Pular para o conteúdo

Περὶ Ἴσιδος και Ὀσίριδος

Plutarch · Parte 26

[26] ἀκούομεν δὲ καὶ Ὁμήρου τοὺς μὲν ἀγαθοὺς διαφόρως “θεοειδέας” ἑκάστοτε καλοῦντος[171] καὶ “ἀντιθέους” [361a] καί “θεῶν ἄπο μήδεʼ ἔχοντας·” τῷ δʼ ἀπὸ τῶν δαιμόνων προσρήματι χρωμένου κοινῶς ἐπί τε χρηστῶν καὶ φαύλων,

δαιμόνιε σχεδὸν ἐλθέ· τίη δειδίσσεαι οὕτως
Ἀργείους;

καὶ πάλιν “ ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος· ”[172] καὶ

δαιμονίη, τί νύ σε Πρίαμος Πριάμοιό τε παῖδες
τόσσα κακὰ ῥέζουσιν, ὅ,τʼ ἀσπερχὲς μενεαίνεις
Ἰλίου ἐξαλαπάξαι ἐυκτίμενον πτολίεθρον;