Pular para o conteúdo

Περὶ Ἴσιδος και Ὀσίριδος

Plutarch · Parte 379

τοῦτο δʼ οὐχ ἥκιστα πεπόνθασιν Αἰγύπτιοι περὶ τὰ τιμώμενα τῶν ζῴων. Ἕλληνες μὲν γὰρ ἔν γε τούτοις λέγουσιν ὀρθῶς καὶ νομίζουσιν ἱερὸν Ἀφροδίτης ζῷον εἶναι τὴν περιστερὰν καὶ τὸν δράκοντα τῆς Ἀθηνᾶς καὶ τὸν κόρακα τοῦ Ἀπόλλωνος καὶ τὸν κύνα τῆς Ἀρτέμιδος, ὡς Εὐριπίδης [379e] “Ἑκάτης ἄγαλμα φωσφόρου κύων ἔσῃ.[488] ”[489] Αἰγυπτίων δʼ οἱ πολλοὶ θεραπεύοντες αὐτὰ τὰ ζῷα καὶ περιέποντες ὡς θεοὺς οὐ γέλωτος μόνον οὐδὲ χλευασμοῦ καταπεπλήκασι τὰς ἱερουργίας (ἀλλὰ τοῦτο[490] τῆς ἀβελτερίας[491] ἐλάχιστόν ἐστι κακόν)· δόξα δʼ ἐμφύεται δεινή, τοὺς μὲν ἀσθενεῖς καὶ ἀκάκους εἰς ἄκρατον ὑπερείπουσα[492] τὴν δεισιδαιμονίαν, τοῖς δὲ δριμυτέροις καὶ θρασυτέροις εἰς ἀθέους ἐκπίπτουσα[493] καὶ θηριώδεις λογισμούς. ᾗ καὶ[494] περὶ τούτων τὰ εἰκότα διελθεῖν οὐκ ἀνάρμοστόν ἐστι.