Pular para o conteúdo

Περὶ Ἴσιδος και Ὀσίριδος

Plutarch · Parte 24

[24] καίτοι μεγάλαι μὲν ὑμνοῦνται πράξεις ἐν Ἀσσυρίοις Σεμιράμιος, μεγάλαι δʼ αἱ Σεσώστριος ἐν Αἰγύπτῳ· Φρύγες δὲ μέχρι νῦν τὰ λαμπρὰ καὶ θαυμαστὰ τῶν ἔργων Μανικὰ καλοῦσι διὰ τὸ Μάνην[156] τινὰ τῶν πάλαι βασιλέων ἀγαθὸν ἄνδρα καὶ δυνατὸν γενέσθαι παρʼ αὐτοῖς, ὃν ἔνιοι Μάσδην καλοῦσι· Κῦρος δὲ Πέρσας Μακεδόνας δʼ Ἀλέξανδρος ὀλίγου δεῖν ἐπὶ πέρας τῆς γῆς κρατοῦντας προήγαγον· ἀλλʼ [360c] ὄνομα καὶ μνήμην βασιλέων ἀγαθῶν ἔχουσιν. “εἰ δέ τινες ἐξαρθέντες[157] ὑπὸ μεγαλαυχίας” ὥς φησιν ὁ Πλάτων[158] “ἅμα νεότητι καὶ ἀνοίᾳ[159] φλεγόμενοι τὴν ψυχὴν μεθʼ ὕβρεως” ἐδέξαντο θεῶν ἐπωνυμίας καὶ ναῶν ἱδρύσεις, βραχὺν ἤνθησεν ἡ δόξα χρόνον, εἶτα κενότητα καὶ ἀλαζονείαν μετʼ ἀσεβείας καὶ παρανομίας προσοφλόντες. “ ὠκύμοροι καπνοῖο δίκην ἀρθέντες ἀπέπταν,”[160] καὶ νῦν ὥσπερ ἀγώγιμοι δραπέται τῶν ἱερῶν καὶ τῶν βωμῶν ἀποσπασθέντες οὐδὲν ἀλλʼ ἢ τὰ μνήματα καὶ τοὺς τάφους ἔχουσιν. ὅθεν Ἀντίγονος ὁ γέρων, [360d] Ἑρμοδότου τινὸς ἐν ποιήμασιν αὐτὸν Ἡλίου[161] παῖδα καὶ θεὸν ἀναγορεύοντος, “οὐ τοιαῦτά μοι” εἶπεν “ὁ λασανοφόρος σύνοιδεν” εὖ δὲ καὶ Λύσιππος ὁ πλάστης Ἀπελλῆν ἐμέμψατο τὸν ζωγράφον, ὅτι τὴν Ἀλεξάνδρου γράφων εἰκόνα κεραυνὸν ἐνεχείρισεν αὐτὸς δὲ λόγχην, ἧς τὴν δόξαν οὐδὲ εἷς ἀφαιρήσεται χρόνος ἀληθινὴν καὶ ἰδίαν οὖσαν.