Pular para o conteúdo

Περὶ Ἴσιδος και Ὀσίριδος

Plutarch · Parte 45

[45] ὅθεν οὐκ ἀπέοικεν εἰπεῖν, ὡς ἰδίᾳ μὲν οὐκ ὀρθῶς ἕκαστος, ὁμοῦ δὲ πάντες ὀρθῶς λέγουσιν. οὐ γὰρ αὐχμὸν οὐδʼ ἄνεμον οὐδὲ θάλατταν οὐδὲ σκότος, ἀλλὰ πᾶν ὅσον ἡ φύσις βλαβερὸν καὶ φθαρτικὸν ἔχει, μόριον τοῦ Τυφῶνος ἔστιν.[309] οὔτε γὰρ ἐν ἀψύχοις σώμασι τὰς τοῦ παντὸς ἀρχὰς θετέον, ὡς Δημόκριτος καὶ Ἐπίκουρος, οὔτʼ ἀποίου[310] δημιουργὸν ὕλης ἕνα λόγον καὶ μίαν πρόνοιαν, ὡς οἱ Στωικοί, περιγιγνομένην ἁπάντων καὶ κρατοῦσαν. ἀδύνατον γὰρ ἢ φλαῦρον ὁτιοῦν, ὅπου πάντων, ἢ χρηστόν, [369b] ὅπου μηδενὸς ὁ θεὸς αἴτιος, ἐγγενέσθαι. “παλίντονος” γάρ “ἁρμονίη κόσμου, ὅκωσπερ[311] λύρης καὶ τόξου” καθʼ Ἡράκλειτον·[312] καὶ κατʼ Εὐριπίδην[313]

οὐκ ἂν γένοιτο χωρὶς ἐσθλὰ καὶ κακά,
ἀλλʼ ἔστι τις σύγκρασις ὥστʼ ἔχειν καλῶς.