τῷ φωτὶ ἐνδεᾶ, [372c] κλινόμενον καὶ πλάγιον ἀφʼ ἡμῶν φερόμενον. ἔτι δὲ τὴν βοῦν ὑπὸ τροπὰς χειμερινὰς περὶ τὸν [15] ναὸν περιφέρουσι· καὶ καλεῖται ζήτησις Ὀσίριδος ἡ περιδρομή, τοῦ ἡλίου τὸ ὕδωρ χειμῶνος τῆς θεοῦ ποθούσης· τοσαυτάκις δὲ περίεισιν, ὅτι τὴν ἀπὸ τροπῶν χειμερινῶν ἐπὶ τροπὰς θερινὰς πάροδον πάροδον] περίοδον Marklandus ἑβδόμῳ μηνὶ συμπεραίνει. λέγεται δὲ καὶ θῦσαι τῷ [20] ἡλίῳ τετράδι μηνὸς ἱσταμένου πάντων πρῶτος Ὧρος ὁ Ἴσιδος, ὡς ἐν τοῖς ἐπιγραφομένοις Γενεθλίοις [372d] Ὥρου γέγραπται. καὶ μὴν ἡμέρας ἑκάστης τριχῶς ἐπιθυμιῶσι τῷ ἡλίῳ, ῥητίνην μὲν ὑπὸ τὰς ἀνατολάς, σμύρναν δὲ μεσουρανοῦντι, τὸ δὲ καλούμενον κῦφι [25] περὶ δυσμάς· ὧν ἕκαστον ὃν ἔχει λόγον, ὕστερον ἀφηγήσομαι. τὸν δʼ ἥλιον πᾶσι τούτοις προστρέπεσθαι προστρέπεσθαι Halmius: προτρέπεσθαι καὶ θεραπεύειν οἴονται. καὶ τί δεῖ πολλὰ τοιαῦτα συνάγειν; εἰσὶ γὰρ οἱ τὸν Ὄσιριν ἄντικρυς ἥλιον εἶναι καὶ ὀνομάζεσθαι Σείριον ὑφʼ Ἑλλήνων λέγοντες, εἰ καὶ παρʼ Αἰγυπτίοις ἡ πρόθεσις τοῦ ἄρθρου τοὔνομα πεποίηκεν ἀμφιγνοεῖσθαι, τὴν δʼ [5] Ἶσιν οὐχ ἑτέραν τῆς σελήνης ἀποφαίνοντες· ὅθεν ὅθεν *: ἓν καὶ τῶν ἀγαλμάτων αὐτῆς τὰ μὲν κερασφόρα τοῦ μηνοειδοῦς [372e] γεγονέναι μιμήματα, τοῖς δὲ μελανοστόλοις ἐμφαίνεσθαι ἐμφαίνεσθαι Marklandus: ἐμφαίνουσι τὰς κρύψεις καὶ τοὺς περισκιασμοὺς ἐν οἷς διώκει ποθοῦσα τὸν ἥλιον. διὸ καὶ πρὸς τὰ [10] ἐρωτικὰ τὴν σελήνην ἐπικαλοῦνται, καὶ τὴν Ἶσιν Εὔδοξός φησι βραβεύειν τὰ ἐρωτικά. καὶ τούτοις μὲν ἁμωσγέπως ἁμωσγέπως idem: ἄλλως γέ πως τοῦ πιθανοῦ μέτεστι, τῶν δὲ Τυφῶνα ποιούντων τὸν ἥλιον οὐδʼ ἀκούειν ἄξιον. ἀλλʼ ἡμεῖς αὖθις τὸν οἰκεῖον ἀναλάβωμεν λόγον. [15]

[53] ἡ γὰρ Ἶσίς ἐστι μὲν τὸ τῆς φύσεως θῆλυ, καὶ δεκτικὸν ἁπάσης γενέσεως, καθὸ τιθήνη καὶ πανδεχὴς ὑπὸ τοῦ Πλάτωνος, ὑπὸ δὲ τῶν πολλῶν [372f] μυριώνυμος κέκληται, διὰ τὸ πάσας ὑπὸ τοῦ λόγου τρεπομένη μορφὰς δέχεσθαι καὶ ἰδέας. ἔχει δὲ σύμφυτον [20] ἔρωτα τοῦ πρώτου καὶ κυριωτάτου πάντων, ὃ τἀγαθῷ ταὐτόν ἐστι κἀκεῖνο ποθεῖ καὶ διώκει· τὴν δʼ ἐκ τοῦ κακοῦ φεύγει καὶ διωθεῖται μοῖραν, μοῖραν] πεῖραν Madvigius ἀμφοῖν μὲν οὖσα χώρα καὶ ὕλη, ῥέπουσα δʼ ἀεὶ πρὸς τὸ βέλτιον ἐξ ἑαυτῆς καὶ παρέχουσα γεννᾶν [25] ἐκείνῳ ἐκείνῳ Baxterus: ἐκεῖνο καὶ κατασπείρειν εἰς ἑαυτὴν ἀπορροὰς ἀπορροὰς *: ἀπορροίας καὶ ὁμοιότητας, αἷς χαίρει καὶ γέγηθε κυισκομένη καὶ ὑποπιμπλαμένη τῶν γενέσεων. εἰκὼν γάρ ἐστιν οὐσίας ἐν ὕλῃ ἡ ἡ R γένεσις καὶ μίμημα τοῦ ὄντος τὸ γιγνόμενον. [5] [373a]

[54] ὅθεν οὐκ ἀπὸ τρόπου μυθολογοῦσι τὴν Ὀσίριδος ψυχὴν ἀίδιον εἶναι καὶ ἄφθαρτον, τὸ δὲ σῶμα πολλάκις διασπᾶν καὶ ἀφανίζειν τὸν Τυφῶνα· τὴν δʼ Ἶσιν πλανωμένην καὶ ζητεῖν καὶ ζητεῖν] ἀναζητεῖν Marklandus καὶ συναρμόττειν πάλιν. τὸ γὰρ ὂν καὶ νοητὸν καὶ ἀγαθὸν φθορᾶς [10] καὶ μεταβολῆς κρεῖττόν ἐστιν· ἃς ἃς W: τινὰς δʼ ἀπʼ αὐτοῦ τὸ αἰσθητὸν καὶ σωματικὸν εἰκόνας ἐκμάττεται , καὶ λόγους καὶ εἴδη καὶ ὁμοιότητας ἀναλαμβάνει, καθάπερ ἐν κηρῷ σφραγῖδες οὐκ ἀεὶ διαμένουσιν, ἀλλὰ καταλαμβάνει τὸ ἄτακτον αὐτὰς καὶ ταραχῶδες ἐνταῦθα [15] [373b] τῆς ἄνω χώρας ἀπεληλαμένον καὶ μαχόμενον πρὸς τὸν Ὧρον, ὃν ἡ Ἶσις εἰκόνα τοῦ νοητοῦ κόσμου αἰσθητὸν αἰσθητὸν] σωματικὸν καὶ αἰσθητόν? ὄντα γεννᾷ. διὸ καὶ δίκην φεύγειν λέγεται νοθείας ὑπὸ Τυφῶνος, ὡς οὐκ ὢν καθαρὸς οὐδʼ εἰλικρινὴς οἷος ὁ πατήρ, λόγος αὐτὸς καθʼ ἑαυτὸν [20] ἀμιγὴς καὶ ἀπαθής, ἀλλὰ νενοθευμένος τῇ ὕλῃ διὰ τὸ σωματικόν. περιγίγνεται δὲ καὶ νικᾷ, περιγίνεται δὲ καὶ νικᾷ X: περιγίνονται δὲ καὶ νῖκαι τοῦ Ἑρμοῦ, τουτέστι τοῦ λόγου, μαρτυροῦντος καὶ δεικνύοντος, ὅτι πρὸς τὸ νοητὸν ἡ φύσις μετασχηματιζομένη τὸν κόσμον ἀποδίδωσιν. ἡ μὲν γάρ, ἔτι τῶν [25] θεῶν ἐν γαστρὶ τῆς Ῥέας ὄντων, ἐξ Ἴσιδος καὶ Ὀσίριδος γενομένη γένεσις Ἀπόλλωνος αἰνίττεται τὸ [373c] πρὶν ἐκφανῆ γενέσθαι τόνδε τὸν κόσμον καὶ συντελεσθῆναι τῷ λόγῳ τῷ λόγῳ Marklandus: τοῦ λόγου τὴν ὕλην, τὴν φύσιν τὴν φύσιν *: φύσει ἐλεγχομένην ἐφʼ αὑτῆς ἐφ’ αὑτῆς Marklandus: ἐπ’ αὐτὴν ἀτελῆ τὴν πρώτην γένεσιν ἐξενεγκεῖν. διὸ καί φασι τὸν θεὸν ἐκεῖνον ἀνάπηρον ὑπὸ [5] σκότῳ γενέσθαι, καὶ πρεσβύτερον Ὧρον καλοῦσιν· οὐ γὰρ ἦν κόσμος, ἀλλʼ εἴδωλόν τι καὶ κόσμου φάντασμα μέλλοντος.

[55] ὁ δʼ Ὧρος οὗτος οὑτος] ὁ υἱὸς? αὐτός ἐστιν ὡρισμένος καὶ τέλειος, οὐκ ἀνῃρηκὼς τὸν Τυφῶνα παντάπασιν, [10] ἀλλὰ τὸ δραστήριον καὶ ἰσχυρὸν αὐτοῦ παρῃρημένος ὅθεν ἐν Κοπτῷ τὸ ἄγαλμα τοῦ Ὥρου λέγουσιν ἐν τῇ ἑτέρᾳ χειρὶ Τυφῶνος αἰδοῖα κατέχειν· καὶ τὸν Ἑρμῆν μυθολογοῦσιν ἐξελόντα τοῦ Τυφῶνος τὰ [373d] νεῦρα χορδαῖς χρήσασθαι, διδάσκοντες ὡς τὸ πᾶν [15] ὁ λόγος διαρμοσάμενος σύμφωνον ἐξ ἀσυμφώνων μερῶν ἐποίησε, καὶ τὴν φθαρτικὴν οὐκ ἀπώλεσεν ἀλλʼ ἀνεπήρωσε ἀνεπήρωσε Baxterus: ἀνεπλήρωσε δύναμιν. ὅθεν ἐκεῖ ἐκεῖ Madvigius: ἐκείνη μὲν ἀσθενὴς καὶ ἀδρανής, ἐνταῦθα δὲ δὲ idem φυρομένη καὶ προσπλεκομένη τοῖς παθητικοῖς καὶ μεταβολικοῖς μέρεσι, μέρεσι Squirius: μέλεσι σεισμῶν [20] μὲν ἐν γῇ καὶ τρόμων, αὐχμῶν δʼ ἐν δὲ ἐν X: καὶ ἐν ἀέρι καὶ πνευμάτων ἀτόπων, αὖθις δὲ πρηστήρων καὶ κεραυνῶν δημιουργός ἐστι. φαρμάττει δὲ καὶ λοιμοῖς ὕδατα καὶ πνεύματα, καὶ μέχρι σελήνης ἀνατρέχει καὶ ἀναχαιτίζει συγχέουσα συνχέουσα Baxterus: συνέχουσα καὶ μελαίνουσα πολλάκις [25] τὸ λαμπρόν, ὡς Αἰγύπτιοι νομίζουσι καὶ λέγουσιν, [373e] ὅτι τοῦ Ὥρου νῦν μὲν ἐπάταξε, νῦν δʼ ἐξελὼν κατέπιεν ὁ Τυφὼν τὸν ὀφθαλμόν, εἶτα τῷ ἡλίῳ πάλιν ἀπέδωκε· πληγὴν μὲν αἰνιττόμενοι τὴν κατὰ μῆνα μείωσιν τῆς σελήνης, πήρωσιν δὲ τὴν ἔκλειψιν, ἣν [5] ὁ ἥλιος ἰᾶται διαφυγούσῃ διαφυγούσῃ Bentleius: διαφυγούσης τὴν σκιὰν τῆς γῆς εὐθὺς ἀντιλάμπων.

[56] ἡ δὲ κρείττων καὶ θειοτέρα φύσις ἐκ τριῶν ἐστι, τοῦ νοητοῦ καὶ τῆς ὕλης καὶ τοῦ ἐκ τούτων, [373f] ὃν κόσμον Ἕλληνες ὀνομάζουσιν. ὁ μὲν οὖν Πλάτων Πλάτων] Tim. p. 50 c [10] τὸ μὲν νοητὸν καὶ ἰδέαν καὶ παράδειγμα καὶ πατέρα, τὴν δʼ ὕλην καὶ μητέρα καὶ τιθήνην ἕδραν τε καὶ χώραν γενέσεως, τὸ δʼ ἐξ ἀμφοῖν ἔκγονον ἐκγονον Emperius: ἔγγονον καὶ γένεσιν ὀνομάζειν εἴωθεν. Αἰγυπτίους δʼ ἄν τις εἰκάσειε τῶν τριγώνων τὸ κάλλιστον lacunam addidi. Fort. supplenda: τὸ κάλλιστον ζηλῶσαι πλεῖστον μάλλιστα κἑ μάλιστα [15] τούτῳ τὴν τοῦ παντὸς φύσιν ὁμοιοῦντας, ὡς ὡς Marklandus: ᾧ καὶ Πλάτων ἐν τῇ πολιτείᾳ Πολιτείᾳ] p. 546 δοκεῖ τούτῳ προσκεχρῆσθαι τὸ γαμήλιον διάγραμμα συντάττων. ἔχει δʼ ἐκεῖνο τὸ τρίγωνον τριῶν τὴν πρὸς ὀρθίαν καὶ τεττάρων [374a] τὴν βάσιν καὶ πέντε τὴν ὑποτείνουσαν ἴσον ταῖς [20] περιεχούσαις δυναμένην. εἰκαστέον οὖν τὴν μὲν πρὸς ὀρθὰς ὀρθὰς] ὀρθίαν R ἄρρενι, τὴν δὲ βάσιν θηλείᾳ, τὴν δʼ ὑποτείνουσαν ἀμφοῖν ἐκγόνῳ· ἐκγόνῳ Emperius: ἐγγονῳ καὶ τὸν μὲν Ὄσιριν ὡς ἀρχήν, τὴν δʼ Ἶσιν ὡς ὑποδοχήν, τὸν δʼ Ὧρον ὡς ἀποτέλεσμα. τὰ μὲν γὰρ τρία πρῶτος περισσὸς [25] ἐστι καὶ τέλειος· τὰ δὲ τέτταρα τετράγωνος ἀπὸ πλευρᾶς ἀρτίου τῆς δυάδος· τὰ δὲ πέντε πῆ μὲν τῷ πατρὶ πῆ δὲ τῇ μητρὶ προσέοικεν, ἐκ τριάδος συγκείμενα καὶ δυάδος. καὶ τὰ πάντα τῶν πέντε γέγονε παρώνυμα, καὶ τὸ ἀριθμήσασθαι πεμπάσασθαι λέγουσιν. [5] ποιεῖ δὲ τετράγωνον ἡ πεντὰς ἀφʼ ἑαυτῆς, ὅσον τῶν γραμμάτων παρʼ Αἰγυπτίοις τὸ πλῆθός [374b] ἐστι, καὶ ὅσων ἐνιαυτῶν ἔζη χρόνον ὁ Ἆπις. ὁ Ἀπις. τὸν X: ὃ ἄπιστον τὸν μὲν οὖν Ὧρον εἰώθασι καὶ Μὶν καὶ Μὶν Pinderus: Καίμιν προσαγορεύειν, ὅπερ ἐστὶν ὁρώμενον· αἰσθητὸν γὰρ καὶ ὁρατὸν ὁ κόσμος. ἡ δʼ [10] Ἶσις ἔστιν ὅτε καὶ Μοὺθ καὶ πάλιν Ἄθυρι καὶ Μεθύερ προσαγορεύεται· προσαγορεύεται Basileensis: προσαγορεύουσι σημαίνουσι δὲ τῷ μὲν πρώτῳ τῶν ὀνομάτων μητέρα· τῷ δὲ δευτέρῳ οἶκον Ὥρου κόσμιον, ὡς καὶ Πλάτων χώραν γενέσεως καὶ δεξαμενήν· τὸ δὲ τρίτον σύνθετόν ἐστιν ἔκ τε τοῦ πλήρους [15] καὶ τοῦ αἰτίου· αἰτίου] ἀγαθοῦ Marklandus. ἀρτίου R πλήρης γάρ ἐστιν ἡ ὕλη τοῦ κόσμου καὶ τῷ ἀγαθῷ καὶ καθαρῷ καὶ κεκοσμημένῳ σύνεστιν, [374c]

[57] δόξειε δʼ ἂν ἴσως καὶ Ἡσίοδος Ησίοδος] cf. Theog. 116-122 τὰ πρῶτα πάντα πάντα] πάντων Baxterus Χάος καὶ Γῆν καὶ τάρταρον καὶ Ἔρωτα ποιῶν [20] οὐχ ἑτέρας λαμβάνειν ἀρχάς, ἀλλὰ ταύτας· ταύτας] τάς αὐτὰς Halmius εἴγε εἴγε X: γε δὴ τῶν ὀνομάτων τῇ μὲν Ἴσιδι τὸ τῆς Γῆς, τῷ δʼ Ὀσίριδι τὸ τοῦ ἔρωτος, τῷ δὲ Τυφῶνι τὸ τοῦ Ταρτάρου μεταλαμβάνοντές πως πως R: ὡς ἀποδίδομεν· τὸ γὰρ Χάος δοκεῖ χώραν τινὰ καὶ τόπον τοῦ παντὸς ὑποτίθεσθαι. [25] προσκαλεῖται δὲ καὶ τὸν Πλάτωνος ἁμωσγέπως τὰ πράγματα μῦθον, ὃν Σωκράτης ἐν Συμποσίῳ Συμποσίῳ] p. 203 b περὶ τῆς τοῦ Ἔρωτος γενέσεως διῆλθε, τὴν Πενίαν λέγων τέκνων δεομένην τῷ Πόρῳ καθεύδοντι, παρακλιθῆναι, καὶ κυήσασαν ἐξ αὐτοῦ τεκεῖν τὸν Ἔρωτα, φύσει [5] [374d] μικτὸν μικτὸν X: μαχρὸν ὄντα καὶ παντοδαπόν, ἅτε δὴ πατρὸς μὲν ἀγαθοῦ καὶ σοφοῦ καὶ πᾶσιν αὐτάρκους, μητρὸς δʼ ἀμηχάνου καὶ ἀπόρου καὶ διʼ ἔνδειαν ἀεὶ γλιχομένης ἑτέρου καὶ περὶ ἕτερον λιπαρούσης γεγενημένον. ὁ γὰρ Πόρος οὐχ ἕτερός ἐστι τοῦ πρώτου [10] ἐρατοῦ ἐρατοῦ Marklandus: ἐραστοῦ καὶ ἐφετοῦ καὶ τελείου καὶ αὐτάρκους· πενίαν δὲ τὴν ὕλην προσεῖπεν, ἐνδεᾶ μὲν οὖσαν αὐτὴν καθʼ ἑαυτὴν τοῦ ἀγαθοῦ, πληρουμένην δʼ ὑπʼ αὐτοῦ καὶ ποθοῦσαν ἀεὶ καὶ μεταλαμβάνουσαν. μεταλαμβάνουσαν] μεταλαγχάνουσαν idem. cf. p. 374 b ὁ δὲ γενόμενος ἐκ τούτων κόσμος καὶ Ὧρος οὐκ ἀίδιος [15] οὐδʼ ἀπαθὴς οὐδʼ ἄφθαρτος, ἀλλʼ ἀειγενὴς ὢν μηχανᾶται [374e] ταῖς τῶν παθῶν μεταβολαῖς καὶ περιόδοις ἀεὶ νέος καὶ μηδέποτε φθαρησόμενος διαμένειν.

[58] χρηστέον δὲ τοῖς μύθοις οὐχ ὡς λόγοις πάμπαν οὖσιν, ἀλλὰ τὸ πρόσφορον ἑκάστου τὸ κατὰ τὸ κατὰ] κατὰ W [20] τὴν ὁμοιότητα λαμβάνοντας. ὅταν οὖν ὕλην λέγωμεν, οὐ δεῖ πρὸς ἐνίων φιλοσόφων δόξας ἀποφερομένους ἀποφερομένους] malim ὑποφερομένους ἄψυχόν τι σῶμα καὶ ἄποιον ἀργόν τε καὶ ἄπρακτον ἐξ ἑαυτοῦ διανοεῖσθαι· καὶ γὰρ ἔλαιον ὕλην μύρου καλοῦμεν, χρυσὸν ἀγάλματος, οὐκ ὄντα πάσης ἔρημα [25] ποιότητος· ποιότητος X: ὁμοίτητος αὐτήν τε τὴν ψυχὴν καὶ τὴν διάνοιαν [374f] τοῦ ἀνθρώπου ὡς ὕλην ἐπιστήμης καὶ ἀρετῆς τῷ λόγῳ κοσμεῖν καὶ ῥυθμίζειν παρέχομεν· τόν τε νοῦν ἔνιοι τόπον εἰδῶν εἰδῶν] ἰδεῶν Squirius ἀπεφήναντο καὶ τῶν νοητῶν οἷον ἐκμαγεῖον· ἔνιοι δὲ καὶ τὸ σπέρμα τῆς γυναικὸς οὐ [5] δύναμιν οὐδʼ ἀρχήν, ὕλην δὲ καὶ τροφὴν γενέσεως εἶναι δοξάζουσιν. ὧν ἐχομένους χρὴ καὶ τὴν θεὸν ταύτην οὕτω διανοεῖσθαι τοῦ πρώτου θεοῦ μεταλαγχάνουσαν ἀεὶ καὶ συνοῦσαν ἔρωτι τῶν περὶ ἐκεῖνον [375a] ἀγαθῶν καὶ καλῶν, οὐχ ὑπεναντίαν ἀλλʼ ὥσπερ [10] ἄνδρα νόμιμον καὶ δίκαιον ἐρᾶν ἐν δικαιοσύνῃ ἐν δικαιοσυνῃ ἂν δικαίως συνῇ cf. p. 448 e καὶ γυναῖκα χρηστὴν ἔχουσαν ἄνδρα καὶ συνοῦσαν ὅμως ποθεῖν λέγομεν, οὕτως οὕτως] auditur χρὴ τὴν θεὸν διανοεῖσθαι ἀεὶ γλιχομένην ἐκείνου καὶ περὶ ἐκεῖνον λιπαροῦσαν λιπαροῦσαν] Marklandus: παροῦσαν καὶ ἀναπιμπλαμένην τοῖς κυριωτάτοις μέρεσιν καὶ καθαρωτάτοις·

[59] ὅπου [15] δʼ ὁ Τυφὼν παρεμπίπτει τῶν ἐσχάτων ἁπτόμενος, ἐνταῦθα δοκοῦσαν ἐπισκυθρωπάζειν καὶ πενθεῖν λεγομένην καὶ λείψανʼ ἄττα καὶ σπαράγματα τοῦ Ὀσίριδος ἀναζητεῖν καὶ στολίζειν, ὑποδεχομένην τὰ φθειρόμενα καὶ ἀποκρύπτουσαν, ὥσπερ ἀναφαίνει [20] [375b] πάλιν τὰ γιγνόμενα καὶ ἀνίησιν ἐξ ἑαυτῆς. οἱ μὲν γὰρ ἐν οὐρανῷ καὶ ἄστροις λόγοι καὶ εἴδη καὶ ἀπορροαὶ τοῦ θεοῦ μένουσι, τὰ δὲ δὲ] δ’ ἐν? τοῖς παθητικοῖς διεσπαρμένα, ἐνδιεσπαρμένα W γῇ καὶ θαλάττῃ καὶ φυτοῖς καὶ ζῴοις, διαλυόμενα διαλυόμενα Baxterus: διαλεγόμενα καὶ φθειρόμενα καὶ θαπτόμενα, πολλάκις πολλάκις Marklandus: καὶ πολλάκις [25] αὖθις ἐκλάμπει καὶ ἀναφαίνεται ταῖς γενέσεσι. διὸ τὸν Τυφῶνα τῇ Νέφθυι συνοικεῖν φησιν ὁ μῦθος, τὸν δʼ Ὄσιριν κρύφα συγγενέσθαι. τὰ γὰρ ἔσχατα μέρη τῆς ὕλης, ἃ Νέφθυν καὶ Τελευτὴν καλοῦσιν, ἡ φθαρτικὴ μάλιστα κατέχει δύναμις· ἡ δὲ γόνιμος [5] καὶ σωτήριος ἀσθενὲς σπέρμα καὶ ἀμαυρὸν εἰς ταῦτα [375c] διαδίδωσιν, ἀπολλύμενον ἀπολλύμενον Bentleius: ἀπολλυμένη ὑπὸ τοῦ Τυφῶνος, πλὴν ὅσον ἡ Ἶσις ὑπολαμβάνουσα σῴζει καὶ τρέφει καὶ συνίστησι.

[60] καθόλου δʼ ἀμείνων οὗτός οὗτος] ὁ υἱὸς? ἐστιν, ὥσπερ καὶ [10] Πλάτων ὑπονοεῖ καὶ Ἀριστοτέλης. κινεῖται δὲ τῆς φύσεως τὸ μὲν γόνιμον καὶ σωτήριον ἐπʼ αὐτὸν καὶ πρὸς τὸ εἶναι, τὸ δʼ ἀναιρετικὸν καὶ φθαρτικὸν ἀπʼ ἀπʼ Squirius: ὑπʼ αὐτοῦ καὶ πρὸς τὸ μὴ εἶναι. διὸ τὸ μὲν Ἶσιν καλοῦσι παρὰ τὸ ἵεσθαι μετʼ ἐπιστήμης καὶ φέρεσθαι, [15] κίνησιν οὖσαν ἔμψυχον καὶ φρόνιμον. οὐ γάρ ἐστι τοὔνομα βαρβαρικόν, ἀλλʼ ὥσπερ τοῖς θεοῖς πᾶσιν [375d] ἀπὸ δυεῖν γραμμάτων ῥημάτων Markl. τοῦ θεατοῦ καὶ τοῦ θέοντος ἔστιν ὄνομα κοινόν, οὕτω τὴν θεὸν ταύτην ἀπὸ τῆς ἐπιστήμης ἅμα καὶ τῆς κινήσεως Ἶσιν μὲν ἡμεῖς, [20] Ἶσιν δʼ Αἰγύπτιοι καλοῦσιν. οὕτω δὲ καὶ Πλάτων Πλάτων] Cratyl. p. 401 c φησὶ τὴν ὁσίαν ὁσίαν] οὐσίαν Baxterus: τοῦ δηλοῦν τοὺς παλαιοὺς ἰσίαν καλοῦντας· οὕτω καὶ τὴν νόησιν καὶ τὴν φρόνησιν, ὡς νοῦ φορὰν καὶ κίνησιν οὖσαν ἱεμένου καὶ φερομένου καὶ τὸ συνιέναι καὶ τἀγαθὸν ὅλως καὶ ἀρετὴν [25] ἐπὶ τοῖς ῥέουσι ῥέουσι] Bentleius: εὑροῦσι. Malim ἀεὶ ῥέουσι coll. Plat. Crat. p. 415 d καὶ θέουσι θέσθαι· καθάπερ αὖ πάλιν τοῖς ἀντιφωνοῦσιν ὀνόμασι λοιδορεῖσθαι τὸ κακόν, τὸ κακὸν W: τῶν κατὰ coll. Plat. Crat. p. 415 c τὸ τὴν φύσιν ἐμποδίζον καὶ συνδέον καὶ ἴσχον καὶ κωλῦον ἵεσθαι καὶ ἰέναι κακίαν ἀπορίαν δειλίαν ἀνίαν προσαγορευόντων. [5] [375e]

[61] ὁ δʼ Ὄσιρις ἐκ τοῦ ὁσίου καὶ ἱεροῦ τοὔνομα μεμιγμένον ἔσχηκε· κοινὸς γάρ ἐστι τῶν ἐν οὐρανῷ καὶ τῶν ἐν ᾍδου λόγος· ὧν τὰ μὲν ἱερὰ τὰ δʼ ὅσια τοῖς παλαιοῖς ἔθος ἔθος Marklandus ἦν προσαγορεύειν. ὁ δʼ ἀναφαίνων τὰ οὐράνια καὶ τῶν ἄνω φερομένων [10] λόγος λόγος (malim ὢν λόγος) Ἀνουβις R: ἄνουβις λόγος Ἄνουβις, ἔστι δʼ ὅτε καὶ Ἑρμάνουβις ὀνομάζεται, τὸ μὲν ὡς τοῖς ἄνω τὸ δʼ ὡς τοῖς κάτω προσήκων. διὸ καὶ θύουσιν αὐτῷ τὸ μὲν λευκὸν ἀλεκτρυόνα, τὸ δὲ τὸ μὲν - τὸ δὲ R: τὸν μὲν - τὸν δὲ κροκίαν, τὰ μὲν εἰλικρινῆ καὶ φανά, τὰ δὲ μικτὰ καὶ ποικίλα νομίζοντες. οὐ δεῖ [15] [375f] δὲ θαυμάζειν τῶν ὀνομάτων τὴν εἰς τὸ Ἑλληνικὸν ἀνάπλασιν· καὶ γὰρ ἄλλα μυρία τοῖς μεθισταμένοις ἐκ τῆς Ἑλλάδος συνεκπεσόντα μέχρι νῦν παραμένει καὶ ξενιτεύει παρʼ ἑτέροις, ὧν ἔνια τὴν ποιητικὴν ἀνακαλουμένην διαβάλλουσιν ὡς βαρβαρίζουσαν οἱ [20] γλώττας τὰ τοιαῦτα τὰ τοιαῦτα X: τὰς τοιαύτας προσαγορεύοντες. ἐν δὲ ταῖς Ἑρμοῦ λεγομέναις βίβλοις ἱστοροῦσι γεγράφθαι περὶ τῶν ἱερῶν ὀνομάτων, ὅτι τὴν μὲν ἐπὶ τῆς τοῦ ἡλίου περιφορᾶς τεταγμένης δύναμιν Ὧρον, Ὡρον] Ὡρον ἐκεῖνοι? Ἕλληνες δʼ Ἀπόλλωνα καλοῦσι· τὴν δʼ ἐπὶ τοῦ πνεύματος οἱ [25] μὲν Ὄσιριν, οἱ δὲ Σάραπιν, οἱ δὲ Σῶθιν Σῶθιν *: σωθὶ Αἰγυπτιστί· [376a] σημαίνει δὲ κύησιν ἢ τὸ κύειν. διὸ καὶ παρατροπῆς γενομένης τοῦ ὀνόματος, Ἑλληνιστὶ κύων κέκληται τὸ ἄστρον, ὅπερ ἴδιον τῆς Ἴσιδος νομίζουσιν. ἥκιστα μὲν οὖν δεῖ φιλοτιμεῖσθαι περὶ τῶν ὀνομάτων, οὐ μὴν [5] ἀλλὰ μᾶλλον ἂν ἂν Emperius ὑφείμην ὑφείμην Bentleius: ὑφιεμένην τοῦ Σαράπιδος Αἰγυπτίοις ἢ τοῦ τοῦ - τοῦ] τὸ - τὸ Holwerda Ὀσίριδος, ἐκεῖνο μὲν μὲν Marklandus: μὲν οὖν ξενικόν, τοῦτο δʼ Ἑλληνικόν, ἄμφω δʼ ἑνὸς θεοῦ καὶ μιᾶς δυνάμεως ἡγούμενος.

[62] ἔοικε δὲ τούτοις καὶ τὰ Αἰγύπτια. τὴν μὲν γὰρ Ἶσιν πολλάκις τῷ τῆς Ἀθηνᾶς ὀνόματι καλοῦσι [10] φράζοντι τοιοῦτον λόγον ἦλθον ἀπʼ ἐμαυτῆς, ὅπερ [376b] ἐστὶν αὐτοκινήτου φορᾶς δηλωτικὸν ὁ δὲ Τυφών, ὥσπερ εἴρηται, Σὴθ καὶ Βέβων καὶ Σμὺ ὀνομάζεται, βίαιόν τινα καὶ κωλυτικὴν ἐπίσχεσιν, ὑπεναντίωσιν ἢ ἀναστροφὴν ἐμφαίνειν βουλομένων τῶν ὀνομάτων. [15] ἔτι τὴν σιδηρῖτιν λίθον ὀστέον Ὥρου , Τυφῶνος δὲ τὸν σίδηρον, ὡς ἱστορεῖ Μανεθώς, Μανεθ́ς Squirius: μάνεθος καλοῦσιν· ὥσπερ γὰρ ὁ σίδηρος πολλάκις μὲν ἑλκομένῳ καὶ ἑπομένῳ πρὸς τὴν λίθον ὅμοιός ἐστι, πολλάκις δʼ ἀποστρέφεται καὶ ἀποκρούεται πρὸς τοὐναντίον, οὕτως ἡ [20] σωτήριος καὶ ἀγαθὴ καὶ λόγον ἔχουσα τοῦ κόσμου κίνησις ἐπιστρέφεταί τε καὶ προσάγεται καὶ μαλακωτέραν μαλακωτέραν R: μαλακώτερον [376c] ποιεῖ, πείθουσα τὴν σκληρὰν ἐκείνην καὶ τυφώνειον, σκληρὰν - τυφώνειον Marklandus: σκληρίαν - τυφώνιον εἶτʼ αὖθις ἀνασχεθεῖσα εἰς ἑαυτὴν ἀνέστρεψε ἀνέστρεψε] ἀπέστρεψε Holwerda καὶ κατέδυσεν εἰς τὴν ἀπειρίαν. ἀπειρίαν X: ἀπορίαν ἔτι φησὶ περὶ τοῦ Διὸς ὁ Εὔδοξος μυθολογεῖν Αἰγυπτίους, ὡς τῶν σκελῶν συμπεφυκότων αὐτῷ μὴ δυνάμενος βαδίζειν, ὑπʼ αἰσχύνης ἐν ἐν W ἐρημίᾳ διέτριβεν· ἡ δʼ Ἶσις διατεμοῦσα καὶ διαστήσασα τὰ μέρη ταῦτα τοῦ σώματος [5] ἀρτίποδα τὴν πορείαν παρέσχεν. αἰνίττεται δὲ καὶ διὰ τούτων ὁ μῦθος, ὅτι καθʼ ἑαυτὸν ὁ τοῦ θεοῦ νοῦς καὶ λόγος ἐν τῷ ἀοράτῳ καὶ ἀφανεῖ βεβηκὼς εἰς γένεσιν ὑπὸ κινήσεως προῆλθεν.

[63] ἐμφαίνει καὶ καὶ] δὲ καὶ R τὸ σεῖστρον, ὅτι σείεσθαι δεῖ [10] τὰ ὄντα καὶ μηδέποτε παύεσθαι φορᾶς, ἀλλʼ οἷον ἐξεγείρεσθαι καὶ κλονεῖσθαι καταδαρθάνοντα καὶ [376d] μαραινόμενα. τὸν γὰρ Τυφῶνά φασι τοῖς σείστροις ἀποτρέπειν καὶ ἀποκρούεσθαι, δηλοῦντες, ὅτι τῆς φθορᾶς συνδεούσης καὶ ἱστάσης, αὖθις ἀναλύει τὴν [15] φύσιν καὶ ἀνίστησι διὰ τῆς κινήσεως ἡ γένεσις. τοῦ δὲ σείστρου περιφεροῦς ἄνωθεν ὄντος, ἡ ἁψὶς ἁψὶς Leonicus: ὄψις περιέχει τὰ σειόμενα τέτταρα. καὶ γὰρ ἡ γεννωμένη καὶ φθειρομένη μοῖρα τοῦ κόσμου περιέχεται μὲν ὑπὸ τῆς σεληνιακῆς σφαίρας, κινεῖται δʼ ἐν αὐτῇ [20] πάντα καὶ μεταβάλλεται διὰ τῶν τεττάρων στοιχείων, πυρὸς καὶ γῆς καὶ ὕδατος καὶ ἀέρος. τῇ δʼ ἁψῖδι. τοῦ σείστρου κατὰ κορυφὴν ἐντορεύουσιν αἴλουρον [376e] ἀνθρώπου πρόσωπον ἔχοντα, κάτω δʼ ὑπὸ τὰ σειόμενα πῆ μὲν Ἴσιδος πῆ δὲ Νέφθυος πρόσωπον, αἰνιττόμενοι [25] τοῖς μὲν προσώποις γένεσιν καὶ τελευτὴν αὗται γάρ εἰσι τῶν στοιχείων μεταβολαὶ καὶ κινήσεις, τῷ δʼ αἰλούρῳ τὴν σελήνην διὰ τὸ ποικίλον καὶ νυκτουργὸν καὶ γόνιμον τοῦ θηρίου. λέγεται γὰρ ἓν τίκτειν, εἶτα δύο καὶ τρία καὶ τέσσαρα καὶ πέντε· καὶ καθʼ ἓν οὕτως ἄχρι τῶν ἑπτὰ προστίθησιν, [376f] ὥστʼ ὀκτὼ καὶ εἴκοσι τὰ πάντα τίκτειν, ὅσα [5] καὶ τῆς σελήνης φῶτʼ ἔστιν. τοῦτο μὲν οὖν ἴσως μυθωδέστερον· αἱ δʼ ἐν τοῖς ὄμμασιν αὐτοῦ κόραι πληροῦσθαι μὲν καὶ πλατύνεσθαι δοκοῦσιν ἐν πανσελήνῳ, λεπτύνεσθαι δὲ καὶ μαραυγεῖν ἐν ταῖς μειώσεσι τοῦ ἄστρου. τῷ δʼ ἀνθρωπομόρφῳ τοῦ αἰλούρου [10] τὸ νοερὸν καὶ λογικὸν ἐμφαίνεται τῶν περὶ τὴν σελήνην μεταβολῶν.

[64] συνελόντι δʼ εἰπεῖν οὔθʼ ὕδωρ οὔθʼ ἥλιον οὔτε γῆν οὔτʼ οὐρανὸν Ὄσιριν ἢ Ἶσιν ὀρθῶς ἔχει νομίζειν, οὐδὲ πῦρ Τυφῶνα πάλιν οὐδʼ οὐδὲ - οὐδʼ Halmius: οὔτε - οὔτʼ αὐχμὸν οὐδὲ [15] θάλατταν, ἀλλʼ ἁπλῶς ὅσον ἐστὶν ἐν τούτοις ἄμετρον [377a] καὶ ἄτακτον ὑπερβολαῖς ἢ ἐνδείαις Τυφῶνι προσνέμοντες, τὸ δὲ κεκοσμημένον καὶ ἀγαθὸν καὶ ὠφέλιμον ὡς Ἴσιδος μὲν ἔργον εἰκόνα δὲ καὶ μίμημα καὶ λόγον Ὀσίριδος σεβόμενοι καὶ τιμῶντες, [20] οὐκ ἂν ἁμαρτάνοιμεν. ἀλλὰ καὶ τὸν Εὔδοξον ἀπιστοῦντα παύσομεν καὶ διαποροῦντα, πῶς οὔτε Δήμητρι τῆς τῶν ἐρωτικῶν ἐπιμελείας μέτεστιν ἀλλʼ Ἴσιδι· τόν τε Διόνυσον οὔτε τὸν οὔτε τὸν *: οὐ τὸν Νεῖλον αὔξειν οὔτε τῶν τεθνηκότων ἄρχειν δυνάμενον. δυνάμενον] διανοούμενον sc. Εὔδοξαν Marklandus ἑνὶ γὰρ [25] λόγῳ κοινῷ τοὺς θεοὺς τούτους περὶ περὶ] ἐπὶ R πᾶσαν ἀγαθοῦ μοῖραν ἡγούμεθα τετάχθαι· καὶ πᾶν ὅσον ἔνεστι τῇ φύσει καλὸν καὶ ἀγαθὸν διὰ τούτους ὑπάρχειν, τὸν μὲν διδόντα τὰς ἀρχάς, τὴν δʼ ὑποδεχομένην καὶ [377b] διανέμουσαν.

[65] οὕτω δὲ καὶ τοῖς πολλοῖς καὶ φορτικοῖς ἐπιχειρήσομεν, [5] εἴτε ταῖς καθʼ ὥραν μεταβολαῖς τοῦ περιέχοντος εἴτε ταῖς καρπῶν γενέσεσι καὶ σποραῖς καὶ ἀρότοις χαίρουσι τὰ περὶ τοὺς θεοὺς τούτους τούτοις Madvigius: τούτους συνοικειοῦντες , καὶ λέγοντες θάπτεσθαι μὲν τὸν Ὄσιριν, ὅτε κρύπτεται τῇ γῇ τῇ γῇ Bentleius: τῆς γῆς σπειρόμενος ὁ καρπός, [10] αὖθις δʼ ἀναβιοῦσθαι καὶ ἀναφαίνεσθαι, ὅτε βλαστήσεως ἀρχή. διὸ καὶ λέγεσθαι τὴν Ἶσιν αἰσθομένην ὅτι κύει περιάψασθαι φυλακτήριον ἕκτῃ μηνὸς ἱσταμένου Φαωφί· τίκτεσθαι δὲ τὸν Ἁρποκράτην [377c] περὶ τροπὰς χειμερινὰς ἀτελῆ καὶ νεαρὸν ἐν τοῖς [15] προανθοῦσι καὶ προβλαστάνουσι. διὸ καὶ φακῶν αὐτῷ φυομένων ἀπαρχὰς ἐπιφέρουσι, τὰς δὲ λοχείους ἡμέρας ἑορτάζειν ἑορτάζειν] ἑορτάζει sc. Ἁρποκράτης Madvigius μετὰ τὴν ἐαρινὴν ἰσημερίαν. ταῦτα γὰρ ἀκούοντες ἀγαπῶσι καὶ πιστεύουσιν, αὐτόθεν ἐκ τῶν προχείρων καὶ συνήθων τὸ πιθανὸν [20] ἕλκοντες.

[66] καὶ δεινὸν οὐδέν, ἂν πρῶτον μὲν ἡμῖν τοὺς θεοὺς φυλάττωσι κοινοὺς καὶ μὴ ποιῶσιν Αἰγυπτίων ἰδίους, μηδὲ Νεῖλον ἥν τε Νεῖλος ἄρδει μόνην χώραν τοῖς ὀνόμασι τούτοις καταλαμβάνοντες, [25] μηδʼ ἕλη μηδὲ λωτοὺς μὴ θεοποιίαν μὴ θεοποιίαν] corrupta. μηδὲ χέδροπα Emperius. Fort. μηδ’ ὁποιοῦν vel potius μηδ’ ὁτιοῦν λέγοντες ἀποστερῶσι μεγάλων θεῶν τοὺς ἄλλους ἀνθρώπους, οἷς Νεῖλος μὲν οὐκ ἔστιν οὐδὲ Βοῦτος οὐδὲ [377d] Μέμφις· Ἶσιν δὲ καὶ τοὺς περὶ αὐτὴν θεοὺς ἔχουσι καὶ γιγνώσκουσιν ἅπαντες, ἅπαντας W ἐνίους μὲν οὐ πάλαι τοῖς [5] παρʼ Αἰγυπτίων ὀνόμασι καλεῖν μεμαθηκότες , ἑκάστου δὲ τὴν δύναμιν ἐξ ἀρχῆς ἐπιστάμενοι καὶ τιμῶντες. δεύτερον, ὃ μεῖζόν ἐστιν, ὅπως σφόδρα προσέξουσι καὶ φοβήσονται, μὴ λάθωσιν εἰς πνεύματα καὶ ῥεύματα καὶ σπόρους καὶ ἀρότους καὶ [10] πάθη γῆς καὶ μεταβολὰς ὡρῶν διαγράφοντες τὰ θεῖα καὶ διαλύοντες· ὥσπερ οἱ Διόνυσον τὸν οἶνον, Ἥφαιστον δὲ τὴν φλόγα· Φερσεφόνην δὲ φησί που Κλεάνθης τὸ διὰ τῶν καρπῶν φερόμενον καὶ φονευόμενον πνεῦμα. ποιητὴς δέ τις ἐπὶ τῶν θεριζόντων [15] τῆμος ὅτʼ αἰζηοὶ Δημήτερα κωλοτομεῦσιν.cf. Ps. Plut. de vita Homeri § 23 [377e] οὐδὲν γὰρ οὗτοι διαφέρουσι τῶν ἱστία καὶ κάλως κάλως X: κάλους καὶ ἄγκυραν ἡγουμένων κυβερνήτην, καὶ νήματα καὶ κρόκας ὑφάντην, καὶ σπονδεῖον σπονδεῖον] σπογγίον R ἢ μελίκρατον ἢ πτισάνην ἰατρόν· ἀλλὰ ἀλλὰ] ἅμα δὲ Bentleius δεινὰς καὶ ἀθέους ἐμποιοῦσι [20] δόξας, ἀναισθήτοις καὶ ἀψύχοις καὶ φθειρομέναις ἀναγκαίως ὑπʼ ἀνθρώπων δεομένων καὶ χρωμένων φύσεσι καὶ πράγμασιν ὀνόματα θεῶν ἐπιφέροντες. ταῦτα μὲν γὰρ αὐτὰ νοῆσαι θεοὺς οὐκ ἔστιν.

[67] οὐ γὰρ ἄνουν ἄνουν R: οὖν οὐδʼ οὐδʼ posterius add. Bentleius ἄψυχον οὐδʼ ἀνθρώποις [25] ὁ θεὸς ὑποχείριον· ἀπὸ τούτων δὲ τοὺς χρωμένοις χρωμένοις (i.e. ἡμῖν) αὐτοῖς (sc. τοῖς καρποῖς) : χρωμένους αὐτοὺς καὶ αὐτοῖς δωρουμένους ἡμῖν καὶ παρέχοντας ἀέναα ἀέναα : ἀένναα καὶ διαρκῆ θεοὺς ἐνομίσαμεν, οὐχ ἑτέρους παρʼ ἑτέροις οὐδὲ βαρβάρους καὶ Ἕλληνας οὐδὲ νοτίους καὶ βορείους· ἀλλʼ ὥσπερ ἥλιος καὶ σελήνη καὶ οὐρανὸς [5] καὶ γῆ καὶ θάλασσα κοινὰ πᾶσιν, ὀνομάζεται δʼ ἄλλως ὑπʼ ἄλλων, οὕτως ἑνὸς λόγου τοῦ ταῦτα [378a] κοσμοῦντος καὶ μιᾶς προνοίας ἐπιτροπευούσης καὶ δυνάμεων ὑπουργῶν ἐπὶ πάντα πάντα Marklandus: πάντας τεταγμένων, ἕτεραι παρʼ ἑτέροις κατὰ νόμους γεγόνασι τιμαὶ καὶ προσηγορίαι· [10] καὶ συμβόλοις χρῶνται καθιερωμένοις καθιερωμένοις οἱ μὲν Salmasius: καθιερωμένοι μὲν οἱ μὲν ἀμυδροῖς οἱ δὲ τρανοτέροις, ἐπὶ τὰ θεῖα τὴν νόησιν ὁδηγοῦντες οὐκ ἀκινδύνως. ἔνιοι γὰρ ἀποσφαλέντες παντάπασιν εἰς δεισιδαιμονίαν ὤλισθον, οἱ δὲ φεύγοντες ὥσπερ ἕλος τὴν δεισιδαιμονίαν ἔλαθον [15] αὖθις ὥσπερ εἰς κρημνὸν ἐμπεσόντες τὴν ἀθεότητα.

[68] διὸ δεῖ μάλιστα πρὸς ταῦτα λόγον ἐκ φιλοσοφίας μυσταγωγὸν ἀναλαβόντας ὁσίως διανοεῖσθαι [378b] τῶν λεγομένων καὶ δρωμένων ἕκαστον· ἵνα μή, καθάπερ Θεόδωρος εἶπε, τοὺς λόγους αὐτοῦ τῇ [20] δεξιᾷ προτείνοντος, ἐνίους τῇ ἀριστερᾷ δέχεσθαι τῶν ἀκροωμένων, οὕτως ἡμεῖς ἃ καλῶς οἱ νόμοι περὶ τὰς θυσίας καὶ τὰς ἑορτὰς ἔταξαν ἑτέρως ὑπολαμβάνοντες ἐξαμάρτωμεν. ὅτι γὰρ ἐπὶ τὸν λόγον ἀνοιστέον ἅπαντα, καὶ παρʼ αὐτῶν ἐκείνων ἔστι λαβεῖν. [25] τῇ μὲν γὰρ ἐνάτῃ ἐπὶ δέκα τοῦ πρώτου μηνὸς ἑορτάζοντες τῷ Ἑρμῇ μέλι καὶ σῦκον ἐσθίουσιν, ἐπιλέγοντες γλυκὺ ἡ ἀλήθεια τὸ δὲ τῆς Ἴσιδος φυλακτήριον, ὃ περιάπτεσθαι μυθολογοῦσιν αὐτήν, ἐξερμηνεύεται φωνὴ ἀληθής. τὸν δʼ Ἁρποκράτην [378c] οὔτε θεὸν ἀτελῆ καὶ νήπιον οὔτε χεδρόπων χεδρόπων Emperius: χεδροπῶν τινὰ νομιστέον, ἀλλὰ τοῦ περὶ θεῶν ἐν ἀνθρώποις λόγου [5] νεαροῦ καὶ ἀτελοῦς καὶ ἀδιαρθρώτου προστάτην καὶ σωφρονιστὴν διὸ τῷ στόματι τὸν δάκτυλον ἔχει προσκείμενον ἐχεμυθίας καὶ σιωπῆς σύμβολον ἐν δὲ τῷ Μεσορὴ μηνὶ τῶν χεδρόπων ἐπιφέροντες λέγουσιν γλῶσσα τύχη , γλῶσσα δαίμων τῶν δʼ ἐν [10] Αἰγύπτῳ φυτῶν μάλιστα τῇ θεῷ καθιερῶσθαι λέγουσι τὴν περσέαν, ὅτι καρδίᾳ μὲν ὁ καρπὸς αὐτῆς, γλώττῃ δὲ τὸ φύλλον ἔοικεν. οὐδὲν γὰρ ὧν ἄνθρωπος ἔχειν πέφυκε θειότερον λόγου καὶ μάλιστα τοῦ περὶ θεῶν, [378d] οὐδὲ μείζονα ῥοπὴν ἔχει πρὸς εὐδαιμονίαν. διὸ τῷ [15] μὲν εἰς τὸ χρηστήριον ἐνταῦθα κατιόντι παρεγγυῶμεν ὅσια φρονεῖν, εὔφημα εὔφημα M: εὔσχημα λέγειν. οἱ δὲ πολλοὶ γελοῖα δρῶσιν ἐν ταῖς πομπαῖς καὶ ταῖς ἑορταῖς εὐφημίαν προκηρύττοντες, εἶτα περὶ τῶν θεῶν αὐτῶν τὰ δυσφημότατα καὶ λέγοντες καὶ διανοούμενοι. [20]

[69] πῶς οὖν χρηστέον ἐστὶ ταῖς σκυθρωπαῖς; καὶ ἀγελάστοις καὶ πενθίμοις θυσίαις, εἰ μήτε παραλείπειν παραλείπειν : παραλιπεῖν τὰ νενομισμένα καλῶς ἔχει μήτε φύρειν τὰς περὶ θεῶν δόξας καὶ συνταράττειν ὑποψίαις ἀτόποις; καὶ παρʼ Ἕλλησιν ὅμοια πολλὰ γίγνεται περὶ τὸν [25] αὐτὸν ὁμοῦ τι χρόνον, οἷς Αἰγύπτιοι δρῶσιν ἐν τοῖς [378e] ὁσίοις. ὁσίοις] ὁσιρείοις R καὶ γὰρ Ἀθήνησι νηστεύουσιν αἱ γυναῖκες ἐν Θεσμοφορίοις χαμαὶ καθήμεναι. καὶ Βοιωτοὶ τὰ τῆς Ἀχαίας Ἀχαίας : ἀχαιᾶς μέγαρα κινοῦσιν, ἐπαχθῆ τὴν ἑορτὴν ἐκείνην ὀνομάζοντες, ὡς διὰ τὴν τῆς Κόρης κάθοδον ἐν ἄχει τῆς Δήμητρος οὔσης. ἔστι δʼ ὁ μὴν οὗτος περὶ Πλειάδας Πλειάδας Halmius: πλειάδα σπόριμος, ὃν Ἀθὺρ Αἰγύπτιοι, Πυανεψιῶνα [5] δʼ Ἀθηναῖοι Βοιωτοὶ δὲ Δαμάτριον καλοῦσι. τοὺς δὲ πρὸς ἑσπέραν οἰκοῦντας ἱστορεῖ Θεόπομπος Θεόπομπος] Mueller. 1 p. 328 ἡγεῖσθαι καὶ καλεῖν τὸν μὲν χειμῶνα Κρόνον, τὸ δὲ θέρος Ἀφροδίτην, τὸ δʼ ἔαρ Περσεφόνην· ἐκ δὲ [378f] Κρόνου καὶ Ἀφροδίτης γεννᾶσθαι πάντα. Φρύγες [10] δὲ τὸν θεὸν οἰόμενοι χειμῶνος καθεύδειν, θέρους δʼ ἐγρηγορέναι, τοτὲ μὲν κατευνασμούς, τοτὲ δʼ ἀνεγέρσεις βακχεύοντες αὐτῷ τελοῦσι. Παφλαγόνες δὲ καταδεῖσθαι καὶ καθείργνυσθαι χειμῶνος, ἦρος δὲ κινεῖσθαι καὶ ἀναλύεσθαι φάσκουσι. [15]

[70] καὶ δίδωσιν ὁ καιρὸς ὑπόνοιαν ἐπὶ τῶν καρπῶν τῇ ἀποκρύψει γενέσθαι τὸν σκυθρωπασμόν, οὓς οἱ παλαιοὶ θεοὺς μὲν οὐκ ἐνόμιζον, ἀλλὰ δῶρα θεῶν ἀναγκαῖα καὶ μεγάλα πρὸς τὸ μὴ ζῆν ἀγρίως [379a] καὶ θηριωδῶς. καθʼ ἣν δὴ δὴ Squirius: δὲ ὥραν τοὺς μὲν ἀπὸ ἀπὸ] ἀπὸ τῶν R [20] δένδρων ἑώρων ἀφανιζομένους παντάπασιν καὶ ἀπολείποντας, οὓς δὲ καὶ αὐτοὶ κατέσπειραν κατέσπειραν ὄντας : κατασπείραντες ὄντας ἔτι γλίσχρους καὶ ἀπόρους, γλίσχρους καὶ ἀπόρους Baxterus: γλίσχρως καὶ ἀπόρως διαμώμενοι ταῖς χερσὶ τὴν γῆν καὶ περιστέλλοντες αὖθις, ἐπʼ ἀδήλῳ τῷ πάλιν ἐκτελεῖσθαι καὶ συντέλειαν ἕξειν ἀποθέμενοι, πολλὰ [25] θάπτουσιν ὅμοια καὶ πενθοῦσιν ἔπραττον. εἶθʼ ὥσπερ ἡμεῖς τὸν ὠνούμενον βιβλία Πλάτωνος ὠνεῖσθαί φαμεν Πλάτωνα, καὶ Μένανδρον ὑποκρίνεσθαι τὸν ὑποκρίνεσθαι τὸν Basileensis: τὸν ὑποκρίνεσθαι τὰ Μενάνδρου ποιήμαθʼ ὑποτιθέμενον, οὕτως ἐκεῖνοι τοῖς τῶν θεῶν ὀνόμασι τὰ τῶν θεῶν δῶρα [379b] καὶ ποιήματα καλεῖν οὐκ ἐφείδοντο, τιμῶντες ὑπὸ χρείας καὶ σεμνύνοντες. οἱ δʼ ὕστερον ἀπαιδεύτως δεχόμενοι καὶ ἀμαθῶς ἀναστρέφοντες ἐπὶ τοὺς θεοὺς τὰ πάθη τῶν καρπῶν, καὶ τὰς παρουσίας τῶν ἀναγκαίων καὶ ἀποκρύψεις θεῶν γενέσεις καὶ φθορὰς οὐ προσαγορεύοντες μόνον ἀλλὰ καὶ νομίζοντες, ἀτόπων καὶ παρανόμων καὶ τεταραγμένων δοξῶν αὑτοὺς ἐνέπλησαν, καίτοι τοῦ παραλόγου τὴν ἀτοπίαν ἐν ὀφθαλμοῖς ἔχοντες. εὖ μὲν οὖν εὖ μὲν οὖν : οὐ μόνον Ξενοφάνης ὁ Κολοφώνιος ἠξίωσε ἠξίωσε W: ἢ ἑξῆς οἱ τοὺς Αἰγυπτίους, εἰ θεοὺς νομίζουσι, [379c] μὴ θρηνεῖν, εἰ δὲ θρηνοῦσι, θεοὺς μὴ νομίζειν ἀλλʼ ὅτι γελοῖον γελοῖον] sc. ἐστι ἅμα θρηνοῦντας εὔχεσθαι τοὺς καρποὺς πάλιν ἀναφαίνειν καὶ τελειοῦν ἑαυτοῖς, ὅπως πάλιν ἀναλίσκωνται καὶ θρηνῶνται·

[71] τὸ δʼ τὸ δʼ] cf. Vit. Cic. c. 13, ubi corr. οἱ δʼ (pro οἵδʼ) ἀπελθόντες οὐκ ἔστι τοιοῦτον, ἀλλὰ θρηνοῦσι μὲν τοὺς καρπούς, εὔχονται δὲ τοῖς αἰτίοις καὶ δοτῆρσι θεοῖς ἑτέρους πάλιν νέους ποιεῖν καὶ ἀναφύειν ἀντὶ τῶν ἀπολλυμένων. ὅθεν ἄριστα λέγεται παρὰ τοῖς φιλοσόφοις τὸ τοὺς μὴ μανθάνοντας ὀρθῶς ἀκούειν ὀνομάτων κακῶς χρῆσθαι καὶ τοῖς πράγμασιν· ὥσπερ Ἑλλήνων οἱ τὰ χαλκᾶ καὶ τὰ γραπτὰ καὶ λίθινα μὴ μαθόντες μηδʼ ἐθισθέντες ἀγάλματα καὶ τιμὰς θεῶν, [379d] ἀλλὰ θεοὺς καλεῖν, εἶτα τολμῶντες λέγειν, ὅτι τὴν Ἀθηνᾶν Λαχάρης ἐξέδυσε, τὸν δʼ Ἀπόλλωνα χρυσοῦς βοστρύχους ἔχοντα Διονύσιος ἀπέκειρεν δὲ Ζεὺς ὁ Καπετώλιος περὶ τὸν ἐμφύλιον πόλεμον ἐνεπρήσθη [5] καὶ διεφθάρη, λανθάνουσι λανθάνουσι Baxterus: μανθάνουσι συνεφελκόμενοι συνεφελκόμενοι *: οὖν ἐφελκόμενοι καὶ παραδεχόμενοι δόξας πονηρὰς ἑπομένας τοῖς ὀνόμασιν.

τοῦτο δʼ οὐχ ἥκιστα πεπόνθασιν Αἰγύπτιοι περὶ τὰ τιμώμενα τῶν ζῴων. Ἕλληνες μὲν γὰρ ἔν γε τούτοις λέγουσιν ὀρθῶς καὶ νομίζουσιν ἱερὸν Ἀφροδίτης [10] ζῷον εἶναι τὴν περιστερὰν καὶ τὸν δράκοντα τῆς Ἀθηνᾶς καὶ τὸν κόρακα τοῦ Ἀπόλλωνος καὶ τὸν κύνα τῆς Ἀρτέμιδος, ὡς Εὐριπίδης [379e] Ἑκάτης ἄγαλμα φωσφόρου κύων ἔσῃ. ἔσῃ X: ἐσσίν Nauck. p. 525 Αἰγυπτίων δʼ οἱ πολλοὶ θεραπεύοντες αὐτὰ τὰ ζῷα [15] καὶ περιέποντες ὡς θεοὺς οὐ γέλωτος μόνον οὐδὲ χλευασμοῦ καταπεπλήκασι τὰς ἱερουργίας (ἀλλὰ τοῦτο τοῦτο] τοῦτο μὲν R τῆς ἀβελτερίας ἀβελτερίας *: ἀβελτηρίας ἐλάχιστόν ἐστι κακόν)· δόξα δʼ ἐμφύεται δεινή, τοὺς μὲν ἀσθενεῖς καὶ ἀκάκους εἰς ἄκρατον ὑπερείπουσα ὑπερείπουσα R: ὑπερείδουσι τὴν δεισιδαιμονίαν, τοῖς δὲ [20] δριμυτέροις καὶ θρασυτέροις εἰς ἀθέους ἐκπίπτουσα ἐκπίπτουσα R: ἐμπίπτουσα καὶ θηριώδεις λογισμούς. ᾗ καὶ ᾗ X: ἢ περὶ τούτων τὰ εἰκότα διελθεῖν οὐκ ἀνάρμοστόν ἐστι.

[72] τὸ μὲν γὰρ εἰς ταῦτα τὰ ζῷα τοὺς θεοὺς [379f] τὸν Τυφῶνα δείσαντας μεταβαλεῖν, οἷον ἀποκρύπτοντας ἑαυτοὺς σώμασιν ἴβεων καὶ κυνῶν καὶ ἱεράκων, πᾶσαν ὑπερπέπαικε τερατείαν καὶ μυθολογίαν· καὶ τὸ ταῖς ψυχαῖς τῶν θανόντων ὅσαι διαμένουσιν εἰς ταῦτα μόνα γίγνεσθαι τὴν παλιγγενεσίαν [5] ὁμοίως ἄπιστον. τῶν δὲ βουλομένων πολιτικήν τινα λέγειν αἰτίαν οἱ μὲν Ὄσιριν ἐν τῇ μεγάλῃ στρατιᾷ φασιν εἰς μέρη πολλὰ διανείμαντα τὴν δύναμιν λόχους καὶ τάξεις Ἑλληνικῶς Ἑλληνικῶς X: ʽἑλληνικὰς καλοῦσιν, ἐπίσημα δοῦναι δοῦναι Marklandus: δοῦναι καὶ ζῳόμορφα πᾶσιν, ὧν ἕκαστον ἕκαστον τῷ Salmasius: ἑκάστῳ τῷ γένει τῶν συννεμηθέντων [10] [380a] ἱερὸν γενέσθαι καὶ τίμιον· οἱ δὲ τοὺς ὕστερον βασιλεῖς ἐκπλήξεως ἕνεκα τῶν πολεμίων ἐπιφαίνεσθαι θηρίων χρυσᾶς προτομὰς καὶ ἀργυρᾶς περιτιθεμένους· ἄλλοι δὲ τῶν δεινῶν δεινῶν M: δὲ τῶν τινα καὶ πανούργων βασιλέων ἱστοροῦσι τοὺς Αἰγυπτίους καταμαθόντα [15] τῇ μὲν φύσει κούφους καὶ πρὸς μεταβολὴν καὶ νεωτερισμὸν ὀξυρρόπους ὄντας, ἄμαχον δὲ καὶ δυσκάθεκτον ὑπὸ πλήθους δύναμιν ἐν τῷ συμφρονεῖν συμφρονεῖν Marklandus: σωφρονεῖν καὶ κοινοπραγεῖν ἔχοντας, ἀίδιον αὐτοῖς ἐγκατασπεῖραι ἐγκατασπεῖραι M: ἐν κατασπορᾷ [380b] δείξαντα δεισιδαιμονίαν, διαφορᾶς ἀπαύστου [20] πρόφασιν. τῶν γὰρ θηρίων, ἃ προσέταξεν ἄλλοις ἄλλα τιμᾶν καὶ σέβεσθαι, δυσμενῶς καὶ πολεμικῶς ἀλλήλοις προσφερομένων, καὶ τροφὴν ἑτέραν ἑτέρου ἑτέρου R: ἑτέρους προσίεσθαι πεφυκότος, πεφυκότος R: πεφυκότας ἀμύνοντες ἀμύνοντες X: ἀμύνοντας ἀεὶ τοῖς οἰκείοις ἕκαστοι καὶ χαλεπῶς ἀδικουμένων φέροντες ἐλάνθανον ταῖς τῶν θηρίων ἔχθραις συνεφελκόμενοι συνεφελκόμενοι W: συνελκόμενοι καὶ συνεκπολεμούμενοι πρὸς ἀλλήλους. μόνοι γὰρ ἔτι νῦν Αἰγυπτίων Λυκοπολῖται πρόβατον ἐσθίουσιν, ἐπεὶ καὶ λύκος, ὃν θεὸν νομίζουσιν οἱ δʼ Ὀξυρυγχῖται καθʼ ἡμᾶς, [5] τῶν Κυνοπολιτῶν τὸν ὀξύρυγχον ἰχθὺν ἐσθιόντων, κύνα κύνα R: κύνας συλλαβόντες καὶ θύσαντες ὡς ἱερεῖον κατέφαγον· [380c] ἐκ δὲ τούτου καταστάντες εἰς πόλεμον ἀλλήλους τε διέθηκαν κακῶς καὶ ὕστερον ὑπὸ Ῥωμαίων κολαζόμενοι διετέθησαν. [10]

[73] πολλῶν δὲ λεγόντων εἰς ταῦτα τὰ ζῷα τὴν τοῦ Τυφῶνος αὐτοῦ διάρασθαι ψυχήν, αἰνίττεσθαι δόξειεν ἂν ὁ μῦθος, ὅτι πᾶσα φύσις ἄλογος καὶ θηριώδης τῆς τοῦ κακοῦ δαίμονος γέγονε μοίρας, κἀκεῖνον ἐκμειλισσόμενοι καὶ παρηγοροῦντες περιέπουσι ταῦτα [15] καὶ θεραπεύουσιν· ἂν δὲ πολὺς ἐμπίπτῃ καὶ χαλεπὸς αὐχμοὺς αὐχμοὺς W: αὐχμὸς ἐπάγων ὑπερβάλλοντας ὑπερβάλλοντας idem: ὑπερβαλλόντως ἢ νόσους ὀλεθρίους ἢ συμφορὰς ἄλλας παραλόγους καὶ ἀλλοκότους, ἔνια τῶν τιμωμένων οἱ ἱερεῖς ἀπάγοντες ὑπὸ σκότῳ μετὰ σιωπῆς καὶ ἡσυχίας ἀπειλοῦσι καὶ δεδίττονται τὸ [20] [380d] πρῶτον ἂν δʼ ἐπιμένῃ, καθιερεύουσι καθιερεύουσι R: καθιεροῦσι καὶ σφάττουσιν, ὡς δή τινα κολασμὸν ὄντα τοῦ δαίμονος τοῦτον ἢ καθαρμὸν ἄλλως μέγαν ἐπὶ μεγίστοις· καὶ γὰρ ἐν Εἰλειθυίας Εἰλειθυίας Partheius: ἰδιθύας πόλει ζῶντας ἀνθρώπους κατεπίμπρασαν ὡς Μανεθὼς ἱστόρηκε, Τυφωνείους Τυφωνείους Squirius: τυφωνίους καλοῦντες, καὶ [25] τὴν τέφραν αὐτῶν λικμῶντες ἠφάνιζον καὶ διέσπειρον. ἀλλὰ τοῦτο μὲν ἐδρᾶτο φανερῶς καὶ καθʼ ἕνα καιρὸν ἐν ταῖς κυνάσιν ἡμέραις· αἱ δὲ τῶν τιμωμένων ζῴων καθιερεύσεις ἀπόρρητοι καὶ χρόνοις [380e] ἀτάκτοις πρὸς τὰ συμπίπτοντα γιγνόμεναι τοὺς πολλοὺς λανθάνουσι, πλὴν ὅταν ταφὰς ταφὰς] Ἀπιδος ταφὰς X. τὰς Ἀπιδος ταφὰς? ἔχωσι, καὶ τῶν [5] ἄλλων ἀναδεικνύντες ἔνια πάντων παρόντων συνεμβάλλωσιν, συνεμβάλλωσιν : συνεμβάλωσιν οἰόμενοι τοῦ Τυφῶνος ἀντιλυπεῖν καὶ κολούειν τὸ ἡδόμενον. ὁ γὰρ Ἆπις δοκεῖ μετʼ ὀλίγων ἄλλων ἱερὸς εἶναι τοῦ Ὀσίριδος· ἐκείνῳ δὲ τὰ πλεῖστα προσνέμουσι. κἂν ἀληθὴς ὁ λόγος οὗτος ᾖ, ᾗ, συμβαίνειν : σημαίνειν συμβαίνειν [10] ἡγοῦμαι τὸ ζητούμενον ἐπὶ τῶν ὁμολογουμένων καὶ κοινὰς ἐχόντων τὰς τιμάς, οἷόν ἐστιν ἶβις καὶ ἱέραξ καὶ κυνοκέφαλος, αὐτὸς ὁ Ἆπις Ἀπις] add. καὶ ὁ Μένδης Semlerus. Alii alia. Addidi lacunam. οὕτω δὴ γὰρ τὸν ἐν Μένδητι τράγον καλοῦσι. [380f]

[74] λείπεται δὲ δὴ τὸ χρειῶδες καὶ τὸ συμβολικόν, [15] ὧν ἔνια θατέρου, πολλὰ δʼ ἀμφοῖν μετέσχηκε. βοῦν μὲν οὖν καὶ πρόβατον καὶ ἰχνεύμονα δῆλον ὅτι χρείας ἕνεκα καὶ ὠφελείας ἐτίμησαν (ὡς Λήμνιοι κορύδους, τὰ τῶν ἀττελάβων εὑρίσκοντας ᾠὰ καὶ κόπτοντας· Θεσσαλοὶ δὲ πελαργούς, ὅτι πολλοὺς ὄφεις [20] τῆς γῆς ἀναδιδούσης ἐπιφανέντες ἐξώλεσαν ἅπαντας· διὸ καὶ νόμον ἔθεντο φεύγειν ὅστις ἂν ἀποκτείνῃ πελαργόν), ἀσπίδα δὲ καὶ γαλῆν καὶ κάνθαρον, [381a] εἰκόνας τινὰς ἐν αὐτοῖς ἀμαυρὰς ὥσπερ ἐν σταγόσιν ἡλίου τῆς τῶν θεῶν δυνάμεως κατιδόντες· τὴν μὲν [25] γὰρ γαλῆν ἔτι πολλοὶ νομίζουσι καὶ λέγουσι κατὰ τὸ οὖς ὀχευομένην, τῷ δὲ στόματι τίκτουσαν, εἴκασμα τῆς τοῦ λόγου γενέσεως εἶναι· τὸ δὲ κανθάρων γένος οὐκ ἔχειν θήλειαν, ἄρρενας δὲ πάντας ἀφιέναι τὸν γόνον εἰς τὴν σφαιροποιουμένην ὕλην, ἣν κυλινδοῦσιν ἀντιβάδην ὠθοῦντες, ὥσπερ δοκεῖ τὸν οὐρανὸν ὁ [5] ἥλιος ἐς τοὐναντίον περιστρέφειν, αὐτὸς ἀπὸ δυσμῶν [381b] ἐπὶ τὰς ἀνατολὰς φερόμενος. ἀσπίδα δʼ ὡς ἀγήρων καὶ χρωμένην κινήσεσιν ἀνοργάνοις μετʼ εὐπετείας καὶ ὑγρότητος ἄστρῳ ἄστρῳ X: ἄστρῳ ἢ προσείκασαν.

[75] οὐ μὴν οὐδʼ ὁ κροκόδειλος αἰτίας πιθανῆς [10] ἀμοιροῦσαν ἔσχηκε τιμήν, ἀλλὰ μίμημα μίμημα Basileensis: οὐ μίμημα θεοῦ λέγεται γεγονέναι, μόνος μὲν ἄγλωσσος ὤν. φωνῆς γὰρ ὁ θεῖος λόγος ἀπροσδεής ἐστι, καί διʼ ἀψόφου δι’ ἀψόφου] Eurip. Tro. 887 βαίνων κελεύθου κατὰ δίκην κατὰ δίκην Cobetus: καὶ δίκης τὰ θνήτʼ θνήτʼ idem: θνητὰ ἄγει ἄγει idem: ἄγει κατὰ δίκην μόνου δέ φασιν ἐν ὑγρῷ διαιτωμένου τὰς ὄψεις ὑμένα λεῖον [15] καὶ διαφανῆ παρακαλύπτειν ἐκ τοῦ μετώπου κατερχόμενον, ὥστε βλέπειν μὴ βλεπόμενον, ὃ ὃ M: ᾧ τῷ πρώτῳ θεῷ συμβέβηκεν. ὅπου δʼ ἂν ἡ θήλεια τῆς χώρας ἀποτέκῃ, τοῦτο Νείλου πέρας ἐπίσταται τῆς αὐξήσεως γενόμενον. γινόμενον vel γενησόμενον Halmius ἐν ὑγρῷ γὰρ οὐ δυνάμεναι, πόρρω [20] δὲ φοβούμεναι, δυνάμεναι - φοβούμεναι M: δυνάμενοι - φοβούμενοι τίκτειν, οὕτως ἀκριβῶς προαισθάνονται τὸ μέλλον, ὥστε τῷ ποταμῷ προσελθόντι χρῆσθαι λοχευόμεναι καὶ θάλπουσαι, τὰ δʼ ᾠὰ ξηρὰ καὶ ἄβρεκτα φυλάσσειν. ἑξήκοντα δὲ τίκτουσιν, καὶ τοσαύταις κάν τοσαύταις? ἡμέραις ἐκλέπουσι, καὶ τοσούτους ζῶσιν ἐνιαυτοὺς οἱ μακρότατον ζῶντες, ὃ τῶν μέτρων πρῶτόν ἐστι τοῖς περὶ τὰ οὐράνια πραγματευομένοις ἀλλὰ μὴν τῶν διʼ ἀμφότερα τιμωμένων περὶ μὲν τοῦ κυνὸς εἴρηται πρόσθεν· ἡ δʼ ἶβις ἀποκτείνουσα [5] [381d] μὲν τὰ θανατηφόρα τῶν ἑρπετῶν ἐδίδαξε πρώτη κενώματος ἰατρικοῦ χρείαν κατιδόντας οὕτω κλυζομένην οὕτω κλυζομένην] ὑποκλυζομένην R καὶ καθαιρομένην ὑφʼ ἑαυτῆς· οἱ δὲ νομιμώτατοι τῶν ἱερέων καθάρσιον ὕδωρ ἁγνιζόμενοι λαμβάνουσιν ὅθεν ἶβις πέπωκεν· οὐ πίνει γὰρ ἢ ἢ] del. Duebnerus [10] νοσῶδες ἢ πεφαρμαγμένον οὐδὲ πρόσεισι. τῇ δὲ τῶν ποδῶν διαστάσει διαστάσει Bottcherus: διαβάσει πρὸς ἀλλήλους καὶ τὸ καὶ τὸ] i.e. καὶ πρὸς τὸ ῥύγχος ἰσόπλευρον ποιεῖ τρίγωνον· ἔτι δʼ ἡ τῶν μελάνων πτερῶν πρὸς πρὸς R: περὶ τὰ λευκὰ ποικιλία καὶ μῖξις ἐμφαίνει σελήνην ἀμφίκυρτον. οὐ δεῖ δὲ θαυμάζειν, εἰ γλίσχρας [15] ὁμοιότητας οὕτως ἠγάπησαν Αἰγύπτιοι. καὶ γὰρ καὶ καὶ γὰρ καὶ X: καὶ Ἕλληνες ἔν τε γραπτοῖς ἔν τε πλαστοῖς εἰκάσμασι θεῶν [381e] ἐχρήσαντο πολλοῖς τοιούτοις· οἷον ἐν Κρήτῃ Διὸς ἦν ἄγαλμα μὴ ἔχον ὦτα· τῷ γὰρ ἄρχοντι καὶ κυρίῳ πάντων οὐδενὸς ἀκούειν προσήκει. τῷ δὲ τῆς Ἀθηνᾶς [20] τὸν δράκοντα Φειδίας παρέθηκε, τῷ δὲ τῆς Ἀφροδίτης ἐν Ἤλιδι τὴν χελώνην, ὡς τὰς μὲν παρθένους φυλακῆς δεομένας, ταῖς δὲ γαμεταῖς οἰκουρίαν καὶ [381f] σιωπὴν πρέπουσαν. ἡ δὲ τοῦ Ποσειδῶνος τρίαινα σύμβολόν ἐστι τῆς τρίτης χώρας, ἣν θάλαττα κατέχει [25] μετὰ τὸν οὐρανὸν καὶ τὸν ἀέρα τεταγμένη. διὸ καὶ τὴν Ἀμφιτρίτην καὶ τοὺς Τρίτωνας οὕτως ὠνόμασαν. οἱ δὲ Πυθαγόρειοι καὶ ἀριθμοὺς καὶ σχήματα θεῶν ἐκόσμησαν προσηγορίαις. τὸ μὲν γὰρ ἰσόπλευρον τρίγωνον ἐκάλουν Ἀθηνᾶν κορυφαγεννῆ καὶ τριτογένειαν , ὅτι τρισὶ καθέτοις ἀπὸ τῶν τριῶν [5] γωνιῶν ἀγομέναις διαιρεῖται· τὸ δʼ ἓν Ἀπόλλωνα πλήθους ἀποφάσει καὶ διʼ ἁπλότητα τῆς πλήθους ἀποφάσει καὶ δι’ ἁπλότητα τῆς Bottcherus: πείθουσα προάσει καὶ διπλοτάτης μονάδος· ἔριν δὲ τὴν δυάδα καὶ τόλμαν· τόλμαν] πόλεμον R δίκην δὲ τὴν τριάδα, τοῦ γὰρ ἀδικεῖν καὶ ἀδικεῖσθαι κατʼ ἔλλειψιν καὶ ὑπερβολὴν ὄντος, ἰσότητι ἰσότητι] ἰσότης καὶ Emperius δίκαιον ἐν μέσῳ γέγονεν· [10] ἡ δὲ καλουμένη τετρακτύς, τὰ ἓξ καὶ τριάκοντα, [382a] μέγιστος ἦν ὅρκος, ὡς τεθρύληται, καὶ κόσμος ὠνόμασται, τεσσάρων μὲν ἀρτίων τῶν πρώτων, τεσσάρων δὲ τῶν περισσῶν εἰς ταὐτὸ ταὐτὸ *: τὸ αὐτὸ συντιθεμένων, ἀποτελούμενος. ἀποτελουμένη Holwerda [15]

[76] εἴπερ οὖν οἱ δοκιμώτατοι τῶν φιλοσόφων οὐδʼ ἐν ἀψύχοις καὶ ἀσωμάτοις πράγμασιν αἴνιγμα αἴνιγμα] μίμημα M τοῦ θείου κατιδόντες ἠξίουν ἀμελεῖν οὐδὲν οὐδʼ ἀτιμάζειν, ἔτι μᾶλλον οἴομαι τὰς ἐν αἰσθανομέναις καὶ ψυχὴν ἐχούσαις καὶ πάθος καὶ ἦθος φύσεσιν [20] ἰδιότητας ἀγαπητέον ἀγαπητέον : κατὰ τὸ ἧθος ἀγαπητέον οὖν, οὖν] εἶναι? οὐ ταῦτα τιμῶντας, ἀλλὰ διὰ τούτων τὸ θεῖον, ὡς ἐναργεστέρων ἐσόπτρων καὶ [382b] φύσει γεγονότων, ὡς ὡς] καὶ? ὄργανον ἢ τέχνην ἀεὶ τέχνην ἀεὶ] τέχνημα δεῖν? τοῦ πάντα κοσμοῦντος θεοῦ νομίζειν· καὶ ὅλως καὶ ὅλως Bentleius: καλῶς ἀξιοῦν γε γε R: τε μηδὲν ἄψυχον ἐμψύχου μηδʼ ἀναίσθητον αἰσθανομένου κρεῖττον εἶναι, μηδʼ ἂν τὸν σύμπαντά τις χρυσὸν ὁμοῦ καὶ σμάραγδον εἰς ταὐτὸ συμφορήσῃ. οὐκ ἐν χρόαις χρόαις : χροιαῖς γὰρ οὐδʼ ἐν σχήμασιν οὐδʼ ἐν λειότησιν ἐγγίγνεται τὸ θεῖον, ἀλλʼ ἀτιμοτέραν ἔχει νεκρῶν [5] μοῖραν, ὅσα μὴ μετέσχε, μηδὲ μετέχειν τοῦ ζῆν πέφυκεν. ἡ δὲ ζῶσα καὶ βλέπουσα καὶ κινήσεως ἀρχὴν ἐξ αὑτῆς ἔχουσα καὶ γνῶσιν οἰκείων καὶ ἀλλοτρίων [382c] φύσις κάλλους τʼ κάλλους τʼ Papabasiliu coll. Plat. Phaedr. p. 251 b: ἄλλως τε ἔσπακεν ἀπορροὴν καὶ μοῖραν ἐκ τοῦ φρονοῦντος, ὅτῳ ὅτῳ Marklandus: ὅπως κυβερνᾶται τὸ τὸ Bentleius: τό τε σύμπαν [10] καθʼ Ἡράκλειτον. Ἡράκλειτον] Mullach. 1 p. 323 ὅθεν οὐ χεῖρον ἐν τούτοις εἰκάζεται τὸ θεῖον ἢ χαλκοῖς χαλχοῖς Salmasius: χαλκείοις καὶ λιθίνοις δημιουργήμασιν, ἃ φθορὰς μὲν ὁμοίως δέχεται καὶ ἐπιχρώσεις, πηρώσεις Emperius αἰσθήσεως δὲ πάσης φύσει καὶ συνέσεως ἐστέρηται. περὶ μὲν οὖν τῶν τιμωμένων ζῴων ταῦτα δοκιμάζω [15] μάλιστα τῶν λεγομένων.

[77] στολαὶ δʼ αἱ μὲν Ἴσιδος ποικίλαι ταῖς βαφαῖς (περὶ γὰρ ὕλην ἡ δύναμις αὐτῆς πάντα γιγνομένην καὶ δεχομένην, φῶς σκότος, ἡμέραν νύκτα, πῦρ ὕδωρ, ζωὴν θάνατον, ἀρχὴν τελευτήν)· ἡ δʼ [20] Ὀσίριδος οὐκ ἔχει σκιὰν οὐδὲ ποικιλμόν, ἀλλʼ ἓν [382d] ἁπλοῦν τὸ φωτοειδές· ἄκρατον γὰρ ἡ ἀρχὴ καὶ ἀμιγὲς τὸ πρῶτον καὶ νοητόν. ὅθεν ἅπαξ ταύτην ταύτην Marklandus: ταῦτα ἀναλαβόντες ἀποτίθενται καὶ φυλάττουσιν ἀόρατον καὶ ἄψαυστον. ταῖς δʼ Ἰσιακαῖς ταῖς δ’ Ἰσιακαῖς idem: τοῖς δ’ ἰσιακοῖς χρῶνται πολλάκις· ἐν χρήσει γὰρ τὰ αἰσθητὰ καὶ πρόχειρα ὄντα πολλὰς ἀναπτύξεις καὶ θέας αὑτῶν αὑτῶν Holwerda: αὐτῶν ἄλλοτʼ ἄλλως ἀμειβομένων δίδωσιν. ἡ δὲ τοῦ νοητοῦ καὶ εἰλικρινοῦς καὶ ἁπλοῦ ἁπλοῦ Emperius: ἁγίου νόησις ὥσπερ ἀστραπὴ διαλάμψασα τῆς ψυχῆς τῇ ψυχῇ Marklandus [5] ἅπαξ ποτὲ θιγεῖν καὶ προσιδεῖν παρέσχε. παρέσχε Bentleius: προσέσχε διὸ καὶ Πλάτων Πλάτων] Symp. p. 210a καὶ Ἀριστοτέλης ἐποπτικὸν τοῦτο τὸ μέρος τῆς φιλοσοφίας καλοῦσιν, ὡς οἱ ὡς οἱ] καὶ ὅσοι Halmius τὰ δοξαστὰ καὶ μικτὰ [382e] καὶ παντοδαπὰ ταῦτα παραμειψάμενοι τῷ λόγῳ, πρὸς τὸ πρῶτον ἐκεῖνο καὶ ἁπλοῦν καὶ ἄυλον ἐξάλλονται, [10] καὶ θιγόντες ἁπλῶς ἁπλῶς R: ἄλλως τῆς περὶ αὐτὸ καθαρᾶς ἀληθείας οἷον ἐντελῆ ἐντελῆ] ἐν τελετῇ R τέλος ἔχειν φιλοσοφίαν φιλοσοφίας R νομίζουσι.

[78] καὶ τοῦθʼ ὅπερ οἱ νῦν ἱερεῖς ἀφοσιούμενοι καὶ παρακαλυπτόμενοι μετʼ εὐλαβείας ὑποδηλοῦσιν, ὡς ὁ θεὸς οὗτος ἄρχει καὶ βασιλεύει τῶν τεθνηκότων [15] οὐχ ἕτερος ὢν τοῦ καλουμένου παρʼ Ἕλλησιν ᾍδου καὶ Πλούτωνος, ἀγνοούμενον ὅπως ἀληθές ἐστι, διαταράττει διαταράττει X: διαταράττειν τοὺς πολλοὺς ὑπονοοῦντας ἐν γῇ καὶ ὑπὸ γῆν τὸν ἱερὸν καὶ ὅσιον ὡς ἀληθῶς Ὄσιριν [382f] οἰκεῖν, ὅπου τὰ σώματα κρύπτεται τῶν τέλος ἔχειν [20] δοκούντων. ὁ δʼ ἔστι μὲν αὐτὸς ἀπωτάτω τῆς γῆς ἄχραντος καὶ ἀμίαντος καὶ καθαρὸς οὐσίας ἁπάσης φθορὰν δεχομένης καὶ θάνατον. ἀνθρώπων δὲ ψυχαῖς ἐνταυθοῖ ἐνταυθοῖ ἐνταυθὶ Holwerda μὲν ὑπὸ σωμάτων καὶ παθῶν περιεχομέναις οὐκ ἔστι μετουσία τοῦ θεοῦ, πλὴν ὅσον ὀνείρατος ἀμαυροῦ θιγεῖν νοήσει διὰ φιλοσοφίας· ὅταν δʼ ἀπολυθεῖσαι μεταστῶσιν εἰς τὸ ἀειδὲς καὶ ἀόρατον [383a] καὶ ἀπαθὲς καὶ ἁγνόν, οὗτος αὐταῖς ἡγεμών ἐστι καὶ βασιλεὺς ὁ θεός, ὡς ἂν ἐξηρτημέναις ὡς ἂν ἐξηρτημέναις W: ἐξηρτημέναις ὡς ἂν ἀπʼ αὐτοῦ [5] καὶ θεωμέναις ἀπλήστως καὶ ποθούσαις τὸ μὴ φατὸν μηδὲ ῥητὸν ῥητὸν] ὁρατὸν W ἀνθρώποις κάλλος· οὗ τὴν Ἶσιν ὁ παλαιὸς ἀποφαίνει λόγος ἐρῶσαν ἀεὶ καὶ διώκουσαν καὶ συνοῦσαν ἀναπιμπλάναι τὰ ἐνταῦθα πάντων πάντων] πάντα W καλῶν καὶ ἀγαθῶν, ὅσα γενέσεως μετέσχηκε. ταῦτα [10] μὲν οὖν οὕτως ἔχει τὸν μάλιστα θεοῖς πρέποντα λόγον.

[79] εἰ δὲ καὶ περὶ τῶν θυμιωμένων ἡμέρας ἑκάστης εἰπεῖν, ὥσπερ ὑπεσχόμην, ἐκεῖνο ἂν ἂν διανοηθείη τις πρότερον, ὡς ἀεὶ μὲν οἱ ἄνδρες ἐν [15] [383b] σπουδῇ μεγίστῃ τίθενται τὰ πρὸς ὑγίειαν ὑγίειαν : ὑγείαν ἐπιτηδεύματα, μάλιστα δʼ ἐν δ’ ἐν Marklandus: δὲ ταῖς ἱερουργίαις καὶ ταῖς ἁγνείαις καὶ διαίταις οὐχ ἧττον ἐστι ἐστι *: ἐστι τουτὶ τοῦ ὁσίου τὸ ὑγιεινόν. . οὐ γὰρ ᾤοντο καλῶς ἔχειν οὔτε σώμασιν οὔτε ψυχαῖς ὑπούλοις καὶ νοσώδεσι θεραπεύειν [20] τὸ καθαρὸν καὶ ἀβλαβὲς πάντῃ καὶ ἀμίαντον. ἐπεὶ τοίνυν ὁ ἀήρ, ᾧ πλεῖστα χρώμεθα καὶ σύνεσμεν, οὐκ ἀεὶ τὴν αὐτὴν ἔχει διάθεσιν καὶ κρᾶσιν, ἀλλὰ νύκτωρ πυκνοῦται καὶ πιέζει τὸ σῶμα καὶ συνάγει τὴν ψυχὴν εἰς τὸ δύσθυμον καὶ πεφροντικὸς [25] [383c] οἷον ἀχλυώδη γιγνομένην καὶ βαρεῖαν, ἀναστάντες εὐθὺς ἐπιθυμιῶσι ῥητίνην, θεραπεύοντες καὶ καθαίροντες τὸν ἀέρα τῇ διακρίσει καὶ τὸ σύμφυτον τῷ σώματι πνεῦμα μεμαρασμένον ἀναρριπίζοντες, ἐχούσης τι τῆς ὀσμῆς σφοδρὸν καὶ καταπληκτικόν. αὖθις δὲ μεσημβρίας αἰσθανόμενοι σφόδρα πολλὴν καὶ [5] βαρεῖαν ἀναθυμίασιν ἀπὸ γῆς ἕλκοντα βίᾳ τὸν ἥλιον καὶ καταμιγνύοντα καταμιγνύοντα X: καταμιγνύοντες τῷ ἀέρι, τὴν σμύρναν ἐπιθυμιῶσι. διαλύει γὰρ ἡ θερμότης καὶ σκίδνησι τὸ συνιστάμενον ἐν τῷ περιέχοντι θολερὸν καὶ ἰλυῶδες. καὶ γὰρ οἱ ἰατροὶ πρὸς τὰ λοιμικὰ πάθη βοηθεῖν δοκοῦσι [10] φλόγα πολλὴν ποιοῦντες ὡς λεπτύνουσαν τὸν ἀέρα· [383d] λεπτύνει δὲ βέλτιον, ἐὰν εὐώδη ξύλα κάωσιν, οἷα κυπαρίττου καὶ ἀρκεύθου καὶ πεύκης. Ἄκρωνα γοῦν τὸν ἰατρὸν ἐν Ἀθήναις ὑπὸ τὸν μέγαν λοιμὸν εὐδοκιμῆσαι λέγουσι, πῦρ κελεύοντα παρακάειν τοῖς νοσοῦσιν· [15] ὤνησε γὰρ οὐκ ὀλίγους. Ἀριστοτέλης δέ φησι καὶ μύρων καὶ ἀνθέων καὶ λειμώνων εὐώδεις ἀποπνοίας οὐκ ἔλαττον ἔχειν τοῦ πρὸς ἡδονὴν τὸ πρὸς ὑγίειαν, ψυχρὸν ὄντα φύσει καὶ παγετώδη τὸν ἐγκέφαλον ἠρέμα τῇ θερμότητι καὶ λειότητι διαχεούσας. [20] εἰ δὲ καὶ τὴν σμύρναν παρʼ Αἰγυπτίοις βὰλ βὰλ] σὰλ Iablonskius καλοῦσιν, ἐξερμηνευθὲν δὲ τοῦτο μάλιστα φράζει τῆς ληρήσεως ἐκσκορπισμόν, ἔστιν ἣν καὶ τοῦτο μαρτυρίαν τῷ λόγῳ τῆς αἰτίας δίδωσιν.

[80] [383e] τὸ δὲ κῦφι μῖγμα μὲν ἑκκαίδεκα μερῶν μερῶν Emperius: μνῶν [25] συντιθεμένων ἐστί, μέλιτος καὶ οἴνου καὶ σταφίδος καὶ κυπείρου, κυπείρου : κυπέρου ῥητίνης τε καὶ σμύρνης καὶ ἀσπαλάθου καὶ σεσέλεως, ἔτι δὲ σχίνου τε καὶ ἀσφάλτου καὶ θρύου καὶ λαπάθου, πρὸς δὲ τούτοις ἀρκευθίδων ἀμφοῖν (ὧν τὴν μὲν μείζονα τὴν δʼ ἐλάττονα καλοῦσι) καὶ καρδαμώμου καὶ καλάμου. συντίθενται δʼ οὐχ [5] ὅπως ἔτυχεν, ἀλλὰ γραμμάτων ἱερῶν τοῖς μυρεψοῖς, ὅταν ταῦτα μιγνύωσιν, ἀναγιγνωσκομένων. τὸν δʼ ἀριθμόν, εἰ καὶ πάνυ δοκεῖ τετράγωνος ἀπὸ τετραγώνου [383f] καὶ μόνος ἔχων τῶν ἴσων ἰσάκις ἀριθμῶν τῶν ἴσων - ἀριθμῶν W: τὸν ἴσον - ἀριθμὸν τῷ χωρίῳ τὴν περίμετρον ἴσην ἀγαγέσθαι ἀγαγέσθαι] ἀγαπᾶσθαι W προσηκόντως [10] ἐλάχιστα ῥητέον εἴς γε τοῦτο συνεργεῖν, ἀλλὰ τὰ ἀλλὰ τὰ Marklandus: ἅμα πλεῖστα τῶν συλλαμβανομένων ἀρωματικὰς ἔχοντα δυνάμεις γλυκὺ πνεῦμα καὶ χρηστὴν μεθίησιν ἀναθυμίασιν, ὑφʼ ἧς ὃ τʼ ἀὴρ τρεπόμενος καὶ τὸ σῶμα διὰ τῆς πνοῆς κινούμενον λείως λείως R: δεῖ ὡς καὶ προσηνῶς προσηνῶς M: πρὸς ἡμᾶς ὑπνοῖ [15] τε καὶ ὑπνοῖ τε καὶ : ὑπινοῦται καὶ cf. p. 383 b κρᾶσιν ἐπαγωγὸν ἴσχει καὶ τὰ λυπηρὰ καὶ σύντονα τῶν μεθημερινῶν φροντίδων ἄνευ μέθης οἷον ἅμματα χαλᾷ καὶ διαλύει· καὶ τὸ φανταστικὸν [384a] καὶ δεκτικὸν ὀνείρων μόριον ὥσπερ κάτοπτρον ἀπολεαίνει καὶ ποιεῖ καθαρώτερον οὐδὲν [20] ἧττον ἢ τὰ κρούματα τῆς λύρας, οἷς ἐχρῶντο πρὸ τῶν ὕπνων οἱ Πυθαγόρειοι, τὸ ἐμπαθὲς καὶ ἄλογον τῆς ψυχῆς ἐξεπᾴδοντες οὕτω καὶ θεραπεύοντες. τὰ γὰρ ὀσφραντὰ πολλάκις μὲν τὴν αἴσθησιν ἀπολείπουσαν ἀνακαλεῖται, πολλάκις δὲ πάλιν ἀμβλύνει [25] καὶ κατηρεμίζει διαχεομένων ἐν τῷ σώματι τῶν ἀναδομάτων ἀναδομάτων *: ἀναλωμάτων ὑπὸ λειότητος· ὥσπερ ἔνιοι τῶν ἰατρῶν τὸν ὕπνον ἐγγίγνεσθαι λέγουσιν, ὅταν ἡ τῆς τροφῆς ἀναθυμίασις οἷον ἕρπουσα λείως περὶ τὰ σπλάγχνα [384b] καὶ ψηλαφῶσα ποιῇ ποιῇ Marklandus: ποιεῖ τινα γαργαλισμόν. τῷ δὲ [5] κῦφι χρῶνται καὶ πώματι καὶ κράματι· πινόμενον γὰρ δοκεῖ τὰ ἐντὸς καθαίρειν, lacuna 8-9 litt. in E χρὴ χρὴ] χρῆμα R μαλακτικόν. ἄνευ δὲ τούτων ῥητίνη μέν ἐστιν ἔργον ἡλίου καὶ σμύρνα σμύρνα Squirius: σμύρναν πρὸς τὴν εἵλην εὑλην R: σεληνην τῶν φυτῶν ἐκδακρυόντων. τῶν δὲ τὸ κῦφι συντιθέντων ἔστιν ἃ νυκτὶ χαίρει [10] μᾶλλον, ὥσπερ ὅσα πνεύμασι ψυχροῖς καὶ σκιαῖς καὶ δρόσοις καὶ ὑγρότησι τρέφεσθαι πέφυκεν. ἐπεὶ τὸ τῆς ἡμέρας φῶς ἓν μέν ἐστι καὶ ἁπλοῦν καὶ τὸν ἥλιον ὁ Πίνδαρος Πιν́δαρος] Olymp. I 6 ὁρᾶσθαί φησιν ἐρήμας ἐρήμας Pindarus: ἐρήμης διʼ αἰθέρος· ὁ δὲ νυκτερινὸς ἀὴρ κρᾶμα καὶ σύμμιγμα πολλῶν [15] [384c] γέγονε φώτων καὶ δυνάμεων, οἷον σπερμάτων εἰς ἓν ἀπὸ παντὸς ἄστρου καταρρεόντων. εἰκότως οὖν ἐκεῖνα μὲν ὡς ἁπλᾶ καὶ ἀφʼ ἡλίου τὴν γένεσιν ἔχοντα διʼ ἡμέρας, ταῦτα δʼ ὡς μικτὰ καὶ παντοδαπὰ ταῖς ποιότησιν ἀρχομένης νυκτὸς ἐπιθυμιῶσι.


Ὁ Διαφορεύς παρῆν

Ὁ Διαφορεύς παρῆν — um arquivo: o texto, a fonte, o programa e a voz.