Pular para o conteúdo

Περὶ Ἴσιδος και Ὀσίριδος

Plutarch · Parte 57

[57] δόξειε δʼ ἂν ἴσως καὶ Ἡσίοδος[405] τὰ πρῶτα πάντα[406] Χάος καὶ Γῆν καὶ τάρταρον καὶ Ἔρωτα ποιῶν οὐχ ἑτέρας λαμβάνειν ἀρχάς, ἀλλὰ ταύτας·[407] εἴγε[408] δὴ τῶν ὀνομάτων τῇ μὲν Ἴσιδι τὸ τῆς Γῆς, τῷ δʼ Ὀσίριδι τὸ τοῦ ἔρωτος, τῷ δὲ Τυφῶνι τὸ τοῦ Ταρτάρου μεταλαμβάνοντές πως[409] ἀποδίδομεν· τὸ γὰρ Χάος δοκεῖ χώραν τινὰ καὶ τόπον τοῦ παντὸς ὑποτίθεσθαι. προσκαλεῖται δὲ καὶ τὸν Πλάτωνος ἁμωσγέπως τὰ πράγματα μῦθον, ὃν Σωκράτης ἐν Συμποσίῳ[410] περὶ τῆς τοῦ Ἔρωτος γενέσεως διῆλθε, τὴν Πενίαν λέγων τέκνων δεομένην τῷ Πόρῳ καθεύδοντι, παρακλιθῆναι, καὶ κυήσασαν ἐξ αὐτοῦ τεκεῖν τὸν Ἔρωτα, φύσει [374d] μικτὸν[411] ὄντα καὶ παντοδαπόν, ἅτε δὴ πατρὸς μὲν ἀγαθοῦ καὶ σοφοῦ καὶ πᾶσιν αὐτάρκους, μητρὸς δʼ ἀμηχάνου καὶ ἀπόρου καὶ διʼ ἔνδειαν ἀεὶ γλιχομένης ἑτέρου καὶ περὶ ἕτερον λιπαρούσης γεγενημένον. ὁ γὰρ Πόρος οὐχ ἕτερός ἐστι τοῦ πρώτου ἐρατοῦ[412] καὶ ἐφετοῦ καὶ τελείου καὶ αὐτάρκους· πενίαν δὲ τὴν ὕλην προσεῖπεν, ἐνδεᾶ μὲν οὖσαν αὐτὴν καθʼ ἑαυτὴν τοῦ ἀγαθοῦ, πληρουμένην δʼ ὑπʼ αὐτοῦ καὶ ποθοῦσαν ἀεὶ καὶ μεταλαμβάνουσαν.[413] ὁ δὲ γενόμενος ἐκ τούτων κόσμος καὶ Ὧρος οὐκ ἀίδιος οὐδʼ ἀπαθὴς οὐδʼ ἄφθαρτος, ἀλλʼ ἀειγενὴς ὢν μηχανᾶται [374e] ταῖς τῶν παθῶν μεταβολαῖς καὶ περιόδοις ἀεὶ νέος καὶ μηδέποτε φθαρησόμενος διαμένειν.