[59] ὅπου δʼ ὁ Τυφὼν παρεμπίπτει τῶν ἐσχάτων ἁπτόμενος, ἐνταῦθα δοκοῦσαν ἐπισκυθρωπάζειν καὶ πενθεῖν λεγομένην καὶ λείψανʼ ἄττα καὶ σπαράγματα τοῦ Ὀσίριδος ἀναζητεῖν καὶ στολίζειν, ὑποδεχομένην τὰ φθειρόμενα καὶ ἀποκρύπτουσαν, ὥσπερ ἀναφαίνει [375b] πάλιν τὰ γιγνόμενα καὶ ἀνίησιν ἐξ ἑαυτῆς. οἱ μὲν γὰρ ἐν οὐρανῷ καὶ ἄστροις λόγοι καὶ εἴδη καὶ ἀπορροαὶ τοῦ θεοῦ μένουσι, τὰ δὲ[421] τοῖς παθητικοῖς διεσπαρμένα,[422] γῇ καὶ θαλάττῃ καὶ φυτοῖς καὶ ζῴοις, διαλυόμενα[423] καὶ φθειρόμενα καὶ θαπτόμενα, πολλάκις[424] αὖθις ἐκλάμπει καὶ ἀναφαίνεται ταῖς γενέσεσι. διὸ τὸν Τυφῶνα τῇ Νέφθυι συνοικεῖν φησιν ὁ μῦθος, τὸν δʼ Ὄσιριν κρύφα συγγενέσθαι. τὰ γὰρ ἔσχατα μέρη τῆς ὕλης, ἃ Νέφθυν καὶ Τελευτὴν καλοῦσιν, ἡ φθαρτικὴ μάλιστα κατέχει δύναμις· ἡ δὲ γόνιμος καὶ σωτήριος ἀσθενὲς σπέρμα καὶ ἀμαυρὸν εἰς ταῦτα [375c] διαδίδωσιν, ἀπολλύμενον[425] ὑπὸ τοῦ Τυφῶνος, πλὴν ὅσον ἡ Ἶσις ὑπολαμβάνουσα σῴζει καὶ τρέφει καὶ συνίστησι.